LXX Septuaginta griega de Brenton 1 Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον, διέῤῥηξε τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον, καὶ κατεπάσατο σποδόν· καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως, ἐβόα φωνῇ μεγάλῃ, αἴρεται ἔθνος μηδὲν ἠδικηκός. 1 LUEGO que supo Mardochêo todo lo que se había hecho, rasgó sus vestidos, y vistióse de saco y de ceniza, y fuése por medio de la ciudad clamando con grande y amargo clamor.
2 Καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν αὐτῷ ἐξὸν εἰσελθεῖν εἰς τὴν αὐλὴν, σάκκον ἔχοντι καὶ σποδόν. 2 Y vino hasta delante de la puerta del rey: porque no era lícito pasar adentro de la puerta del rey con vestido de saco.
3 Καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς. 3 Y en cada provincia y lugar donde el mandamiento del rey y su decreto llegaba, tenían los Judíos grande luto, y ayuno, y lloro, y lamentación: saco y ceniza era la cama de muchos.
4 Καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης, καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός· καὶ ἀπέστειλε στολίσαι τὸν Μαρδοχαῖον, καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη. 4 Y vinieron las doncellas de Esther y sus eunucos, y dijéronselo: y la reina tuvo gran dolor, y envió vestidos para hacer vestir á Mardochêo, y hacerle quitar el saco de sobre él; mas él no los recibió.
5 Ἡ δὲ Ἐσθὴρ προσεκαλέσατο Ἀχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλε μαθεῖν αὕτη παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές. 5 Entonces Esther llamó á Atach, uno de los eunucos del rey, que él había hecho estar delante de ella, y mandólo á Mardochêo, con orden de saber qué era aquello, y por qué. 6 Salió pues Atach á Mardochêo, á la plaza de la ciudad que estaba delante de la puerta del rey.
7 Ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς, καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἀμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους. 7 Y Mardochêo le declaró todo lo que le había acontecido, y dióle noticia de la plata que Amán había dicho que pesaría para los tesoros del rey por razón de los Judíos, para destruirlos.
8 καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς, ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ, ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα, καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου, ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἀμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν Κύριον, καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν, ῥύσαι ἡμᾶς ἐκ θανάτου. 8 Dióle también la copia de la escritura del decreto que había sido dado en Susán para que fuesen destruídos, á fin de que la mostrara á Esther y se lo declarase, y le encargara que fuese al rey á suplicarle, y á pedir delante de él por su pueblo.
9 Εἰσελθὼν δὲ ὁ Ἀχραθαῖος ἐλάλσεν αὐτῇ πάντας τοὺς λόγους τούτους. 9 Y vino Atach, y contó á Esther las palabras de Mardochêo.
10 Εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἀχραθαῖον, πορεύθητι πρὸς Μαρδοχαῖον, καὶ εἶπον, 10 Entonces Esther dijo á Atach, y mandóle [decir] á Mardochêo:
11 ὅτι τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνῃ ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κᾀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα. 11 Todos los siervos del rey, y el pueblo de las provincias del rey saben, que cualquier hombre ó mujer que entra al rey al patio de adentro sin ser llamado, por una sola ley ha de morir: salvo aquel á quien el rey extendiere el cetro de oro, el cual vivirá: y yo no he sido llamada para entrar al rey estos treinta días.
12 Καὶ ἀπήγγειλεν Ἀχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ. 12 Y dijeron á Mardochêo las palabras de Esther.
13 Καὶ εἶπε Μαρδοχαῖος πρὸς Ἀχραθαῖον, πορεύθητι, καὶ εἰπὸν αὐτῇ, Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ, ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους· 13 Entonces dijo Mardochêo que respondiesen á Esther: No pienses en tu alma, que escaparás en la casa del rey más que todos los Judíos:
14◆ Ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ, ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε· καὶ τίς εἶδεν, εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας; 14 Porque si absolutamente callares en este tiempo, respiro y libertación tendrán los Judíos de otra parte; mas tú y la casa de tu padre pereceréis. ¿Y quién sabe si para esta hora te han hecho llegar al reino?
15 καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν, πρὸς Μαρδοχαῖον, λέγουσα, 15 Y Esther dijo que respondiesen á Mardochêo:
16 βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοὶ, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κᾀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με δέῃ. 16 Ve, y junta á todos los Judíos que se hallan en Susán, y ayunad por mí, y no comáis ni bebáis en tres días, noche ni día: yo también con mis doncellas ayunaré igualmente, y así entraré al rey, aunque no sea conforme á la ley; y si perezco, que perezca.
17 Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ· 17 Entonces se fué Mardochêo, é hizo conforme á todo lo que le mandó Esther.
17a “Καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου, καὶ εἶπε, ·
17b Κύριε Κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστι, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ. ·
17c Ὅτι σὺ ἐποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπʼ οὐρανόν. Καὶ Κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ Κυρίῳ. ·
17d Σὺ πάντα γινώσκεις· σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει, οὐδὲ ἐν ὑπερηφανείᾳ, οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν. Ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ. ·
17e Ἀλλʼ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης Θεοῦ· καὶ οὐ προσκυνήσω οὐδένα, πλὴν σοῦ τοῦ κυρίου μου, καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανείᾳ. ·
17f Καὶ νῦν, Κύριε ὁ Θεὸς ὁ βασιλεὺς ὁ Θεὸς Ἀβραὰμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν, καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου. ·
17g Μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου. ·
17h Ἐπάκουσον τῆς δεήσεώς μου, καὶ ἱλάσθητι τῷ κλήρῳ σου, καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σε Κύριε. ·
17i “Καὶ πᾶς Ἰσραὴλ ἐκέκραξεν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. ·
17k Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν Κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη, καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς, ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων, σποδοῦ καὶ κοπριῶν ἐνέπλησε τὴν κεφαλὴν αὐτῆς· καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσε σφόδρα, καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς. “Καὶ ἐδεῖτο Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ εἶπεν, ·
17l Κύριέ μου βασιλεὺς ἡμῶν σὺ εἶ μόνος, βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σὲ, ὅτι κίνδυνός μου ἐν χειρί μου. ·
17m Ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σὺ Κύριε ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν, καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. ·
17n Καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθʼ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ Κύριε. ·
17o Καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλʼ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν, ἐξᾶραι ὁρισμὸν στόματός σου, καὶ ἀφανίσαι κληρονομίαν σου, καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίον σου, ·
17p καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων, καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. ·
17q “Μὴπαραδῷς Κύριε τὸ σκῆπτρόνσουτοῖς μὴοὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπʼ αὐτούς· τὸν δὲ ἀρξάμενον ἐφʼ ἡμᾶς παραδειγμάτισον. ·
17r Μνήσθητι Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν, καὶ πάσης ἀρχῆς ἐπικρατῶν. ·
17s Δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ. ·
17t Ἡμᾶς δὲ ῥύσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ, καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ Κύριε· ·
17u πάντων γνῶσιν ἔχεις, καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων, καὶ παντὸς ἀλλοτρίου. ·
17w Σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὁπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. ·
17x Καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἀμὰν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν. ·
17y Καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοὶ, Κύριε ὁ Θεὸς Ἁβραάμ. ·
17z Ὁ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων, καὶ ῥύσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου. ·