1 Καὶ ἦλθον πρὸς μὲ ἐκ τῶν πρεσβυτέρων ἄνδρες τοῦ λαοῦ Ἰσραὴλ καὶ ἐκάθισαν πρὸ προσώπου μου. 2 Καὶ ἐγένετο πρὸς μὲ λόγος Κυρίου, λέγων, 3 υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς; 4 Διατοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, 5 ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπʼ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. 6 Διατοῦτο εἰπὸν εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν. 7 Διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ἰσραὴλ, ὃς ἂν ἀπαλλοτριωθῇ ἀπʼ ἐμοῦ, καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοὶ, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ, ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ. 8 Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. 9 Καὶ ὁ προφήτης ἐὰν πλανήσῃ καὶ λαλήσῃ, ἐγὼ Κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ. 10 Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος, καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται· 11 Ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ἰσραὴλ ἀπʼ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγει Κύριος. 12 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 13 υἱὲ ἀνθρώπου, γῆ ἣ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπʼ αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη. 14 Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος. 15 Ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν, καὶ τιμωρήσομαι αὐτὴν, καὶ ἔσται εἰς ἀφανισμὸν, οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων, 16 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγὼ, λέγει Κύριος, εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται, ἀλλʼ ἢ αὐτοὶ μόνοι σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον. 17 Ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην, καὶ εἴπω, ῥομφαία διελθάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῶν ἄνθρωπον καὶ κτῆνος, 18 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγὼ, λέγει Κύριος, οὐ μὴ ῥύσονται υἱοὺς οὐδὲ θυγατέρας, ἀλλʼ ἢ αὐτοὶ μόνοι σωθήσονται. 19 Ἢ καὶ θάνατον ἐπαποστέλλω ἐπὶ τὴν γῆν ἐκείνην, καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπʼ αὐτὴν ἐν αἵματι τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, 20 καὶ Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν. 21 Τάδε λέγει Κύριος, ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς, ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· 22 Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ, οἱ ἀνασεσωσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπʼ αὐτήν. 23 Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Κύριος.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 14 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Daniel
A young man of Judah taken to Babylon, renamed Belteshazzar, who interpreted dreams and visions and served the kings of Babylon and Persia.
Cited in the guide: Ezekiel 14:14; Daniel 1:6; Daniel 1:7
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 8:1; 2 Kings 6:32; Isaiah 29:13; Ezekiel 20:1; Ezekiel 33:31
- 2 Amos 3:7; 1 Kings 14:4
- 3 Ezekiel 14:7; Ezekiel 7:19; Ezekiel 20:16; Ezekiel 20:3; Isaiah 1:15
- 4 Ezekiel 14:7; Isaiah 66:4; Ezekiel 3:17–21; Isaiah 3:11; 2 Kings 1:16
- 5 Isaiah 1:4; Zechariah 11:8; Ezekiel 14:9–10; Jeremiah 2:11–13; Deuteronomy 32:15–16
- 6 Ezekiel 18:30; James 4:8–10; Lamentations 3:39–41; Ezekiel 36:31–32; Isaiah 30:22
- 7 Exodus 12:48; Isaiah 58:1–2; Leviticus 24:22; Hosea 4:14; Jeremiah 37:1–3
- 8 Ezekiel 15:7; Jeremiah 44:11; Ezekiel 5:15; Leviticus 17:10; Isaiah 65:15
- 9 Ezekiel 20:25; Jeremiah 4:10; Isaiah 9:21; Jeremiah 14:15; Isaiah 63:16
- 10 Ezekiel 23:49; Jeremiah 8:11–12; Micah 7:9; Jeremiah 14:15; Deuteronomy 17:2–7
- 11 Ezekiel 37:23; Ezekiel 48:11; Ezekiel 44:10; Revelation 21:7; Jeremiah 11:4
- 13 Ezekiel 4:16; Leviticus 26:26; Isaiah 3:1; Ezekiel 14:21; Ezekiel 15:8
- 14 Ezekiel 14:20; Jeremiah 15:1; Ezekiel 28:3; Genesis 7:1; Job 1:1
- 15 Ezekiel 5:17; Leviticus 26:22; Jeremiah 15:3; 2 Kings 17:25; 1 Kings 20:36
- 16 Genesis 19:29; Job 22:20; Ezekiel 14:14; Ezekiel 14:18; Acts 27:24
- 17 Ezekiel 21:3–4; Leviticus 26:25; Zephaniah 1:3; Ezekiel 5:12; Jeremiah 47:6
- 19 Ezekiel 38:22; Jeremiah 14:12; 2 Samuel 24:15; Ezekiel 7:8; Ezekiel 5:12
- 20 Ezekiel 14:14; 1 John 3:10; 1 John 3:7; Acts 10:35; Isaiah 3:10
- 21 Ezekiel 33:27; Ezekiel 5:17; Ezekiel 14:17; Ezekiel 14:15; Ezekiel 14:13
- 22 Ezekiel 12:16; Ezekiel 20:43; Hebrews 12:6–11; Jeremiah 30:11; Jeremiah 4:27
- 23 Jeremiah 22:8–9; Revelation 16:6; Ezekiel 8:6–18; Ezekiel 9:8–9; Revelation 15:4
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
"Though Moses himself and Samuel stood before me," I would not receive their supplication for these men." Yea, if it be Ezekiel who entreats, he will be told, "Though Noah stand forth, and Job, and Daniel, they shall deliver neither sons nor daughters." Though the patriarch Abraham be supplicating for them that are most incurably diseased, and change not, God …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… at the doors, whether he be old or young; and it is not possible for men after they have gone hence, either to buy oil any more, or to obtain pardon by prayers, though he that entreats be Abraham, or Noah, or Job, or Daniel. While then we have opportunity, let us store up for ourselves beforehand much confidence, let …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)