PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 καταβαντι δε αυτω απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι. 1 When he came down from the mountain, great multitudes followed him.
1 Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 και ιδου λεπρος ελθων προσεκυνει αυτω λεγων· κυριε, εαν θελης, δυνασαι με καθαρισαι. 2 Behold, a leper came to him and worshiped him, saying, “Lord, if you want to, you can make me clean.”
2 Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
3 και εκτεινας την χειρα ηψατο αυτου ο ιησους λεγων· θελω, καθαρισθητι. και ευθεως εκαθαρισθη αυτου η λεπρα. 3 Jesus stretched out his hand and touched him, saying, “I want to. Be made clean.” Immediately his leprosy was cleansed.
3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ Ἰησοῦς λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 και λεγει αυτω ο ιησους· ορα μηδενι ειπης, αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε το δωρον ο προσεταξεν μωσης εις μαρτυριον αυτοις. 4 Jesus said to him, “See that you tell nobody; but go, show yourself to the priest, and offer the gift that Moses commanded, as a testimony to them.”
4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
5 εισελθοντι δε αυτω εις καπερναουμ προσηλθεν αυτω εκατονταρχος παρακαλων αυτον 5 When he came into Capernaum, a centurion came to him, asking him for help,
5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·
6 και λεγων· κυριε, ο παις μου βεβληται εν τη οικια παραλυτικος, δεινως βασανιζομενος. 6 saying, “Lord, my servant lies in the house paralyzed, grievously tormented.”
6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 και λεγει αυτω ο ιησους· εγω ελθων θεραπευσω αυτον. 7 Jesus said to him, “I will come and heal him.”
7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 και αποκριθεις ο εκατονταρχος εφη· κυριε, ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης· αλλα μονον ειπε λογω, και ιαθησεται ο παις μου. 8 The centurion answered, “Lord, I’m not worthy for you to come under my roof. Just say the word, and my servant will be healed.
8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9 και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν, εχων υπ εμαυτον στρατιωτας, και λεγω τουτω, πορευθητι, και πορευεται, και αλλω, ερχου, και ερχεται, και τω δουλω μου, ποιησον τουτο, και ποιει. 9 For I am also a man under authority, having under myself soldiers. I tell this one, ‘Go,’ and he goes; and tell another, ‘Come,’ and he comes; and tell my servant, ‘Do this,’ and he does it.”
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
10 ακουσας δε ο ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν· αμην λεγω υμιν, ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον. 10 When Jesus heard it, he marveled and said to those who followed, “Most certainly I tell you, I haven’t found so great a faith, not even in Israel.
10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
11 λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων, 11 I tell you that many will come from the east and the west, and will sit down with Abraham, Isaac, and Jacob in the Kingdom of Heaven,
11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
12 οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον· εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων. 12 but the children of the Kingdom will be thrown out into the outer darkness. There will be weeping and gnashing of teeth.”
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 και ειπεν ο ιησους τω εκατονταρχω· υπαγε, και ως επιστευσας γενηθητω σοι. και ιαθη ο παις αυτου εν τη ωρα εκεινη. 13 Jesus said to the centurion, “Go your way. Let it be done for you as you have believed.” His servant was healed in that hour.
13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 και ελθων ο ιησους εις την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν· 14 When Jesus came into Peter’s house, he saw his wife’s mother lying sick with a fever.
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15 και ηψατο της χειρος αυτης, και αφηκεν αυτην ο πυρετος, και ηγερθη και διηκονει αυτω. 15 He touched her hand, and the fever left her. So she got up and served him.
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
16 οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους, και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν, 16 When evening came, they brought to him many possessed with demons. He cast out the spirits with a word, and healed all who were sick,
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
17 οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος· αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν. 17 that it might be fulfilled which was spoken through Isaiah the prophet, saying, “He took our infirmities and bore our diseases.”
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.
18 ιδων δε ο ιησους πολλους οχλους περι αυτον εκελευσεν απελθειν εις το περαν. 18 Now when Jesus saw great multitudes around him, he gave the order to depart to the other side.
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 και προσελθων εις γραμματευς ειπεν αυτω· διδασκαλε, ακολουθησω σοι οπου εαν απερχη. 19 A scribe came and said to him, “Teacher, I will follow you wherever you go.”
19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 και λεγει αυτω ο ιησους· αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις, ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη. 20 Jesus said to him, “The foxes have holes and the birds of the sky have nests, but the Son of Man has nowhere to lay his head.”
20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21 ετερος δε των μαθητων αυτου ειπεν αυτω· κυριε, επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου. 21 Another of his disciples said to him, “Lord, allow me first to go and bury my father.”
21 Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 ο δε ιησους ειπεν αυτω· ακολουθει μοι, και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους. 22 But Jesus said to him, “Follow me, and leave the dead to bury their own dead.”
22 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 και εμβαντι αυτω εις [το] πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου. 23 When he got into a boat, his disciples followed him.
23 Καὶ ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24 και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση, ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων· αυτος δε εκαθευδεν. 24 Behold, a violent storm came up on the sea, so much that the boat was covered with the waves; but he was asleep.
24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
25 και προσελθοντες οι μαθηται αυτου ηγειραν αυτον λεγοντες· κυριε, σωσον ημας, απολλυμεθα. 25 The disciples came to him and woke him up, saying, “Save us, Lord! We are dying!”
25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
26 και λεγει αυτοις· τι δειλοι εστε, ολιγοπιστοι; τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση, και εγενετο γαληνη μεγαλη. 26 He said to them, “Why are you fearful, O you of little faith?” Then he got up, rebuked the wind and the sea, and there was a great calm.
26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 οι δε ανθρωποι εθαυμασαν λεγοντες· ποταπος εστιν ουτος, οτι και οι ανεμοι και η θαλασσα υπακουουσιν αυτω; 27 The men marveled, saying, “What kind of man is this, that even the wind and the sea obey him?”
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
28 και ελθοντι αυτω εις το περαν εις την χωραν των γεργεσηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι, χαλεποι λιαν, ωστε μη ισχυειν τινα παρελθειν δια της οδου εκεινης. 28 When he came to the other side, into the country of the Gergesenes, two people possessed by demons met him there, coming out of the tombs, exceedingly fierce, so that nobody could pass that way.
28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 και ιδου εκραξαν λεγοντες· τι ημιν και σοι, ιησου υιε του θεου; ηλθες ωδε προ καιρου βασανισαι ημας; 29 Behold, they cried out, saying, “What do we have to do with you, Jesus, Son of God? Have you come here to torment us before the time?”
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη. 30 Now there was a herd of many pigs feeding far away from them.
30 ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 οι δε δαιμονες παρεκαλουν αυτον λεγοντες· ει εκβαλλεις ημας, επιτρεψον ημιν απελθειν εις την αγελην των χοιρων. 31 The demons begged him, saying, “If you cast us out, permit us to go away into the herd of pigs.”
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 και ειπεν αυτοις· υπαγετε. οι δε εξελθοντες απηλθον εις την αγελην των χοιρων· και ιδου ωρμησεν πασα η αγελη των χοιρων κατα του κρημνου εις την θαλασσαν και απεθανον εν τοις υδασιν. 32 He said to them, “Go!” They came out and went into the herd of pigs; and behold, the whole herd of pigs rushed down the cliff into the sea and died in the water.
32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 οι δε βοσκοντες εφυγον, και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων. 33 Those who fed them fled and went away into the city and told everything, including what happened to those who were possessed with demons.
33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 και ιδου πασα η πολις εξηλθεν εις συναντησιν τω ιησου, και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων. 34 Behold, all the city came out to meet Jesus. When they saw him, they begged that he would depart from their borders.
34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.