Skip to the text

Job · Brenton's Greek Septuagint

Job 11 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος, λέγει, 2 Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; 3 εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. Μὴ πολὺς ἐν ῥήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι; 4 Μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. 5 Ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρὸς σὲ, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ; 6 Εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας· ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας. 7 Ἢ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ; 8 Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου, τί οἶδας; 9 ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης; 10 Ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, τί ἐποίησας; 11 Αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. 12 Ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις· βροτὸς δὲ γεννητὸς γυναικὸς, ἶσα ὄνῳ ἐρημίτῃ. 13 Εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτὸν, 14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόῤῥω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω· 15 Οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον, ὥσπερ ὕδωρ καθαρὸν, ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ μὴ φοβηθήσῃ· 16 Καὶ τὸν κόπον ἐπιλήσῃ, ὥσπερ κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· 17 Ἡ δὲ εὐχή σου ὥσπερ Ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή· 18 Πεποιθώς τε ἔσῃ, ὅτι ἐστί σοι ἐλπὶς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη· 19 Ἡσυχάσεις γὰρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. 20 Σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Zophar

    Third friend of Job

    Zophar the Naamathite, one of Job's three friends, who answered Job in the dialogues and did what the LORD told him after the LORD's rebuke.

    Cited in the guide: Job 2:11; Job 11:1; Job 20:1

Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Job 2:11; Job 20:1
  2. 2 James 1:19; Proverbs 10:19; Job 18:2; Job 8:2; Acts 17:18
  3. 3 Job 17:2; Jude 18; Job 21:3; Psalm 83:16; Job 15:2–3
  4. 4 Job 10:7; Job 6:10; 1 Peter 3:15; Job 34:5–6; Job 35:2
  5. 5 Job 38:1–2; Job 31:35; Job 23:3–7; Job 40:1–5; Job 42:7
  6. 6 Ezra 9:13; Lamentations 3:22; Daniel 2:28; Ephesians 3:5; Matthew 13:35
  7. 7 Romans 11:33; Psalm 145:3; Ecclesiastes 3:11; Isaiah 40:28; Job 5:9
  8. 8 Job 22:12; Isaiah 55:9; Psalm 139:6–8; Psalm 148:13; Job 26:6
  9. 9 Psalm 139:9–10; Job 28:24–25; Psalm 65:5–8
  10. 10 Job 9:12–13; Job 12:14; Revelation 3:7; Isaiah 41:27; Daniel 4:35
  11. 11 Psalm 10:14; Hebrews 4:13; Revelation 2:23; John 2:24–25; Psalm 10:11
  12. 12 Job 39:5–8; James 2:20; Psalm 73:22; Jeremiah 2:24; James 3:13–17
  13. 13 Psalm 143:6; Psalm 88:9; Psalm 78:8; 1 Samuel 7:3; Job 8:5–6
  14. 14 Job 22:23; James 4:8; Job 4:7; Psalm 101:2; Isaiah 1:15
  15. 15 Job 22:26; 1 John 3:19–22; 1 John 2:28; 1 Timothy 2:8; Psalm 27:1
  16. 16 Isaiah 65:16; Ecclesiastes 5:20; Isaiah 54:9; John 16:21; Isaiah 54:4
  17. 17 Isaiah 58:8–10; Psalm 37:6; Proverbs 4:18; Zechariah 14:6–7; Hosea 6:3
  18. 18 Proverbs 3:24–26; Psalm 3:5; Psalm 43:5; Psalm 4:8; Leviticus 26:5–6
  19. 19 Isaiah 60:14; Isaiah 45:14; Psalm 45:12; Leviticus 26:6; Revelation 3:9
  20. 20 Deuteronomy 28:65; Job 31:16; Job 17:5; Job 8:13–14; Luke 16:23–26

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences