PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ιδων δε τους οχλους ανεβη εις το ορος, και καθισαντος αυτου προσηλθον αυτω οι μαθηται αυτου, 1 Seeing the multitudes, he went up onto the mountain. When he had sat down, his disciples came to him.
1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,
2 και ανοιξας το στομα αυτου εδιδασκεν αυτους λεγων· 2 He opened his mouth and taught them, saying,
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
3 μακαριοι οι πτωχοι τω πνευματι, οτι αυτων εστιν η βασιλεια των ουρανων. 3 “Blessed are the poor in spirit, for theirs is the Kingdom of Heaven.
3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
4 μακαριοι οι πενθουντες, οτι αυτοι παρακληθησονται. 4 Blessed are those who mourn, for they shall be comforted.
4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
5 μακαριοι οι πραεις, οτι αυτοι κληρονομησουσιν την γην. 5 Blessed are the gentle, for they shall inherit the earth.
5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
6 μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνην, οτι αυτοι χορτασθησονται. 6 Blessed are those who hunger and thirst for righteousness, for they shall be filled.
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
7 μακαριοι οι ελεημονες, οτι αυτοι ελεηθησονται. 7 Blessed are the merciful, for they shall obtain mercy.
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 μακαριοι οι καθαροι τη καρδια, οτι αυτοι τον θεον οψονται. 8 Blessed are the pure in heart, for they shall see God.
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
9 μακαριοι οι ειρηνοποιοι, οτι αυτοι υιοι θεου κληθησονται. 9 Blessed are the peacemakers, for they shall be called children of God.
9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
10 μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνης, οτι αυτων εστιν η βασιλεια των ουρανων. 10 Blessed are those who have been persecuted for righteousness’ sake, for theirs is the Kingdom of Heaven.
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
11 μακαριοι εστε οταν ονειδισωσιν υμας και διωξωσιν και ειπωσιν παν πονηρον ρημα καθ υμων ψευδομενοι ενεκεν εμου. 11 “Blessed are you when people reproach you, persecute you, and say all kinds of evil against you falsely, for my sake.
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
12 χαιρετε και αγαλλιασθε, οτι ο μισθος υμων πολυς εν τοις ουρανοις· ουτως γαρ εδιωξαν τους προφητας τους προ υμων. 12 Rejoice, and be exceedingly glad, for great is your reward in heaven. For that is how they persecuted the prophets who were before you.
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13 υμεις εστε το αλας της γης· εαν δε το αλας μωρανθη, εν τινι αλισθησεται; εις ουδεν ισχυει ετι ει μη βληθηναι εξω και καταπατεισθαι υπο των ανθρωπων. 13 “You are the salt of the earth, but if the salt has lost its flavor, with what will it be salted? It is then good for nothing, but to be cast out and trodden under the feet of men.
13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
14 υμεις εστε το φως του κοσμου. ου δυναται πολις κρυβηναι επανω ορους κειμενη· 14 “You are the light of the world. A city located on a hill can’t be hidden.
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
15 ουδε καιουσιν λυχνον και τιθεασιν αυτον υπο τον μοδιον, αλλ επι την λυχνιαν, και λαμπει πασιν τοις εν τη οικια. 15 Neither do you light a lamp and put it under a measuring basket, but on a stand; and it shines to all who are in the house.
15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.
16 ουτως λαμψατω το φως υμων εμπροσθεν των ανθρωπων, οπως ιδωσιν υμων τα καλα εργα και δοξασωσιν τον πατερα υμων τον εν τοις ουρανοις. 16 Even so, let your light shine before men, that they may see your good works and glorify your Father who is in heaven.
16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 μη νομισητε οτι ηλθον καταλυσαι τον νομον η τους προφητας· ουκ ηλθον καταλυσαι, αλλα πληρωσαι. 17 “Don’t think that I came to destroy the law or the prophets. I didn’t come to destroy, but to fulfill.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
18 αμην γαρ λεγω υμιν, εως αν παρελθη ο ουρανος και η γη, ιωτα εν η μια κεραια ου μη παρελθη απο του νομου εως αν παντα γενηται. 18 For most certainly, I tell you, until heaven and earth pass away, not even one smallest letter or one tiny pen stroke shall in any way pass away from the law, until all things are accomplished.
18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.
19 ος εαν ουν λυση μιαν των εντολων τουτων των ελαχιστων και διδαξη ουτως τους ανθρωπους, ελαχιστος κληθησεται εν τη βασιλεια των ουρανων· ος δ αν ποιηση και διδαξη, ουτος μεγας κληθησεται εν τη βασιλεια των ουρανων. 19 Therefore, whoever shall break one of these least commandments and teach others to do so, shall be called least in the Kingdom of Heaven; but whoever shall do and teach them shall be called great in the Kingdom of Heaven.
19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
20 λεγω γαρ υμιν οτι εαν μη περισσευση η δικαιοσυνη υμων πλειον των γραμματεων και φαρισαιων, ου μη εισελθητε εις την βασιλειαν των ουρανων. 20 For I tell you that unless your righteousness exceeds that of the scribes and Pharisees, there is no way you will enter into the Kingdom of Heaven.
20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
21 ηκουσατε οτι ερρεθη τοις αρχαιοις, ου φονευσεις· ος δ αν φονευση, ενοχος εσται τη κρισει. 21 “You have heard that it was said to the ancient ones, ‘You shall not murder;’ and ‘Whoever murders will be in danger of the judgment.’
21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
22 εγω δε λεγω υμιν οτι πας ο οργιζομενος τω αδελφω αυτου εικη ενοχος εσται τη κρισει· ος δ αν ειπη τω αδελφω αυτου ρακα, ενοχος εσται τω συνεδριω· ος δ αν ειπη μωρε, ενοχος εσται εις την γεενναν του πυρος. 22 But I tell you that everyone who is angry with his brother without a cause will be in danger of the judgment. Whoever says to his brother, ‘Raca!’ will be in danger of the council. Whoever says, ‘You fool!’ will be in danger of the fire of Gehenna.
22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
23 εαν ουν προσφερης το δωρον σου επι το θυσιαστηριον κακει μνησθης οτι ο αδελφος σου εχει τι κατα σου, 23 “If therefore you are offering your gift at the altar, and there remember that your brother has anything against you,
23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
24 αφες εκει το δωρον σου εμπροσθεν του θυσιαστηριου, και υπαγε πρωτον διαλλαγηθι τω αδελφω σου, και τοτε ελθων προσφερε το δωρον σου. 24 leave your gift there before the altar, and go your way. First be reconciled to your brother, and then come and offer your gift.
24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
25 ισθι ευνοων τω αντιδικω σου ταχυ εως οτου ει εν τη οδω μετ αυτου, μηποτε σε παραδω ο αντιδικος τω κριτη και ο κριτης σε παραδω τω υπηρετη, και εις φυλακην βληθηση· 25 Agree with your adversary quickly while you are with him on the way; lest perhaps the prosecutor deliver you to the judge, and the judge deliver you to the officer, and you be cast into prison.
25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
26 αμην λεγω σοι, ου μη εξελθης εκειθεν εως ου αποδως τον εσχατον κοδραντην. 26 Most certainly I tell you, you shall by no means get out of there until you have paid the last penny.
26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 ηκουσατε οτι ερρεθη τοις αρχαιοις, ου μοιχευσεις. 27 “You have heard that it was said, ‘You shall not commit adultery;’
27 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις.
28 εγω δε λεγω υμιν οτι πας ο βλεπων γυναικα προς το επιθυμησαι αυτην ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου. 28 but I tell you that everyone who gazes at a woman to lust after her has committed adultery with her already in his heart.
28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
29 ει δε ο οφθαλμος σου ο δεξιος σκανδαλιζει σε, εξελε αυτον και βαλε απο σου· συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν. 29 If your right eye causes you to stumble, pluck it out and throw it away from you. For it is more profitable for you that one of your members should perish than for your whole body to be cast into Gehenna.
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
30 και ει η δεξια σου χειρ σκανδαλιζει σε, εκκοψον αυτην και βαλε απο σου· συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν. 30 If your right hand causes you to stumble, cut it off, and throw it away from you. For it is more profitable for you that one of your members should perish, than for your whole body to be cast into Gehenna.
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
31 ερρεθη δε· ος αν απολυση την γυναικα αυτου, δοτω αυτη αποστασιον. 31 “It was also said, ‘Whoever shall put away his wife, let him give her a writing of divorce,’
31 Ἐρρέθη δέ· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
32 εγω δε λεγω υμιν οτι ος αν απολυση την γυναικα αυτου παρεκτος λογου πορνειας, ποιει αυτην μοιχασθαι, και ος εαν απολελυμενην γαμηση, μοιχαται. 32 but I tell you that whoever puts away his wife, except for the cause of sexual immorality, makes her an adulteress; and whoever marries her when she is put away commits adultery.
32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.
33 παλιν ηκουσατε οτι ερρεθη τοις αρχαιοις, ουκ επιορκησεις, αποδωσεις δε τω κυριω τους ορκους σου. 33 “Again you have heard that it was said to the ancient ones, ‘You shall not make false vows, but shall perform to the Lord your vows,’
33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
34 εγω δε λεγω υμιν μη ομοσαι ολως· μητε εν τω ουρανω, οτι θρονος εστιν του θεου· 34 but I tell you, don’t swear at all: neither by heaven, for it is the throne of God;
34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ·
35 μητε εν τη γη, οτι υποποδιον εστιν των ποδων αυτου· μητε εις ιεροσολυμα, οτι πολις εστιν του μεγαλου βασιλεως· 35 nor by the earth, for it is the footstool of his feet; nor by Jerusalem, for it is the city of the great King.
35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως·
36 μητε εν τη κεφαλη σου ομοσης, οτι ου δυνασαι μιαν τριχα λευκην η μελαιναν ποιησαι. 36 Neither shall you swear by your head, for you can’t make one hair white or black.
36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.
37 εστω δε ο λογος υμων ναι ναι, ου ου· το δε περισσον τουτων εκ του πονηρου εστιν. 37 But let your ‘Yes’ be ‘Yes’ and your ‘No’ be ‘No.’ Whatever is more than these is of the evil one.
37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 ηκουσατε οτι ερρεθη, οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντος. 38 “You have heard that it was said, ‘An eye for an eye, and a tooth for a tooth.’
38 Ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος·
39 εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω· αλλ οστις σε ραπισει επι την δεξιαν σιαγονα, στρεψον αυτω και την αλλην· 39 But I tell you, don’t resist him who is evil; but whoever strikes you on your right cheek, turn to him the other also.
39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
40 και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν, αφες αυτω και το ιματιον· 40 If anyone sues you to take away your coat, let him have your cloak also.
40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
41 και οστις σε αγγαρευσει μιλιον εν, υπαγε μετ αυτου δυο· 41 Whoever compels you to go one mile, go with him two.
41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο·
42 τω αιτουντι σε διδου και τον θελοντα απο σου δανεισασθαι μη αποστραφης. 42 Give to him who asks you, and don’t turn away him who desires to borrow from you.
42 τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς.
43 ηκουσατε οτι ερρεθη, αγαπησεις τον πλησιον σου και μισησεις τον εχθρον σου. 43 “You have heard that it was said, ‘You shall love your neighbor and hate your enemy.’
43 Ἠκούσατε ὅτι ἐρρέθη, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
44 εγω δε λεγω υμιν, αγαπατε τους εχθρους υμων, ευλογειτε τους καταρωμενους υμας, καλως ποιειτε τοις μισουσιν υμας και προσευχεσθε υπερ των επηρεαζοντων υμας και διωκοντων υμας, 44 But I tell you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who mistreat you and persecute you,
44 Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς,
45 οπως γενησθε υιοι του πατρος υμων του εν ουρανοις, οτι τον ηλιον αυτου ανατελλει επι πονηρους και αγαθους και βρεχει επι δικαιους και αδικους. 45 that you may be children of your Father who is in heaven. For he makes his sun to rise on the evil and the good, and sends rain on the just and the unjust.
45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
46 εαν γαρ αγαπησητε τους αγαπωντας υμας, τινα μισθον εχετε; ουχι και οι τελωναι το αυτο ποιουσιν; 46 For if you love those who love you, what reward do you have? Don’t even the tax collectors do the same?
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι;
47 και εαν ασπασησθε τους φιλους υμων μονον, τι περισσον ποιειτε; ουχι και οι τελωναι ουτως ποιουσιν; 47 If you only greet your friends, what more do you do than others? Don’t even the tax collectors do the same?
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν;
48 εσεσθε ουν υμεις τελειοι, ωσπερ ο πατηρ υμων ο εν τοις ουρανοις τελειος εστιν. 48 Therefore you shall be perfect, just as your Father in heaven is perfect.
48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.