1 Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων, 2 καὶ περιήγαγέ με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. 3 Καὶ εἶπε πρὸς μὲ, υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα, Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα. 4 Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς, τὰ ὀστᾶ τὰ ξηρὰ, ἀκούσατε λόγον Κυρίου. 5 Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις, ἰδοὺ ἐγὼ φέρω ἐφʼ ὑμᾶς πνεῦμα ζωῆς, 6 καὶ δώσω ἐφʼ ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκα, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. 7 Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι· καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. 8 Καὶ ἴδον, καὶ ἰδοὺ, ἐπʼ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπʼ αὐτὰ δέρματα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπʼ αὐτοῖς. 9 Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι, τάδε λέγει Κύριος, ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. 10 Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. 11 Καὶ ἐλάλησε Κύριος πρὸς μὲ, λέγων, υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. 12 Διατοῦτο προφήτευσον, καὶ εἰπὸν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ· 13 Καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. 14 Καὶ δώσω πνεῦμά μου εἰς ὑμὰς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος. 15 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων, 16 υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον, καὶ γράψον ἐπʼ αὐτὴν τὸν Ἰούδαν, καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπʼ αὐτόν· καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ, ῥάβδον Ἐφραὶμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν. 17 Καὶ συνάψεις αὐτὰς προσαλλήλας σεαυτῷ, εἰς ῥάβδον μίαν τοῦ δῆσαι ἑαυτὰς, καὶ ἔσονται ἐν τῇ χειρί σου. 18 Καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου, οὐκ ἀναγγέλλεις ἡμῖν, τί ἐστι ταῦτά σοι; 19 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ, τὴν διὰ χειρὸς Ἐφραὶμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν τῇ χειρὶ Ἰούδα. 20 Καὶ ἔσονται αἱ ῥάβδοι ἐφʼ αἷς σὺ ἔγραψας ἐπʼ αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν. 21 Καὶ ἐρεῖς αὐτοῖς, Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, 22 καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ, μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας, 23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. 24 Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουνσιν αὐτά. 25 Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων εἰς τὸν αἰῶνα. 26 Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετʼ αὐτῶν, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, 27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοί μου ἔσονται λαός· 28 Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 37 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (26)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 3:22; Acts 8:39; Ezekiel 1:3; Ezekiel 33:22; Jeremiah 7:32
- 2 Psalm 141:7; Ezekiel 37:11
- 3 John 11:25–26; John 5:21; Deuteronomy 32:39; Romans 4:17; Hebrews 11:19
- 4 John 5:25; John 5:28–29; Matthew 21:21; Ezekiel 36:1; Jeremiah 22:29
- 5 Psalm 104:29–30; Ezekiel 37:14; Genesis 2:7; Ezekiel 37:9–10; John 20:22
- 6 Joel 2:27; Isaiah 49:23; Joel 3:17; Ezekiel 37:14; Ezekiel 38:23
- 7 Acts 2:2; 1 Kings 19:11–13; Acts 4:19; Jeremiah 13:5–7; Acts 2:37
- 9 John 3:8; Song of Songs 4:16; Ezekiel 37:14; Ezekiel 37:5; Psalm 104:30
- 10 Revelation 11:11; Psalm 104:30; Revelation 20:4–5
- 11 Ephesians 2:1; Psalm 77:7–9; Ezekiel 39:25; Ezekiel 36:10; Jeremiah 31:1
- 12 Isaiah 26:19; Hosea 13:14; 1 Thessalonians 4:16; Isaiah 66:14; Amos 9:14–15
- 13 Ezekiel 37:6; Ezekiel 16:62; Psalm 126:2–3
- 14 Joel 2:28–29; Ezekiel 36:27; Ezekiel 11:19; Ezekiel 36:36; Ezekiel 39:29
- 16 2 Chronicles 15:9; 2 Chronicles 10:19; 2 Chronicles 10:17; Numbers 17:2–3; 1 Kings 12:16–20
- 17 Hosea 1:11; Jeremiah 50:4; Isaiah 11:13; Ezekiel 37:22–24; Zephaniah 3:9
- 18 Ezekiel 24:19; Ezekiel 12:9; Ezekiel 17:12; Ezekiel 20:49
- 19 Zechariah 10:6; Ephesians 2:13–14; Colossians 3:11; Ezekiel 37:16–17; 1 Chronicles 9:1–3
- 20 Ezekiel 12:3; Numbers 17:6–9; Hosea 12:10
- 21 Ezekiel 36:24; Jeremiah 23:8; Jeremiah 16:15; Amos 9:14–15; Jeremiah 29:14
- 22 Ezekiel 37:24; Ezekiel 34:23–24; Jeremiah 3:18; Jeremiah 50:4; Genesis 49:10
- 23 Revelation 21:3–4; Ezekiel 36:28–29; 1 John 1:9; Revelation 21:7; Ephesians 5:26–27
- 24 Ezekiel 34:23–24; Hosea 3:5; Jeremiah 30:9; Ezekiel 37:25; Ezekiel 36:27
- 25 Amos 9:15; Ezekiel 37:24; Ezekiel 36:28; Ezekiel 28:25; Zephaniah 3:14–15
- 26 Isaiah 55:3; Ezekiel 34:25; Hebrews 13:20–21; Jeremiah 30:19; Leviticus 26:11–12
- 27 Revelation 21:3; Ezekiel 37:23; Leviticus 26:11–12; John 1:14; 2 Corinthians 6:16
- 28 John 17:17–19; Ezekiel 20:12; Exodus 31:13; 1 Corinthians 1:30; Leviticus 21:8
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… bring you forth out of your graves; when I will draw my people from the sepulchres, and I will put breath in you, and ye shall live; and I will place you on your own land, and ye shall know that I am the Lord." And again the same speaks thus: "These things saith the Lord, I will gather Israel …
And my servant David shall be king over them, and there shall be one Shepherd for them all." Chapter 35 — Of the Prophecy of the Three Prophets, Haggai, Zechariah, and Malachi There remain three minor prophets, Haggai, Zechariah, and Malachi, who prophesied at the close of the captivity.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
And again, The hand of the Lord was upon me, and carried me out in the Spirit of the Lord.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
And the Prophet Ezekiel now before us, says most plainly, Behold I will open your graves, and bring you up out of your graves.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)