1 Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπʼ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρὸς μὲ, λέγει Κύριος. 2 Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐχὶ ἐξεφύρθης· ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου, 3 καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σου, ἀπηναισχύντησας πρὸς πάντας. 4 Οὐχ ὡς οἶκόν με ἐκαλέσας, καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου; 5 Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας, καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνάσθης. 6 Καὶ εἶπε Κύριος πρὸς μὲ ἐν ταῖς ἡμέραις Ἰωσείου τοῦ βασιλέως, εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ. 7 Καὶ εἶπα, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, πρὸς μὲ ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε· καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα. 8 Καὶ εἶδον, ὅτι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτὴ, 9 και ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. 10 Καὶ ἐν πᾶσι τούτοις οὐκ ἐπεστράφη πρὸς μὲ ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλʼ ἐπὶ ψεύδει. 11 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα. 12 Πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς Βοῤῥᾶν, καὶ ἐρεῖς, ἐπιστράφηθι πρὸς μὲ ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος· καὶ μὴ στηριῶ τὸ πρόσωπόν μου ἐφʼ ὑμᾶς, ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. 13 Πλὴν, γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας, καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος. 14 Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν, 15 καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετʼ ἐπιστήμης. 16 Καὶ ἔσται ἐὰν πληθυνθῆτε, καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς, λέγει Κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, κιβωτὸς διαθήκης ἁγίου Ἰσραὴλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται, οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι. 17 Ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ, Θρόνον Κυρίου· καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν, καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. 18 Ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἥξουσιν ἐπιτοαυτὸ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν. 19 Καὶ ἐγὼ εἶπα, γένοιτο Κύριε· ὅτι τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν Θεοῦ παντοκράτορος ἐθνῶν· καὶ εἶπα, πατέρα καλέσετέ με, καὶ ἀπʼ ἐμοῦ οὐκ ἀποστραφήσεσθε. 20 Πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραὴλ, λέγει Κύριος. 21 Φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραὴλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν. 22 Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι· ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ. 23 Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ. 24 Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν. 25 Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης· καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 3 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (25)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 24:1–4; Ezekiel 16:26; Jeremiah 4:1; Ezekiel 23:4–49; Jeremiah 2:20
- 2 Ezekiel 16:24–25; Genesis 38:14; Jeremiah 2:7; Ezekiel 8:4–6; Jeremiah 2:20
- 3 Leviticus 26:19; Jeremiah 5:24; Jeremiah 14:22; Amos 4:7; Deuteronomy 28:23
- 4 Jeremiah 2:2; Jeremiah 3:19; Jeremiah 31:9; Proverbs 2:17; Hosea 2:15
- 5 Ezekiel 22:6; Jeremiah 3:12; Isaiah 57:16; Micah 2:1; Micah 7:3
- 6 Ezekiel 16:31; 2 Kings 17:7–17; 1 Kings 14:23; Jeremiah 3:8; Jeremiah 3:11–14
- 7 Ezekiel 16:46; 2 Chronicles 30:6–12; Hosea 14:1; 2 Kings 17:13–14; Hosea 6:1–4
- 8 Deuteronomy 24:1; 2 Kings 18:9–11; Hosea 2:2–3; Isaiah 50:1; Hosea 3:4
- 9 Jeremiah 2:27; Isaiah 57:6; Jeremiah 3:2; Habakkuk 2:19; Jeremiah 10:8
- 10 Hosea 7:14; Jeremiah 12:2; Psalm 18:44; Isaiah 10:6; 2 Chronicles 34:33–35:18
- 11 Ezekiel 23:11; Ezekiel 16:51–52; Hosea 11:7; Ezekiel 16:47; Hosea 4:16
- 12 Psalm 86:15; Ezekiel 33:11; Deuteronomy 4:29–31; Jeremiah 3:22; Micah 7:18–20
- 13 Jeremiah 3:25; Deuteronomy 30:1–3; Deuteronomy 12:2; Jeremiah 3:6; Jeremiah 2:25
- 14 Hosea 2:19–20; Jeremiah 2:19; Jeremiah 31:32; Isaiah 54:5; Ezekiel 34:11–14
- 15 Jeremiah 23:4; Acts 20:28; Ephesians 4:11–12; Ezekiel 34:23; John 21:15–17
- 16 Amos 9:14–15; Ezekiel 37:26; Isaiah 65:17; Isaiah 66:1–2; Hosea 1:10–11
- 17 Ezekiel 43:7; Micah 4:1–5; Jeremiah 17:12; Zechariah 2:11; Zechariah 8:20–23
- 18 Jeremiah 31:8; Amos 9:15; Jeremiah 23:8; Hosea 1:11; Jeremiah 50:4
- 19 Jeremiah 3:4; Romans 8:15–17; Jeremiah 31:9; Isaiah 63:16; 1 John 3:1–3
- 20 Isaiah 48:8; Jeremiah 5:11; Jeremiah 3:8–10; Malachi 2:11; Hosea 5:7
- 21 2 Corinthians 7:10; Jeremiah 3:2; Jeremiah 31:9; Jeremiah 2:32; Isaiah 17:10
- 22 Hosea 14:4; Hosea 14:1; Zechariah 13:9; Jeremiah 30:17; Hosea 6:1–2
- 23 Psalm 121:1–2; Psalm 3:8; Isaiah 12:2; John 4:22; Hosea 1:7
- 24 Hosea 9:10; Jeremiah 11:13; Ezekiel 16:61; Hosea 2:8; Ezekiel 16:63
- 25 Jeremiah 22:21; Lamentations 5:16; Proverbs 5:13; Ezekiel 7:18; Jeremiah 2:26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Hear what God saith unto Jerusalem, "I said, after she had committed all these whoredoms, Turn thou unto me, and she returned not." When we have come back unto the earnest love of God, He remembers not the former things.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Which He doth in the prophets also, using these words, "I said, Turn thou unto me, and she returned not." Then having called her, He tells also her blood-stained deeds, "Thou that killest the prophets, and stonest them that are sent unto thee, how often would I have gathered thy children together, and ye would not," in this way also …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)