PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 εν εκεινω τω καιρω επορευθη ο ιησους τοις σαββασιν δια των σποριμων· οι δε μαθηται αυτου επεινασαν, και ηρξαντο τιλλειν σταχυας και εσθιειν. 1 At that time, Jesus went on the Sabbath day through the grain fields. His disciples were hungry and began to pluck heads of grain and to eat.
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
2 οι δε φαρισαιοι ιδοντες ειπον αυτω· ιδου οι μαθηται σου ποιουσιν ο ουκ εξεστιν ποιειν εν σαββατω. 2 But the Pharisees, when they saw it, said to him, “Behold, your disciples do what is not lawful to do on the Sabbath.”
2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.
3 ο δε ειπεν αυτοις· ουκ ανεγνωτε τι εποιησεν δαυιδ οτε επεινασεν αυτος και οι μετ αυτου; 3 But he said to them, “Haven’t you read what David did when he was hungry, and those who were with him:
3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
4 πως εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθεσεως εφαγεν, ους ουκ εξον ην αυτω φαγειν ουδε τοις μετ αυτου, ει μη μονοις τοις ιερευσιν; 4 how he entered into God’s house and ate the show bread, which was not lawful for him to eat, nor for those who were with him, but only for the priests?
4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι;
5 η ουκ ανεγνωτε εν τω νομω οτι τοις σαββασιν οι ιερεις εν τω ιερω το σαββατον βεβηλουσιν, και αναιτιοι εισιν; 5 Or have you not read in the law that on the Sabbath day the priests in the temple profane the Sabbath and are guiltless?
5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;
6 λεγω δε υμιν οτι του ιερου μειζον εστιν ωδε. 6 But I tell you that one greater than the temple is here.
6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
7 ει δε εγνωκειτε τι εστιν ελεον θελω και ου θυσιαν, ουκ αν κατεδικασατε τους αναιτιους. 7 But if you had known what this means, ‘I desire mercy, and not sacrifice,’ you wouldn’t have condemned the guiltless.
7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8 κυριος γαρ εστιν ο υιος του ανθρωπου και του σαββατου. 8 For the Son of Man is Lord of the Sabbath.”
8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
9 και μεταβας εκειθεν ηλθεν εις την συναγωγην αυτων. 9 He departed from there and went into their synagogue.
9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
10 και ιδου ανθρωπος ην εκει την χειρα εχων ξηραν· και επηρωτησαν αυτον λεγοντες· ει εξεστιν τοις σαββασιν θεραπευειν; ινα κατηγορησωσιν αυτου. 10 And behold, there was a man with a withered hand. They asked him, “Is it lawful to heal on the Sabbath day?” so that they might accuse him.
10 καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
11 ο δε ειπεν αυτοις· τις εσται εξ υμων ανθρωπος ος εξει προβατον εν, και εαν εμπεση τουτο τοις σαββασιν εις βοθυνον, ουχι κρατησει αυτο και εγερει; 11 He said to them, “What man is there among you who has one sheep, and if this one falls into a pit on the Sabbath day, won’t he grab on to it and lift it out?
11 ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12 ποσω ουν διαφερει ανθρωπος προβατου; ωστε εξεστιν τοις σαββασιν καλως ποιειν. 12 Of how much more value then is a man than a sheep! Therefore it is lawful to do good on the Sabbath day.”
12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν.
13 τοτε λεγει τω ανθρωπω· εκτεινον σου την χειρα· και εξετεινεν, και αποκατεσταθη υγιης ως η αλλη. 13 Then he told the man, “Stretch out your hand.” He stretched it out; and it was restored whole, just like the other.
13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
14 εξελθοντες δε οι φαρισαιοι συμβουλιον ελαβον κατ αυτου, οπως αυτον απολεσωσιν. 14 But the Pharisees went out and conspired against him, how they might destroy him.
14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
15 ο δε ιησους γνους ανεχωρησεν εκειθεν· και ηκολουθησαν αυτω οχλοι πολλοι, και εθεραπευσεν αυτους παντας, 15 Jesus, perceiving that, withdrew from there. Great multitudes followed him; and he healed them all,
15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
16 και επετιμησεν αυτοις ινα μη φανερον ποιησωσιν αυτον, 16 and commanded them that they should not make him known,
16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν,
17 οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος· 17 that it might be fulfilled which was spoken through Isaiah the prophet, saying,
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
18 ιδου ο παις μου, ον ηρετισα, ο αγαπητος μου, εις ον ευδοκησεν η ψυχη μου· θησω το πνευμα μου επ αυτον, και κρισιν τοις εθνεσιν απαγγελει· 18 “Behold, my servant whom I have chosen, my beloved in whom my soul is well pleased. I will put my Spirit on him. He will proclaim justice to the nations.
18 ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ·
19 ουκ ερισει ουδε κραυγασει, ουδε ακουσει τις εν ταις πλατειαις την φωνην αυτου. 19 He will not strive, nor shout, neither will anyone hear his voice in the streets.
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20 καλαμον συντετριμμενον ου κατεαξει και λινον τυφομενον ου σβεσει, εως αν εκβαλη εις νικος την κρισιν· 20 He won’t break a bruised reed. He won’t quench a smoking flax, until he leads justice to victory.
20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν·
21 και τω ονοματι αυτου εθνη ελπιουσιν. 21 In his name, the nations will hope.”
21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.
22 τοτε προσηνεχθη αυτω δαιμονιζομενος τυφλος και κωφος, και εθεραπευσεν αυτον, ωστε τον τυφλον και κωφον και λαλειν και βλεπειν· 22 Then one possessed by a demon, blind and mute, was brought to him; and he healed him, so that the blind and mute man both spoke and saw.
22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν·
23 και εξισταντο παντες οι οχλοι και ελεγον· μητι ουτος εστιν ο χριστος ο υιος δαυιδ; 23 All the multitudes were amazed, and said, “Can this be the son of David?”
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ;
24 οι δε φαρισαιοι ακουσαντες ειπον· ουτος ουκ εκβαλλει τα δαιμονια ει μη εν [τω] βεελζεβουλ, αρχοντι των δαιμονιων. 24 But when the Pharisees heard it, they said, “This man does not cast out demons except by Beelzebul, the prince of the demons.”
24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰμὴ ἐν [τῷ] Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων.
25 ειδως δε ο ιησους τας ενθυμησεις αυτων ειπεν αυτοις· πασα βασιλεια μερισθεισα καθ εαυτην ερημουται, και πασα πολις η οικια μερισθεισα καθ εαυτην ου σταθησεται. 25 Knowing their thoughts, Jesus said to them, “Every kingdom divided against itself is brought to desolation, and every city or house divided against itself will not stand.
25 εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτὴν οὐ σταθήσεται.
26 και ει ο σατανας τον σαταναν εκβαλλει, εφ εαυτον εμερισθη· πως ουν σταθησεται η βασιλεια αυτου; 26 If Satan casts out Satan, he is divided against himself. How then will his kingdom stand?
26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27 και ει εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια, οι υιοι υμων εν τινι εκβαλουσιν; δια τουτο αυτοι κριται εσονται υμων. 27 If I by Beelzebul cast out demons, by whom do your children cast them out? Therefore they will be your judges.
27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
28 ει δε εγω εν πνευματι θεου εκβαλλω τα δαιμονια, αρα εφθασεν εφ υμας η βασιλεια του θεου. 28 But if I by the Spirit of God cast out demons, then God’s Kingdom has come upon you.
28 εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
29 η πως δυναται τις εισελθειν εις την οικιαν του ισχυρου και τα σκευη αυτου αρπασαι, εαν μη πρωτον δηση τον ισχυρον; και τοτε την οικιαν αυτου διαρπασει. 29 Or how can one enter into the house of the strong man and plunder his goods, unless he first bind the strong man? Then he will plunder his house.
29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
30 ο μη ων μετ εμου κατ εμου εστιν, και ο μη συναγων μετ εμου σκορπιζει. 30 “He who is not with me is against me, and he who doesn’t gather with me, scatters.
30 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
31 δια τουτο λεγω υμιν, πασα αμαρτια και βλασφημια αφεθησεται τοις ανθρωποις, η δε του πνευματος βλασφημια ουκ αφεθησεται τοις ανθρωποις· 31 Therefore I tell you, every sin and blasphemy will be forgiven men, but the blasphemy against the Spirit will not be forgiven men.
31 Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις·
32 και ος εαν ειπη λογον κατα του υιου του ανθρωπου, αφεθησεται αυτω· ος δ αν ειπη κατα του πνευματος του αγιου, ουκ αφεθησεται αυτω ουτε εν τω νυν αιωνι ουτε εν τω μελλοντι. 32 Whoever speaks a word against the Son of Man, it will be forgiven him; but whoever speaks against the Holy Spirit, it will not be forgiven him, either in this age, or in that which is to come.
32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
33 η ποιησατε το δενδρον καλον, και τον καρπον αυτου καλον, η ποιησατε το δενδρον σαπρον, και τον καρπον αυτου σαπρον· εκ γαρ του καρπου το δενδρον γινωσκεται. 33 “Either make the tree good and its fruit good, or make the tree corrupt and its fruit corrupt; for the tree is known by its fruit.
33 Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπόν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
34 γεννηματα εχιδνων, πως δυνασθε αγαθα λαλειν πονηροι οντες; εκ γαρ του περισσευματος της καρδιας το στομα λαλει. 34 You offspring of vipers, how can you, being evil, speak good things? For out of the abundance of the heart, the mouth speaks.
34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
35 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου εκβαλλει αγαθα, και ο πονηρος ανθρωπος εκ του πονηρου θησαυρου εκβαλλει πονηρα. 35 The good man out of his good treasure brings out good things, and the evil man out of his evil treasure brings out evil things.
35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
36 λεγω δε υμιν οτι παν ρημα αργον ο εαν λαλησωσιν οι ανθρωποι, αποδωσουσιν περι αυτου λογον εν ημερα κρισεως· 36 I tell you that every idle word that men speak, they will give account of it in the day of judgment.
36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
37 εκ γαρ των λογων σου δικαιωθηση και εκ των λογων σου καταδικασθηση. 37 For by your words you will be justified, and by your words you will be condemned.”
37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 τοτε απεκριθησαν τινες των γραμματεων και φαρισαιων λεγοντες· διδασκαλε, θελομεν απο σου σημειον ιδειν. 38 Then certain of the scribes and Pharisees answered, “Teacher, we want to see a sign from you.”
38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39 ο δε αποκριθεις ειπεν αυτοις· γενεα πονηρα και μοιχαλις σημειον επιζητει, και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου. 39 But he answered them, “An evil and adulterous generation seeks after a sign, but no sign will be given to it but the sign of Jonah the prophet.
39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40 ωσπερ γαρ εγενετο ιωνας ο προφητης εν τη κοιλια του κητους τρεις ημερας και τρεις νυκτας, ουτως εσται [και] ο υιος του ανθρωπου εν τη καρδια της γης τρεις ημερας και τρεις νυκτας. 40 For as Jonah was three days and three nights in the belly of the huge fish, so will the Son of Man be three days and three nights in the heart of the earth.
40 ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται [καὶ] ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41 ανδρες νινευιται αναστησονται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινουσιν αυτην, οτι μετενοησαν εις το κηρυγμα ιωνα, και ιδου πλειον ιωνα ωδε. 41 The men of Nineveh will stand up in the judgment with this generation and will condemn it, for they repented at the preaching of Jonah; and behold, someone greater than Jonah is here.
41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
42 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινει αυτην, οτι ηλθεν εκ των περατων της γης ακουσαι την σοφιαν σολομωνος, και ιδου πλειον σολομωνος ωδε. 42 The Queen of the South will rise up in the judgment with this generation and will condemn it, for she came from the ends of the earth to hear the wisdom of Solomon; and behold, someone greater than Solomon is here.
42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
43 οταν δε το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου, διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν, και ουχ ευρισκει. 43 “When an unclean spirit has gone out of a man, he passes through waterless places seeking rest, and doesn’t find it.
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
44 τοτε λεγει· εις τον οικον μου επιστρεψω οθεν εξηλθον· και ελθον ευρισκει σχολαζοντα [και] σεσαρωμενον και κεκοσμημενον. 44 Then he says, ‘I will return into my house from which I came;’ and when he has come back, he finds it empty, swept, and put in order.
44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα [καὶ] σεσαρωμένον καὶ κεκοσμημένον.
45 τοτε πορευεται και παραλαμβανει μεθ εαυτου επτα ετερα πνευματα πονηροτερα εαυτου, και εισελθοντα κατοικει εκει, και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων. ουτως εσται και τη γενεα τη πονηρα ταυτη. 45 Then he goes and takes with himself seven other spirits more evil than he is, and they enter in and dwell there. The last state of that man becomes worse than the first. Even so will it be also to this evil generation.”
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.
46 ετι δε αυτου λαλουντος τοις οχλοις ιδου η μητηρ και οι αδελφοι αυτου ειστηκεισαν εξω, ζητουντες λαλησαι αυτω. 46 While he was yet speaking to the multitudes, behold, his mother and his brothers stood outside, seeking to speak to him.
46 Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες λαλῆσαι αὐτῷ.
47 ειπεν δε τις αυτω· ιδου η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ζητουντες σε ιδειν. 47 One said to him, “Behold, your mother and your brothers stand outside, seeking to speak to you.”
47 εἶπε δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σε ἰδεῖν.
48 ο δε αποκριθεις ειπεν τω λεγοντι αυτω· τις εστιν η μητηρ μου και τινες εισιν οι αδελφοι μου; 48 But he answered him who spoke to him, “Who is my mother? Who are my brothers?”
48 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
49 και εκτεινας την χειρα αυτου επι τους μαθητας αυτου εφη· ιδου η μητηρ μου και οι αδελφοι μου· 49 He stretched out his hand toward his disciples, and said, “Behold, my mother and my brothers!
49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ ἔφη· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
50 οστις γαρ αν ποιηση το θελημα του πατρος μου του εν ουρανοις, αυτος μου αδελφος και αδελφη και μητηρ εστιν. 50 For whoever does the will of my Father who is in heaven, he is my brother, and sister, and mother.”
50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.