1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· ⸀Ἔξεστιν τῷ σαββάτῳ ⸂θεραπεῦσαι ἢ οὔ ; 4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. 5 ⸀καὶ πρὸς αὐτοὺς εἶπεν· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ⸀πεσεῖται καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ⸀ἐν ἡμέρᾳ τοῦ σαββάτου; 6 καὶ οὐκ ἴσχυσαν ⸀ἀνταποκριθῆναι πρὸς ταῦτα. 7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντων τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε καὶ γένηται ⸂ἀνταπόδομά σοι. 13 ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. 15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστις φάγεται ⸀ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ ⸀δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος · 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου 25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τε καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ, οὐ δύναται ⸂εἶναί μου μαθητής. 27 ⸀ὅστις οὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ ⸀ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχει εἰς ἀπαρτισμόν; 29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου μαθητής. 34 Καλὸν ⸀οὖν τὸ ἅλας· ἐὰν δὲ ⸀καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Luke · SBL Greek New Testament
Luke 14 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (32)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 3:2; Psalm 62:4; Luke 20:20; Proverbs 23:7; Luke 6:7
- 3 Luke 6:9; Matthew 12:10; Mark 3:4; Luke 13:14–16; John 7:23
- 4 Matthew 22:46; Matthew 21:25–27
- 5 Luke 13:15; Exodus 23:4–5; Matthew 12:11–12
- 6 Luke 20:40; Acts 6:10; Luke 20:26; Luke 21:15; Luke 13:17
- 7 Philippians 2:3; Luke 11:43; Matthew 23:6; Luke 20:46; Mark 12:38–39
- 8 Proverbs 25:6–7
- 9 Proverbs 16:18; Proverbs 11:2; Proverbs 3:35; Esther 6:6–12; Ezekiel 28:2–10
- 10 Proverbs 25:6–7; Proverbs 15:33; Isaiah 60:14; Revelation 3:9; 1 Samuel 15:17
- 11 Luke 18:14; Matthew 23:12; Proverbs 29:23; James 4:6; 1 Peter 5:5
- 12 James 2:1–6; Matthew 5:46; Proverbs 22:16; Luke 6:32–36; Proverbs 14:20
- 13 Luke 14:21; Isaiah 58:10; Proverbs 14:31; Isaiah 58:7; Job 29:15–16
- 14 Proverbs 19:17; Acts 24:15; John 5:29; Matthew 6:4; Matthew 25:34–40
- 15 Revelation 19:9; Luke 22:30; Luke 13:29; Matthew 25:10; Matthew 8:11
- 16 Matthew 22:2–14; Revelation 22:17; Isaiah 55:1–7; Luke 14:16–24; Isaiah 25:6–7
- 17 Proverbs 9:1–5; John 7:37; Matthew 22:3–4; Luke 3:4–6; Matthew 10:1–4
- 18 Luke 18:24; Luke 17:26–31; 1 Timothy 6:9–10; Isaiah 29:11–12; Acts 18:5–6
- 20 Deuteronomy 24:5; 1 Corinthians 7:33; Luke 18:29–30; Luke 14:26–28; 1 Corinthians 7:29–31
- 21 Luke 14:13; Matthew 11:5; Luke 14:24; Matthew 22:7–8; Hebrews 2:3
- 22 John 14:2; 1 Timothy 2:5–6; Colossians 2:9; Ephesians 3:8; Revelation 7:4–9
- 23 Matthew 22:9–10; Colossians 1:28; 2 Corinthians 5:11; Acts 13:47–48; 2 Timothy 4:2
- 24 Matthew 21:43; Acts 13:46; Matthew 22:8; John 3:36; John 8:24
- 25 John 6:24–27
- 26 Matthew 10:37; John 12:25; Philippians 3:8; Acts 20:24; Psalm 73:25–26
- 27 Matthew 10:38; Luke 9:23–25; Mark 10:21; Matthew 16:24–26; Mark 8:34–37
- 28 Proverbs 24:27; Matthew 10:22; Joshua 24:19–24; Luke 14:33; Acts 21:13
- 30 Hebrews 6:11; 2 John 8; Hebrews 6:4–8; 2 Peter 2:19–22; Hebrews 10:38
- 31 Proverbs 20:18; Proverbs 25:8; 1 Kings 20:11; 2 Kings 18:20–22
- 32 Acts 12:20; 2 Kings 10:4–5; Job 40:9; Luke 12:58; James 4:6–10
- 33 Philippians 3:7–8; 1 John 2:15–16; Luke 5:28; Luke 14:26; Luke 18:28–30
- 34 Matthew 5:13; Colossians 4:6; Mark 9:49–50; Hebrews 2:4–8
- 35 Matthew 11:15; Revelation 2:11; Revelation 2:7; Luke 9:44; Matthew 13:9
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Holy lessons have been set forth before us, to which we should both give ear, and upon which by the Lord's help I would deliver some observations. In the Apostolic lesson thanks are rendered unto the Lord for the faith of the Gentiles, of course, because it was His work.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
They then represent the Saviour as having indicated this twofold faculty: first, the sustaining power, when He said, "Whosoever doth not bear his cross (Stauros), and follow after me, cannot be my disciple;" and again, "Taking up the cross, follow me;" but the separating power when He said, "I came not to send peace, but a sword." They also maintain …
Thus both of them, being now Thine, were building a tower at the necessary cost, --of forsaking all that they had and following Thee.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
For this reason Luke saith, "If any man come to me, and hate not his father, and mother, and wife, and children, and brethren, and sisters, yea, and his own life also, he cannot be my disciple;" not commanding simply to hate them, since this were even quite contrary to the law; but "when one desires to be loved more …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
John, therefore, did distinctly foresee the first "resurrection of the just," and the inheritance in the kingdom of the earth; and what the prophets have prophesied concerning it harmonize [with his vision].