1 Ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέ μου τὸ οὖς. 2 Καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. 3 Οὐ μὴν δὲ ἀλλʼ ἐγὼ πρὸς Κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. 4 Ὑμεῖς δὲ ἐστὲ ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες. 5 Εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία. 6 Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. 7 Πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8 Ἢ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. 9 Καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, 10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, 11 πότερον οὐχ ἡ δῖνα αὐτοῦ στροβήσει ὑμᾶς; ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν, 12 ἀποβήσεται δὲ ὑμῶν τὸ γαυρίαμα ἶσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. 13 Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, 14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι, ψυχὴν δέ μου θήσω ἐν χειρί. 15 Ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· 16 Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. 17 Ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου, ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. 18 Ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. 19 Τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; 20 Δυεῖν δέ μοι χρήσῃ, τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι. 21 Τὴν χεῖρα ἀπʼ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. 22 Εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν· 23 Πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί. 24 Διατί ἀπʼ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; 25 Ἢ ὡς φῦλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; 26 Ὅτι κατέγραψας κατʼ ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας. 27 Ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου. 28 Ὃ παλαιοῦται ἶσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
Job · Brenton's Greek Septuagint
Job 13 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (28)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Job 5:9–16; Job 12:9–25; Job 15:17–18; 1 John 1:3; Job 8:8–10
- 2 Job 12:3; 2 Corinthians 11:16–18; 2 Corinthians 12:11; Job 42:7; Job 40:4–5
- 3 Isaiah 41:21; Job 9:3; Isaiah 1:18–20; Job 13:22; Job 31:35
- 4 Psalm 119:69; Job 16:2; Jeremiah 23:32; Jeremiah 6:14; Mark 5:26
- 5 Proverbs 17:28; James 1:19; Ecclesiastes 5:3; Job 13:13; Job 32:1
- 6 Job 34:2; Proverbs 8:6–7; Job 21:2–3; Job 33:1–3; Judges 9:7
- 7 Job 36:4; Job 27:4; 2 Corinthians 4:2; Romans 3:5–8; Job 4:7
- 8 Proverbs 24:23; Exodus 23:2–3; Job 32:21; Malachi 2:9; Job 34:19
- 9 Galatians 6:7–8; Jeremiah 17:10; Psalm 44:21; Psalm 139:23; Isaiah 28:22
- 10 James 2:9; Psalm 50:21–22; Psalm 82:2; Job 42:7–8
- 11 Psalm 119:120; Job 31:23; Exodus 15:16; Isaiah 8:13; Job 13:21
- 12 Genesis 18:27; Exodus 17:14; 2 Corinthians 5:1; Proverbs 10:7; Psalm 109:15
- 13 Job 7:11; Job 13:5; Job 21:3; Job 10:1; Job 6:9–10
- 14 Judges 12:3; Psalm 119:109; 1 Samuel 19:5; Job 18:4; Ecclesiastes 4:5
- 15 Psalm 23:4; Job 19:25–28; Job 23:10; Romans 8:38–39; 1 John 3:20
- 16 Isaiah 12:1–2; Isaiah 33:14; Psalm 118:21; Psalm 27:1; Job 27:8–10
- 17 Job 33:1; Job 21:2; Job 13:6
- 18 Job 23:4; Job 9:2–3; Job 40:7–8; Isaiah 43:26; Job 16:21
- 19 Isaiah 50:7–8; Job 33:32; Job 10:8; Job 13:13; Job 33:5–7
- 20 Genesis 3:8–10; Psalm 139:12; Revelation 6:15–16; Job 9:34–35
- 21 Job 33:7; Psalm 39:10; Job 9:34; Job 13:11; Job 22:15–17
- 22 Job 14:15; Job 9:16; Job 38:3; Job 42:3–6; Job 40:4–5
- 23 Psalm 139:23; Job 36:8–9; Psalm 44:20–21; Job 22:5
- 24 Job 19:11; Lamentations 2:5; Psalm 13:1; Isaiah 8:17; Job 33:10
- 25 Leviticus 26:36; Job 21:18; 1 Samuel 24:14; Matthew 12:20; Job 14:3
- 26 Psalm 25:7; John 5:14; Job 20:11; Jeremiah 31:19; Job 3:20
- 27 Job 33:11; Job 14:16; Proverbs 7:22; Job 2:7; Acts 16:24
- 28 Psalm 39:11; Job 4:19; Numbers 12:12; Job 30:17–19; Hosea 5:12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences