Skip to the text

Job · Brenton's Greek Septuagint

Job 37 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἀπὸ ταύτης ἐταράχθη ἡ καρδία μου, καὶ ἀπεῤῥύη ἐκ τοῦ τόπου αὐτῆς. 2 Ἄκουε ἀκοὴν ἐν ὀργῇ θυμοῦ Κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. 3 Ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. 4 Ὀπίσω αὐτοῦ βοήσεται φωνῇ, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοὺ· καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. 5 Βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια· ἐποίησε γὰρ μεγάλα ἃ οὐκ ᾔδειμεν, 6 συντάσσων χιόνι, γίνου ἐπὶ τῆς, γῆς, καὶ χειμὼν ὑετὸς, καὶ χειμὼν ὑετῶν δυναστείας αὐτοῦ. 7 Ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. 8 Εἰσῆλθε δὲ θηρία ὑπὸ τὴν σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. 9 Ἐκ ταμιείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος· 10 Καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος· οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται, 11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη· διασκορπιεῖ νέφος φῶς αὐτοῦ, 12 καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ, εἰς ἔργα αὐτῶν· πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρʼ αὐτοῦ ἐπὶ τῆς γῆς, 13 ἐάν τε εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. 14 Ἐνωτίζου ταῦτα, Ἰώβ· στῆθι νουθετούμενος δύναμιν Κυρίου. 15 Οἴδαμεν ὅτι ὁ Θεὸς ἔθετο ἔργα αὐτοῦ, φῶς ποιήσας ἐκ σκότους. 16 Ἐπίσταται δὲ διάκρισιν νεφῶν, ἐξαίσια δὲ πτώματα πονηρῶν. 17 Σοῦ δὲ ἡ στολὴ θερμὴ, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς. 18 Στερεώσεις μετʼ αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως. 19 Διατὶ δίδαξόν με, τί ἐροῦμεν αὐτῷ; καὶ παυσώμεθα πολλὰ λέγοντες. 20 Μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; 21 Πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν, ὥσπερ τὸ παρʼ αὐτοῦ ἐπὶ νεφῶν. 22 Ἀπὸ Βοῤῥᾶ νέφη χρυσαυγοῦντα, ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος, 23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύϊ αὐτοῦ· ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει ἐπακούειν αὐτόν; 24 Διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ.

Cross references (24)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Psalm 119:120; Habakkuk 3:16; Matthew 28:2–4; Acts 16:29; Job 4:14
  2. 2 Job 37:5; Job 36:33; Psalm 29:3–9; Psalm 104:7; Job 38:1
  3. 3 Job 38:13; Matthew 24:27; Isaiah 11:12; Psalm 97:4; Psalm 77:13
  4. 4 Psalm 29:3–9; Psalm 68:33; Exodus 15:7–8; Job 36:27–33; Deuteronomy 33:26
  5. 5 Job 5:9; Romans 11:33; Job 9:10; Isaiah 40:28; Ecclesiastes 3:11
  6. 6 Job 38:22; Job 36:27; Ezekiel 13:13; Psalm 147:16–18; Ezra 10:9
  7. 7 Psalm 111:2; Psalm 109:27; Job 9:7; Psalm 64:9; Isaiah 5:12
  8. 8 Psalm 104:22; Job 38:40
  9. 9 Job 9:9; Isaiah 21:1; Psalm 104:3; Job 38:1; Zechariah 9:14
  10. 10 Job 38:29–30; Psalm 147:16–18; Psalm 78:47
  11. 11 Job 36:27–30; Matthew 17:5; Isaiah 18:4; Job 36:32
  12. 12 Psalm 148:8; Psalm 104:24; James 5:17–18; Joel 2:23; Amos 4:7
  13. 13 1 Kings 18:45; Job 38:26–27; 1 Samuel 12:18–19; Job 36:31; 2 Samuel 21:10
  14. 14 Psalm 111:2; Exodus 14:13; Psalm 145:10–12; Habakkuk 2:20; Psalm 145:5–6
  15. 15 Job 36:30–32; Job 37:11; Isaiah 40:26; Job 38:4–41; Psalm 119:90–91
  16. 16 Job 36:4; Proverbs 3:19–20; Jeremiah 10:12–13; Job 36:29; Isaiah 40:22
  17. 17 Psalm 147:18; Luke 12:55; Job 6:17; Job 38:31
  18. 18 Isaiah 44:24; Psalm 104:2; Isaiah 40:22; Exodus 38:8; Psalm 150:1
  19. 19 Psalm 73:16–17; Proverbs 30:2–4; Job 13:6; Job 38:2; 1 Corinthians 13:12
  20. 20 Matthew 12:36–37; Job 11:7–8; Job 6:3; Psalm 139:4
  21. 21 Job 38:25; Job 26:9; Job 36:32
  22. 22 Psalm 104:1; Jude 25; Hebrews 12:29; Habakkuk 3:3–19; Nahum 1:3
  23. 23 Romans 11:33; 1 Timothy 6:16; Job 36:5; Psalm 99:4; Lamentations 3:32–33
  24. 24 Matthew 10:28; 1 Corinthians 1:26; Job 5:13; Matthew 11:25–26; Romans 2:4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences