1 Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ ΠΑΡΑ ΚΥΡΙΟΥ, ΕΙΠΕΙΝ, 2 Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων, Γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ βιβλίου. 3 Ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ἰσραὴλ καὶ Ἰούδα, εἶπε Κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. 4 ΚΑΙ ΟΥΤΟΙ ΟΙ ΛΟΓΟΙ ΟΥΣ ἘΛΑΛΗΣΕ ΚΥΡΙΟΣ ἘΠΙ ἸΣΡΑΗΛ ΚΑΙ ἸΟΥΔΑ. 5 Οὕτως εἶπε Κύριος, φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη. 6 Ἐρωτήσατε, καὶ ἴδετε, εἰ ἔτεκεν ἄρσεν; καὶ περὶ φόβου, ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν; διότι ἑώρακα πάντα ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ· ἐστράφησαν πρόσωπα εἰς ἴκτερον. 7 Ὅτι ἐγενήθη μεγάλη ἡ ἡμέρα ἐκείνη, καὶ οὐκ ἔστι τοιαύτη· καὶ χρόνος στενός ἐστι τῷ Ἰακὼβ, 8 καὶ ἀπὸ τούτου σωθήσεται. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαῤῥήξω· καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, 9 καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν· καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. 12 Οὕτως εἶπε Κύριος, ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου, 13 οὐκ ἔστι κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλειά σοι οὐκ ἔστι. 14 Πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν· ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου. 16 Διατοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται. Ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου· ἐποίησαν ταῦτά σοι· Καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύσαντάς σε δώσω εἰς προνομήν. 17 Ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος· ὅτι Ἐσπαρμένη ἐκλήθης, θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν. 18 Οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικιαν Ἰακὼβ, καὶ τὴν αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται, 19 καὶ ἐξελεύσονται ἀπʼ αὐτῶν ᾄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτοὺς, καὶ οὐ μὴ ἐλαττωθῶσι. 20 Καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτοὺς. 21 Καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπʼ αὐτοὺς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτοὺς, καὶ ἀποστρέψουσι πρὸς μέ· ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ, ἀποστρέψαι πρὸς μέ; φησὶ Κύριος· 23 Ὅτι ὀργὴ Κυρίου ἐξῆλθε θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπʼ ἀσεβεῖς ἥξει. 24 Οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ποιήσει, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 37 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There are no verses 10–11, 15, 22 in this translation; the other verses keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Hananiah
Named as the father of Shelemiah, in the ancestry of Irijah.
Cited in the guide: Jeremiah 37:13
Irijah
Captain of the guard at the Gate of Benjamin who seized Jeremiah and accused him of deserting to the Chaldeans.
Cited in the guide: Jeremiah 37:13
Jehucal
Son of Shelemiah whom King Zedekiah sent to Jeremiah to ask for prayer, and who later heard Jeremiah's words and joined in seeking his death.
Cited in the guide: Jeremiah 37:3; Jeremiah 38:1
Jonathan
A scribe in whose house Jeremiah was beaten and jailed, the house having been made into a prison.
Cited in the guide: Jeremiah 37:15; Jeremiah 37:20
Maaseiah
Named as the father of Zephaniah the priest.
Cited in the guide: Jeremiah 21:1; Jeremiah 29:25; Jeremiah 37:3
Shelemiah
Son of Hananiah and father of Irijah, the captain of the guard.
Cited in the guide: Jeremiah 37:13
Shelemiah
Named as the father of Jehucal, an envoy of Zedekiah.
Cited in the guide: Jeremiah 37:3; Jeremiah 38:1
Cross references (17)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 22:24; 2 Kings 24:17; 2 Kings 24:12; Ezekiel 17:12–21; Jeremiah 52:31
- 2 Proverbs 29:12; 2 Kings 24:19–20; 1 Thessalonians 4:8; 2 Chronicles 36:12–16; Exodus 4:13
- 3 Jeremiah 21:1–2; Jeremiah 29:25; Jeremiah 52:24; Jeremiah 42:2–4; Jeremiah 2:27
- 4 Jeremiah 37:15; Jeremiah 32:2–3
- 5 Ezekiel 17:15; Jeremiah 34:21; 2 Kings 24:7; Jeremiah 37:11; Jeremiah 37:7
- 7 Lamentations 4:17; 2 Kings 22:18; Isaiah 31:1–3; Ezekiel 17:17; Jeremiah 37:3
- 8 Jeremiah 39:2–8; Jeremiah 38:23; Jeremiah 34:21–22; Jeremiah 32:29
- 9 Obadiah 3; Galatians 6:7; 2 Thessalonians 2:3; James 1:22; Matthew 24:4–5
- 12 Jeremiah 1:1; Matthew 10:23; 1 Chronicles 6:60; Joshua 21:17–18; Nehemiah 6:11
- 13 Zechariah 14:10; Jeremiah 38:7; Acts 24:13; Luke 23:2; Jeremiah 20:10
- 14 Psalm 27:12; Matthew 5:11–12; Jeremiah 40:4–6; Psalm 52:1–2; Psalm 35:11
- 16 Jeremiah 38:6; Jeremiah 38:10–13; Lamentations 3:53; Genesis 40:15; Lamentations 3:55
- 17 Jeremiah 21:7; 1 Kings 22:16; Jeremiah 21:1–2; Ezekiel 12:12–13; Jeremiah 24:8
- 18 John 10:32; Acts 25:8; Acts 25:25; Acts 25:11; Daniel 6:22
- 19 Jeremiah 28:10–17; Jeremiah 2:28; Jeremiah 6:14; 2 Kings 3:13; Jeremiah 8:11
- 20 Jeremiah 36:7; Jeremiah 26:15; Jeremiah 38:6–9; Acts 25:10–11; Acts 28:18–19
- 21 Jeremiah 38:28; Jeremiah 38:13; Jeremiah 32:2; Jeremiah 52:6; Jeremiah 38:9
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences