Saltar al texto

Ezequiel · Septuaginta griega de Brenton

Ezequiel 35 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπʼ ὄρος Σηεὶρ, καὶ προφήτευσον εἰς αὐτὸ, 3 καὶ εἰπὸν αὐτῷ, Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ ὄρος Σηεὶρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ, 4 καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. 5 Ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας, ἐπʼ ἐσχάτων. 6 Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε. 7 Καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπʼ αὐτοῦ ἀνθρώπους καὶ κτήνη, 8 καὶ ἐμπλήσω τῶν τραυματιῶν βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. 9 Ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. 10 Διὰ τὸ εἰπεῖν σε, τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστι· 11 Διατοῦτο ζῶ ἐγὼ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρινῶ σε, 12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος· ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας, τὰ ὄρη Ἰσραὴλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα, 13 καὶ ἐμεγαλοῤῥημόνησας ἐπʼ ἐμὲ τῷ στόματί σου, ἐγὼ ἤκουσα. 14 Τάδε λέγει Κύριος, ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε. 15 Ἔρημον ἔσῃ ὄρος Σηεὶρ, καὶ πᾶσα ἡ Ἰδουμαία, καὶ ἐξαναλωθήσεται, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.

Referencias cruzadas (15)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 2 Pedro 1:21; Ezequiel 21:1; Ezequiel 22:1; Ezequiel 34:1
  2. 2 Génesis 32:3; Ezequiel 6:2; Ezequiel 25:8; Amós 1:11–12; Ezequiel 21:2
  3. 3 Jeremías 6:12; Jeremías 15:6; Ezequiel 6:14; Ezequiel 35:7; Ezequiel 5:15
  4. 4 Ezequiel 35:9; Malaquías 1:3–4; Éxodo 14:4; Ezequiel 35:12; Joel 3:19
  5. 5 Salmo 137:7; Abdías 10–16; Amós 1:11; Ezequiel 25:12; Ezequiel 21:25
  6. 6 Isaías 63:2–6; Abdías 15; Apocalipsis 18:24; Apocalipsis 18:6; Mateo 7:2
  7. 7 Ezequiel 29:11; Jueces 5:6–7; Ezequiel 35:3; 2 Crónicas 15:5–6; Ezequiel 33:28
  8. 8 Ezequiel 31:12; Ezequiel 32:4–5; Ezequiel 39:4–5; Isaías 34:2–7
  9. 9 Ezequiel 25:13; Ezequiel 6:7; Malaquías 1:3–4; Ezequiel 35:4; Ezequiel 7:4
  10. 10 Ezequiel 36:5; Ezequiel 48:35; Salmo 83:4–12; Ezequiel 36:2; Salmo 48:1–3
  11. 11 Mateo 7:2; Salmo 9:16; Salmo 73:17–18; Salmo 137:7; Amós 1:11
  12. 12 Ezequiel 36:2; Salmo 83:12; Jeremías 50:7; Ezequiel 6:7; Ezequiel 35:9
  13. 13 Daniel 11:36; Jeremías 29:23; Ezequiel 35:12; 1 Samuel 2:3; Isaías 36:20
  14. 14 Jeremías 51:48; Isaías 14:7–8; Isaías 65:13–15
  15. 15 Ezequiel 35:3–4; Isaías 34:5–6; Lamentaciones 4:21; Abdías 12; Salmo 137:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias