1 Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπʼ αὐτὸν καὶ ἐπʼ Αἴγυπτον ὅλην, 3 καὶ εἰπόν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα, ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς. 4 Καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθῦας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, 5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα· 6 Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος· ἀνθʼ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραὴλ, 7 ὅτε ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. 8 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη, 9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· ἀντὶ τοῦ λέγειν σε, οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτοὺς, 10 Διατοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδωλοῦ καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων. 11 Οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτὴν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη. 12 Καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσεράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. 13 Τάδε λέγει Κύριος, μετὰ τεσσεράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, 14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν, καὶ ἔσται ἀρχὴ ταπεινὴ 15 παρὰ πάσας τὰς ἀρχάς· οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. 16 Καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω ἀυτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 17 Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 18 Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπʼ αὐτήν. 19 Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς· καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ, 20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου· τάδε λέγει Κύριος Κύριος. 21 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
Ezequiel · Septuaginta griega de Brenton
Ezequiel 29 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (21)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Ezequiel 26:1; Ezequiel 29:17; Ezequiel 20:1; Ezequiel 8:1; Ezequiel 40:1
- 2 Ezequiel 6:2; Jeremías 46:2–16; Jeremías 44:30; Ezequiel 25:2; Ezequiel 21:2
- 3 Isaías 27:1; Ezequiel 32:2; Jeremías 44:30; Deuteronomio 8:17; Ezequiel 29:9–10
- 4 Ezequiel 38:4; 2 Reyes 19:28; Isaías 37:29; Habacuc 1:14–15; Amós 4:2
- 5 Jeremías 7:33; Jeremías 8:2; Ezequiel 32:4–6; Jeremías 34:20; Jeremías 25:33
- 6 Isaías 36:6; 2 Reyes 18:21; Ezequiel 28:26; Jeremías 2:36; Isaías 20:5–6
- 7 Isaías 36:6; Ezequiel 17:15–17; Jeremías 17:5–6; Salmo 118:8–9; Salmo 146:3–4
- 8 Ezequiel 14:17; Jeremías 46:13–26; Ezequiel 30:4; Génesis 6:7; Ezequiel 32:10–13
- 9 Ezequiel 29:3; Ezequiel 29:10–12; Proverbios 18:12; Proverbios 16:18; Proverbios 29:23
- 10 Ezequiel 30:12; Ezequiel 29:11; Éxodo 14:2; Jeremías 44:1; Jeremías 46:14
- 11 Ezequiel 32:13; Jeremías 43:11–12; Ezequiel 31:12; Ezequiel 30:10–13; Ezequiel 33:28
- 12 Ezequiel 30:23; Jeremías 46:19; Ezequiel 30:7; Jeremías 25:15–19; Ezequiel 30:26
- 13 Jeremías 46:26; Isaías 19:22
- 14 Ezequiel 30:14; Isaías 11:11; Jeremías 44:1; 1 Crónicas 1:12; Génesis 10:14
- 15 Ezequiel 30:13; Zacarías 10:11; Nahúm 3:8–9; Ezequiel 17:6; Ezequiel 17:14
- 16 Isaías 20:5; Oseas 8:13; Ezequiel 29:6–7; Salmo 25:7; Jeremías 2:36–37
- 17 Ezequiel 29:1; Ezequiel 1:2; Ezequiel 24:1
- 18 Jeremías 27:6; Ezequiel 26:7–12; Jeremías 25:9; Jeremías 48:37
- 19 Ezequiel 30:24–25; Jeremías 43:10–13; Ezequiel 30:10–12; Ezequiel 32:11; Ezequiel 30:4
- 20 Jeremías 25:9; Isaías 10:6–7; Isaías 45:1–3; 2 Reyes 10:30
- 21 Lucas 21:15; 1 Samuel 2:10; Salmo 132:17; Amós 3:7–8; Salmo 92:10
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias