Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 7 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μη κρινετε, ινα μη κριθητε·
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
2 εν ω γαρ κριματι κρινετε κριθησεσθε, και εν ω μετρω μετρειτε μετρηθησεται υμιν.
2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
3 τι δε βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου, την δε εν τω σω οφθαλμω δοκον ου κατανοεις;
3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
4 η πως ερεις τω αδελφω σου, αφες εκβαλω το καρφος απο του οφθαλμου σου, και ιδου η δοκος εν τω οφθαλμω σου;
4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;
5 υποκριτα, εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου, και τοτε διαβλεψεις εκβαλειν το καρφος εκ του οφθαλμου του αδελφου σου.
5 ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6 μη δωτε το αγιον τοις κυσιν μηδε βαλητε τους μαργαριτας υμων εμπροσθεν των χοιρων, μηποτε καταπατησωσιν αυτους εν τοις ποσιν αυτων και στραφεντες ρηξωσιν υμας.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
7 αιτειτε, και δοθησεται υμιν, ζητειτε, και ευρησετε, κρουετε, και ανοιγησεται ημιν·
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
8 πας γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγησεται.
8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.
9 η τις εστιν εξ υμων ανθρωπος, ον εαν αιτηση ο υιος αυτου αρτον, μη λιθον επιδωσει αυτω;
9 ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;
10 και εαν ιχθυν αιτηση, μη οφιν επιδωσει αυτω;
10 καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
11 ει ουν υμεις, πονηροι οντες, οιδατε δοματα αγαθα διδοναι τοις τεκνοις υμων, ποσω μαλλον ο πατηρ υμων ο εν τοις ουρανοις δωσει αγαθα τοις αιτουσιν αυτον;
11 εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
12 παντα ουν οσα αν θελητε ινα ποιωσιν υμιν οι ανθρωποι, ουτως και υμεις ποιειτε αυτοις· ουτος γαρ εστιν ο νομος και οι προφηται.
12 Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13 εισελθετε δια της στενης πυλης· οτι πλατεια η πυλη και ευρυχωρος η οδος η απαγουσα εις την απωλειαν, και πολλοι εισιν οι εισερχομενοι δι αυτης.
13 Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς.
14 τι στενη η πυλη και τεθλιμμενη η οδος η απαγουσα εις την ζωην, και ολιγοι εισιν οι ευρισκοντες αυτην!
14 τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν!
15 προσεχετε δε απο των ψευδοπροφητων, οιτινες ερχονται προς υμας εν ενδυμασιν προβατων, εσωθεν δε εισιν λυκοι αρπαγες.
15 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.
16 απο των καρπων αυτων επιγνωσεσθε αυτους. μητι συλλεγουσιν απο ακανθων σταφυλην η απο τριβολων συκα;
16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα;
17 ουτως παν δενδρον αγαθον καρπους καλους ποιει, το δε σαπρον δενδρον καρπους πονηρους ποιει.
17 οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.
18 ου δυναται δενδρον αγαθον καρπους πονηρους ποιειν, ουδε δενδρον σαπρον καρπους καλους ποιειν.
18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
19 παν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται.
19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
20 αραγε απο των καρπων αυτων επιγνωσεσθε αυτους.
20 ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
21 ου πας ο λεγων μοι κυριε κυριε, εισελευσεται εις την βασιλειαν των ουρανων, αλλ ο ποιων το θελημα του πατρος μου του εν ουρανοις.
21 Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
22 πολλοι ερουσιν μοι εν εκεινη τη ημερα· κυριε κυριε, ου τω σω ονοματι προεφητευσαμεν, και τω σω ονοματι δαιμονια εξεβαλομεν, και τω σω ονοματι δυναμεις πολλας εποιησαμεν;
22 πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
23 και τοτε ομολογησω αυτοις οτι ουδεποτε εγνων υμας· αποχωρειτε απ εμου οι εργαζομενοι την ανομιαν.
23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24 πας ουν οστις ακουει μου τους λογους τουτους και ποιει αυτους, ομοιωσω αυτον ανδρι φρονιμω, οστις ωκοδομησεν την οικιαν αυτου επι την πετραν·
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
25 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεπεσον τη οικια εκεινη, και ουκ επεσεν· τεθεμελιωτο γαρ επι την πετραν.
25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
26 και πας ο ακουων μου τους λογους τουτους και μη ποιων αυτους ομοιωθησεται ανδρι μωρω, οστις ωκοδομησεν την οικιαν αυτου επι την αμμον·
26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον·
27 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεκοψαν τη οικια εκεινη, και επεσεν, και ην η πτωσις αυτης μεγαλη.
27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 και εγενετο οτε συνετελεσεν ο ιησους τους λογους τουτους, εξεπλησσοντο οι οχλοι επι τη διδαχη αυτου·
28 Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
29 ην γαρ διδασκων αυτους ως εξουσιαν εχων, και ουχ ως οι γραμματεις.
29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
Cross references (27)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 6:37; Romans 2:1–2; James 4:11–12; Luke 6:41; Romans 14:10–13
  2. 2 James 2:13; Mark 4:24; Obadiah 15; Luke 6:38; Psalm 18:25–26
  3. 3 John 8:7–9; Galatians 6:1; Luke 6:41–42; 2 Samuel 12:5–6; Luke 18:11
  4. 5 Luke 6:42; Psalm 51:9–13; Matthew 23:13–28; Luke 13:15; Luke 4:23
  5. 6 Proverbs 9:7–8; Proverbs 23:9; Matthew 10:14–15; Proverbs 26:11; Matthew 15:26
  6. 7 Matthew 21:22; 1 John 3:22; John 15:7; Mark 11:24; Psalm 145:18–19
  7. 8 Psalm 81:10; Psalm 81:16; Luke 23:42–43; Matthew 15:22–28; Acts 9:11
  8. 9 Luke 11:11–13
  9. 11 Luke 11:11–13; James 1:17; Romans 8:32; Psalm 84:11; Isaiah 49:15
  10. 12 Luke 6:31; Romans 13:8–10; Galatians 5:13–14; Leviticus 19:18; Mark 12:29–34
  11. 13 Luke 13:24–25; Proverbs 16:25; John 14:6; John 10:9; Isaiah 55:7
  12. 14 Luke 13:23–30; Matthew 22:14; Matthew 16:24–25; Romans 12:2; Isaiah 35:8
  13. 15 1 John 4:1; Matthew 24:11; 2 Peter 2:1–3; Acts 20:29–31; Mark 13:22–23
  14. 16 Luke 6:43–45; James 3:12; Matthew 12:33; Matthew 7:20; 2 Peter 2:10–18
  15. 17 Matthew 12:33–35; Galatians 5:22–24; Ephesians 5:9; Psalm 1:3; Colossians 1:10
  16. 18 Galatians 5:17; 1 John 3:9–10
  17. 19 Matthew 3:10; John 15:2–6; Luke 3:9; Hebrews 6:8; Luke 13:6–9
  18. 20 Matthew 7:16
  19. 21 Romans 2:13; Luke 6:46; James 1:22; Luke 11:28; Titus 1:16
  20. 22 Luke 13:25–27; 1 Corinthians 13:1–2; Malachi 3:17–18; Hebrews 6:4–6; Acts 19:13–15
  21. 23 Matthew 25:41; Psalm 6:8; Luke 13:27; Luke 13:25; Matthew 25:12
  22. 24 Luke 6:47–49; John 13:17; Luke 11:28; 1 Corinthians 3:10–11; James 2:17–26
  23. 25 James 1:12; Psalm 125:1–2; 1 Peter 1:7; Colossians 2:7; 1 Peter 1:5
  24. 26 Jeremiah 8:9; Luke 6:49; James 2:20; Proverbs 14:1; 1 Samuel 2:30
  25. 27 Matthew 13:19–22; 1 Corinthians 3:13; 2 Peter 2:20–22; Hebrews 10:26–31; Matthew 12:43–45
  26. 28 Luke 4:32; Mark 1:22; John 7:46; Mark 6:2; Luke 4:22
  27. 29 Hebrews 4:12–13; Isaiah 50:4; Luke 20:8; Luke 20:46–47; Deuteronomy 18:18–19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 7:7 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XI)

    In the lesson of the Holy Gospel the Lord hath exhorted us to prayer. "Ask," saith He, "and it shall be given you; seek, and ye shall find; knock, and it shall be opened unto you. For every one that asketh receiveth, and he that seeketh findeth, and to him that knocketh it shall be opened.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 7:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIII)

    What then? Ought we not to blame them that sin? Because Paul also saith this selfsame thing: or rather, there too it is Christ, speaking by Paul, and saying, "Why dost thou judge thy brother?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 7:1 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … all unrighteousness, covetousness, love of money, evil speaking, false witness; "not rendering evil for evil, or railing for railing," or blow for blow, or cursing for cursing, but being mindful of what the Lord said in His teaching: "Judge not, that ye be not judged; forgive, and it shall be forgiven unto you; be merciful, that ye may obtain mercy; …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 7:7 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIII)

    It was, [they affirm,] concerning these that the Lord said, "Seek, and ye shall find," that is, that they should inquire how Nous and Aletheia proceeded from Bythus and Sage; whether Logos and Zoe again derive their origin from these and then, whether Anthropos and Ecclesia proceed from Logos and Zoe.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 7:7 Augustine of Hippo, Confessions (Book I)

    or how shall they believe without a preacher?" And those who seek the Lord shall praise Him. For those who seek shall find Him, and those who find Him shall praise Him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)