Skip to the text

Mark · Textus Receptus (Boyd collation)

Mark 6 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2 Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται; 3 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4 Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5 Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε. 6 Καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. 7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. 8 Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον· μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν· 9 ἀλλ᾿ ὑποδεδεμένους σανδάλια· καὶ μὴ ἐνδύσασθαι δύο χιτῶνας. 10 Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. 12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι· 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. 14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 Ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ἐστίν, ἢ ὡς εἷς τῶν προφητῶν. 16 Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. 17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18 Ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί· 23 καὶ ὤμοσεν αὐτῇ ὅτι Ὃ ἐάν με αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου. 24 Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί αἰτήσομαι; Ἡ δὲ εἶπε, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25 Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27 Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 28 Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 Καὶ εἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν. 32 Καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾿ ἰδίαν. 33 Καὶ εἶδον αὐτοὺς ὑπάγοντας οἱ ὄχλοι, καὶ ἐπέγνωσαν αὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, καὶ συνῆλθον πρὸς αὐτόν. 34 Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. 37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους, καὶ δῶμεν αὐτοῖς φαγεῖν; 38 Ὁ δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε. Καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας. 39 Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. 42 Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 44 Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους ὡσεὶ πεντακισχίλιοι ἄνδρες. 45 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. 46 Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 47 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 Καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς. 49 Οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν· 50 πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον. 52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις· ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη. 53 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γενησαρέτ, καὶ προσωρμίσθησαν. 54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτόν, 55 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι. 56 Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσώζοντο.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Herod Antipas

    Tetrarch of Galilee

    Herod, tetrarch of Galilee, who had John the Baptist arrested over Herodias, his brother's wife whom he had married, and had him beheaded, and before whom Jesus appeared.

    Cited in the guide: Matthew 14:1; Matthew 14:3; Mark 6:17

  • Herodias

    Wife of Herod the tetrarch

    Previously the wife of Herod's brother Philip, whom Herod married, and for whom John the Baptist rebuked him; she bore a grudge against John and sought his death.

    Cited in the guide: Matthew 14:3; Mark 6:17; Mark 6:19

  • Joses

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers: Joses in Mark 6:3, Joseph in Matthew 13:55. The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of…

    Cited in the guide: Matthew 13:55; Mark 6:3

  • Simon

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers (Matthew 13:55; Mark 6:3). The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of Joseph from an…

    Cited in the guide: Matthew 13:55; Mark 6:3

Cross references (54)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 4:16–30; Matthew 13:54–58; Matthew 2:23
  2. 2 John 7:15; John 6:42; Mark 1:21–22; Acts 4:13–14; Matthew 4:23
  3. 3 Matthew 12:46; Matthew 13:55–57; John 6:42; Jude 1; Matthew 11:6
  4. 4 John 4:44; Luke 4:24; Matthew 13:57; Jeremiah 12:6; Jeremiah 11:21
  5. 5 Matthew 13:58; Mark 9:23; Mark 5:23; Hebrews 4:2; Isaiah 59:1–2
  6. 6 Matthew 9:35; Matthew 8:10; Luke 13:22; Acts 10:38; Isaiah 59:16
  7. 7 Ecclesiastes 4:9–10; Matthew 10:1–5; Luke 10:17–20; Luke 9:1–6; Luke 10:1
  8. 8 Luke 9:3; Matthew 10:9–10; Luke 10:4; Luke 22:35
  9. 9 Acts 12:8; Ephesians 6:15
  10. 10 Luke 9:4; Luke 10:7–8; Matthew 10:11–13; Acts 17:5–7; Acts 16:15
  11. 11 Matthew 10:14–15; Nehemiah 5:13; Acts 18:6; Luke 10:10–15; Jude 7
  12. 12 Matthew 4:17; Luke 13:3; Acts 20:21; Acts 2:38; Luke 11:32
  13. 13 James 5:14–15; Mark 6:7; Luke 10:17
  14. 14 Luke 9:7–9; Mark 6:14–29; Mark 1:28; Luke 23:7–12; Luke 13:31
  15. 15 Matthew 16:14; Malachi 4:5; Matthew 21:11; Mark 8:28; Luke 7:16
  16. 16 Genesis 40:10–11; Luke 9:9; Revelation 11:10–13; Matthew 27:4; Psalm 53:5
  17. 17 Matthew 11:2; Luke 3:19–20; Luke 3:1; Matthew 4:12; Matthew 14:3–12
  18. 18 Leviticus 18:16; Leviticus 20:21; Ezekiel 3:18–19; 1 Kings 22:14; Matthew 14:3–4
  19. 19 Ephesians 4:26–27; Ecclesiastes 7:9; 1 Kings 21:20; Genesis 39:17–20
  20. 20 Matthew 21:26; Matthew 14:5; 2 Chronicles 24:15–22; John 5:35; Psalm 106:12–13
  21. 21 Esther 2:18; Genesis 40:20; Hosea 7:5; 1 Peter 4:3; 2 Samuel 13:23–29
  22. 22 Esther 1:10–12; Matthew 14:6; Daniel 5:2; Isaiah 3:16–26
  23. 23 Esther 5:3; Esther 7:2; Matthew 4:9; 1 Samuel 28:10; Esther 5:6
  24. 24 2 Chronicles 22:3–4; Job 31:31; Genesis 27:8–11; Ezekiel 19:2–3; Psalm 27:2
  25. 25 Proverbs 1:16; Numbers 7:13; Romans 3:15; Numbers 7:19–89
  26. 26 Matthew 27:24–25; Matthew 14:9; Matthew 27:3–5
  27. 27 Matthew 14:10–11
  28. 29 Matthew 14:12; 2 Chronicles 24:16; Acts 8:2; 1 Kings 13:29–30; Matthew 27:57–60
  29. 30 Luke 9:10; Luke 10:17; Matthew 10:2; Acts 20:18–21; Luke 22:14
  30. 31 Mark 3:20; Mark 3:7; John 6:1; Mark 1:45; Matthew 14:13
  31. 32 Mark 6:45; Mark 8:2–9; Mark 4:36; Mark 3:9; Matthew 14:13–21
  32. 33 John 6:2; Matthew 15:29–31; Mark 6:54–55; James 1:19
  33. 34 Matthew 9:36; Numbers 27:17; Luke 9:11; 2 Chronicles 18:16; Isaiah 61:1–3
  34. 35 John 6:5–15; Luke 9:12–17; Matthew 14:15–21
  35. 36 Matthew 15:23; Mark 3:21; Mark 5:31
  36. 37 2 Kings 4:42–44; Numbers 11:13; Matthew 14:16; Mark 8:2–3; Luke 9:13
  37. 38 Mark 8:5; Matthew 15:34; Luke 9:13; Matthew 14:17–18; John 6:9
  38. 39 1 Corinthians 14:33; Matthew 15:35; 1 Corinthians 14:40; 1 Kings 10:5; Esther 1:5–6
  39. 40 Luke 9:14–15
  40. 41 Matthew 14:19; Mark 7:34; Luke 9:16; Luke 24:30; Mark 14:22
  41. 42 Mark 8:8–9; Luke 9:17; John 6:12; Matthew 15:37–38; Matthew 14:20–21
  42. 43 Mark 8:19–20
  43. 45 Matthew 14:22–33; John 6:15–21; Mark 6:32
  44. 46 Mark 1:35; Matthew 6:6; Luke 6:12; Matthew 14:23; 1 Peter 2:21
  45. 47 Matthew 14:23; John 6:16–17
  46. 48 Job 9:8; Luke 12:38; Luke 24:28; Psalm 93:4; Matthew 14:24
  47. 49 Matthew 14:25–26; Job 9:8; Luke 24:37; Job 4:14–16
  48. 50 Matthew 14:27; Isaiah 43:2; John 6:19–20; Luke 24:38–41; John 20:19–20
  49. 51 Mark 4:39; Psalm 93:3–4; Mark 7:37; John 6:21; Mark 1:27
  50. 52 Mark 8:17–21; Luke 24:25; Isaiah 63:17; Mark 16:14; Matthew 16:9–11
  51. 53 Matthew 14:34–36; John 6:24–25; Luke 5:1
  52. 54 Psalm 9:10; Philippians 3:10
  53. 55 Matthew 4:24; Mark 3:7–11; Mark 2:1–3
  54. 56 Matthew 9:20; Luke 6:19; Mark 3:10; Numbers 15:38–39; Mark 5:27–28

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 6:41 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXIII–XXIV)

    Soter is a name of five letters; Pater, too, contains five letters; Agape (love), too, consists of five letters; and our Lord, after blessing the five loaves, fed with them five thousand men.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 6:56 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XV — 24, 25)

    … said by Mark: "And whithersoever He entered, into villages, or cities, or country, they laid the sick in the streets, and besought Him that they might touch if it were but the border of His garment: and as many as touched Him were made whole." None other man did such things in them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Quotes verse 6:18 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIV)

    For as the former said, "Ye generation of vipers;" so this latter, "How long will ye halt upon both your hips?" And the one said, "Hast thou killed, and inherited?" the other, "It is not lawful for thee to have thy brother Philip's wife." Seest thou the rock?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 6:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLVIII)

    "A prophet," saith He, "is not without honor, save in his own country, and in his own house: and He did not," it is said, "many mighty works, because of their unbelief." But Luke saith, "And He did not there many miracles." And yet it was to be expected He should have done them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 6:23 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLVIII)

    … did he seize upon that wretched person just then, that he sware even to give the half of his kingdom: this being Mark's statement, "He sware unto her, Whatsoever thou shalt ask of me, I will give it thee, unto the half of my kingdom." Such was the value he set upon his royal power; so was he once for …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)