Saltar al texto

2 Samuel · Septuaginta griega de Brenton

2 Samuel 22 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαούλ. 2 Καὶ εἶπεν ᾠδή· Κύριε πέτρα μου, καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί, 3 ὁ Θεός μου, φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου, καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με. 4 Αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5 Ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαῤῥοι ἀνομίας ἐθάμβησάν με. 6 Ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. 7 Ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ. 8 Καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὃτι ἐθυμώθη Κύριος αὐτοῖς. 9 Ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπʼ αὐτοῦ. 10 Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 11 Καὶ ἐπεκάθισεν ἐπὶ τῷ χερουβὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου. 12 Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων, ἐπάχυνεν ἐν νεφέλαις ἀέρος. 13 Ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός. 14 Ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. 15 Καὶ ἀπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἢστραψεν ἀστραπὴν, καὶ ἐξέστησεν αὐτούς. 16 Καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ. 17 Ἀπέστειλεν ἐξ ὕξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν. 18 Ἐῤῥύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 19 Προέφθασάν με ἡμέραι θλίψεώς μου· καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου; 20 καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, καὶ ἐξείλετό με, ὅτι ηὐδόκησες ἐν ἐμοί. 21 Καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι. 22 Ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. 23 Ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπʼ αὐτῶν. 24 Καὶ ἔσομαι ἄμωμος αὐτῷ, καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25 Καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 26 Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ· 27 Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ. 28 Καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. 29 Ὅτι σὺ ὁ λύχνος μου Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου. 30 Ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 31 Ὁ ἰσχυρὸς ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὸ ῥῆμα Κυρίου κραταιὸν πεπυρωμένον· ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπʼ αὐτόν. 32 Τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν; 33 Ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου. 34 Τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με. 35 Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. 36 Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, 37 καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου. 38 Διώξω ἐχθρούς μου, καὶ ἀφανιῶ αὐτοὺς, καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς. 39 Καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 Καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου. 41 Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. 42 Βοήσονται, καὶ οὐκ ἔστι βοηθὸς, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν. 43 Καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. 44 Καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνω ἐδούλευσάν μοι. 45 Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου. 46 Υἱοὶ ἀλλότριοι ἀποῤῥιφήσονται, καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. 47 Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου ὁ φύλαξ τῆς σωτηρίας μου. 48 Ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, παιδεύων λαοὺς ὑποκάτω μου, 49 καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με. 50 Διὰ τοῦτο ἐξομολογήσομαί σοι Κύριε ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ. 51 Μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ τῷ Δαυὶδ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Καὶ οὗτοι οἱ λόγοι Δαυὶδ οἱ ἔσχατοι·

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

Referencias cruzadas (51)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Éxodo 15:1; Jueces 5:1; Isaías 12:1–6; Salmo 103:1–6; Apocalipsis 7:9–17
  2. 2 Salmo 18:2–50; Salmo 31:3; Salmo 71:3; Deuteronomio 32:4; Salmo 91:2
  3. 3 Salmo 9:9; Proverbios 18:10; Isaías 12:2; Génesis 15:1; Salmo 18:2
  4. 4 Salmo 18:3; Romanos 10:13; Salmo 116:2; Apocalipsis 5:12; Salmo 116:4
  5. 5 Jonás 2:3; Salmo 69:14–15; Apocalipsis 17:15; Apocalipsis 12:15–16; Salmo 93:3–4
  6. 6 Salmo 116:3; Proverbios 14:27; Job 36:8; Proverbios 13:14; Jonás 2:2
  7. 7 Salmo 18:6; Jonás 2:7; Salmo 116:4; Éxodo 3:7; Salmo 120:1
  8. 8 Job 26:11; Salmo 97:4; Salmo 77:18; Jueces 5:4; Mateo 28:2
  9. 9 Hebreos 12:29; Salmo 18:15; Job 41:20–21; Jeremías 15:14; Éxodo 24:17
  10. 10 1 Reyes 8:12; Salmo 97:2; Salmo 144:5; Éxodo 20:21; Salmo 104:3
  11. 11 Salmo 104:3; Génesis 3:24; Salmo 18:10; Hebreos 1:14; Salmo 80:1
  12. 12 Salmo 18:11–12; 2 Samuel 22:10; Job 36:29; Salmo 97:2; Salmo 27:5
  13. 13 2 Samuel 22:9
  14. 14 1 Samuel 2:10; Job 37:2–5; Salmo 29:3–9; 1 Samuel 12:17–18; 1 Samuel 7:10
  15. 15 Deuteronomio 32:23; Josué 10:10; Salmo 7:12–13; Habacuc 3:11; Salmo 144:6–7
  16. 16 Nahúm 1:4; Éxodo 15:8–10; Salmo 114:3–7; Habacuc 3:8–10; Salmo 106:9
  17. 17 Isaías 43:2; Salmo 144:7; Salmo 18:16; Salmo 130:1; Salmo 32:6
  18. 18 2 Timoteo 4:17; 2 Samuel 22:1; Salmo 3:7; 2 Corintios 1:10; Salmo 56:9
  19. 19 Salmo 71:20–21; Salmo 118:10–13; Salmo 23:4; 1 Samuel 23:26–27; 1 Samuel 19:11–17
  20. 20 Salmo 31:8; 2 Samuel 15:26; Salmo 118:5; Salmo 149:4; Salmo 22:8
  21. 21 Salmo 24:4; 1 Samuel 26:23; Salmo 7:8; 1 Reyes 8:32; Santiago 4:8
  22. 22 Proverbios 8:32; Génesis 18:19; Salmo 128:1; Salmo 119:1; Salmo 36:3
  23. 23 Salmo 119:102; Salmo 119:30; Juan 15:14; Deuteronomio 7:12; Salmo 119:6
  24. 24 Génesis 6:9; Job 1:1; Génesis 17:1; Efesios 1:4; Hebreos 12:1
  25. 25 2 Samuel 22:21; Romanos 2:7–8; 2 Corintios 5:10; Isaías 3:10; Proverbios 5:21
  26. 26 Mateo 5:7; Santiago 2:13
  27. 27 Mateo 5:8; Salmo 18:26; Levítico 26:23–28; Isaías 45:9; Salmo 125:5
  28. 28 Salmo 72:12–13; Isaías 5:15; Santiago 4:6–7; Job 40:11–12; Isaías 2:17
  29. 29 Salmo 27:1; Juan 8:12; Apocalipsis 21:23; Job 29:3; Juan 12:46
  30. 30 Salmo 18:29; Filipenses 4:13; Salmo 118:10–12; Romanos 8:37
  31. 31 Deuteronomio 32:4; Proverbios 30:5; Salmo 18:30; Salmo 12:6; Mateo 5:48
  32. 32 1 Samuel 2:2; Deuteronomio 32:31; Isaías 44:6; Isaías 44:8; Isaías 45:5–6
  33. 33 Efesios 6:10; Salmo 27:1; Isaías 41:10; Salmo 28:7–8; Filipenses 4:13
  34. 34 Isaías 58:14; Deuteronomio 32:13; Habacuc 3:19; 2 Samuel 2:18; Isaías 33:16
  35. 35 Salmo 144:1; Salmo 18:33–34; Ezequiel 39:9–10; Ezequiel 39:3; Salmo 46:9
  36. 36 Efesios 6:16; Salmo 84:11; Salmo 115:14; Salmo 18:35; Génesis 22:17
  37. 37 Salmo 17:5; Proverbios 4:12; 1 Samuel 2:9; Salmo 121:3; Salmo 18:36
  38. 38 Salmo 21:8–9; 2 Samuel 5:18–25; 2 Samuel 10:14; 2 Samuel 8:1–2; Romanos 8:37
  39. 39 Malaquías 4:3; Salmo 18:37; Salmo 118:10–12; Salmo 110:5–6; Malaquías 4:1
  40. 40 Salmo 44:5; Isaías 60:14; Colosenses 1:11; Salmo 18:32; Salmo 18:39
  41. 41 Éxodo 23:27; Josué 10:24; Lucas 19:14; Lucas 19:27; 2 Tesalonicenses 1:8–9
  42. 42 Isaías 1:15; 1 Samuel 28:6; Miqueas 3:4; Proverbios 1:28; Ezequiel 20:3
  43. 43 Miqueas 7:10; Isaías 10:6; 2 Reyes 13:7; Zacarías 10:5; Deuteronomio 32:26
  44. 44 2 Samuel 8:1–14; Isaías 55:5; 2 Samuel 3:1; Deuteronomio 28:13; 2 Samuel 19:14
  45. 45 Salmo 81:15; Salmo 66:3; Deuteronomio 33:29; Isaías 56:6; Hechos 8:21–23
  46. 46 Miqueas 7:17; Amós 9:3; Isaías 64:6; Isaías 2:19; Santiago 1:11
  47. 47 Salmo 89:26; 2 Samuel 22:3; Job 19:25; Deuteronomio 32:39–40; Lucas 1:47
  48. 48 Salmo 94:1; Salmo 144:2; Salmo 110:1; 2 Samuel 18:19; 1 Samuel 25:30
  49. 49 Salmo 140:1; Salmo 18:48; Números 24:17–19; Salmo 52:1; 2 Samuel 7:8–9
  50. 50 Romanos 15:9; Isaías 12:1–6; Salmo 145:1–2; Salmo 146:1–2; Salmo 18:49
  51. 51 Salmo 89:29; Salmo 18:50; Salmo 89:20; 2 Samuel 7:12–13; Salmo 144:10

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias