1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 Καὶ σὺ υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ; 3 Εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμᾶσαι ἐπʼ αὐτὸν πᾶν σκεῦος; 4 Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀναλωσιν, τὴν κατʼ ἐνιαυτὸν κάθαρσιν ἀπʼ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν; 5 Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν; μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν. 6 Διὰ τοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἰερουσαλήμ. 7 Καὶ δώσω τὸ πρόσωπόν μου ἐπʼ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπʼ αὐτούς. 8 Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθʼ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 15 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (7)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Hosea 10:1; Isaiah 5:1–7; Psalm 80:8–16; Luke 20:9–16; Song of Songs 6:11
- 3 Luke 14:34–35; Mark 9:50; Jeremiah 24:8; Matthew 5:13
- 4 John 15:6; Psalm 80:16; Isaiah 27:11; Matthew 3:12; Isaiah 1:31
- 5 Jeremiah 3:16
- 6 Isaiah 5:1–6; Ezekiel 17:3–10; Jeremiah 21:7; Ezekiel 15:2; Isaiah 5:24–25
- 7 Ezekiel 14:8; Isaiah 24:18; Amos 9:1–4; Psalm 34:16; 1 Kings 19:17
- 8 Ezekiel 6:14; Ezekiel 14:13–21; Isaiah 6:11; Jeremiah 25:10–11; Zephaniah 1:18
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences