Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 2 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και τη ημερα τη τριτη γαμος εγενετο εν κανα της γαλιλαιας, και ην η μητηρ του ιησου εκει·
1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
2 εκληθη δε και ο ιησους και οι μαθηται αυτου εις τον γαμον.
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
3 και υστερησαντος οινου λεγει η μητηρ του ιησου προς αυτον· οινον ουκ εχουσιν.
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι.
4 λεγει αυτη ο ιησους· τι εμοι και σοι, γυναι; ουπω ηκει η ωρα μου.
4 λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
5 λεγει η μητηρ αυτου τοις διακονοις· ο τι αν λεγη υμιν, ποιησατε.
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
6 ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων, χωρουσαι ανα μετρητας δυο η τρεις.
6 ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
7 λεγει αυτοις ο ιησους· γεμισατε τας υδριας υδατος. και εγεμισαν αυτας εως ανω.
7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
8 και λεγει αυτοις· αντλησατε νυν και φερετε τω αρχιτρικλινω. και ηνεγκαν.
8 καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. καὶ ἤνεγκαν.
9 ως δε εγευσατο ο αρχιτρικλινος το υδωρ οινον γεγενημενον— και ουκ ηδει ποθεν εστιν· οι δε διακονοι ηδεισαν οι ηντληκοτες το υδωρ— φωνει τον νυμφιον ο αρχιτρικλινος
9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον — καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ — φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
10 και λεγει αυτω· πας ανθρωπος πρωτον τον καλον οινον τιθησιν, και οταν μεθυσθωσιν, τοτε τον ελασσω· συ τετηρηκας τον καλον οινον εως αρτι.
10 καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
11 ταυτην εποιησεν την αρχην των σημειων ο ιησους εν κανα της γαλιλαιας και εφανερωσεν την δοξαν αυτου, και επιστευσαν εις αυτον οι μαθηται αυτου.
11 Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 μετα τουτο κατεβη εις καπερναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου, και εκει εμειναν ου πολλας ημερας.
12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 και εγγυς ην το πασχα των ιουδαιων, και ανεβη εις ιεροσολυμα ο ιησους.
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
14 και ευρεν εν τω ιερω τους πωλουντας βοας και προβατα και περιστερας, και τους κερματιστας καθημενους.
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.
15 και ποιησας φραγελλιον εκ σχοινιων παντας εξεβαλεν εκ του ιερου, τα τε προβατα και τους βοας, και των κολλυβιστων εξεχεεν το κερμα και τας τραπεζας ανεστρεψεν,
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε,
16 και τοις τας περιστερας πωλουσιν ειπεν· αρατε ταυτα εντευθεν· μη ποιειτε τον οικον του πατρος μου οικον εμποριου.
16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
17 εμνησθησαν δε οι μαθηται αυτου οτι γεγραμμενον εστιν, ο ζηλος του οικου σου καταφαγεται με.
17 ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
18 απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω· τι σημειον δεικνυεις ημιν οτι ταυτα ποιεις;
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
19 απεκριθη ιησους και ειπεν αυτοις· λυσατε τον ναον τουτον, και εν τρισιν ημεραις εγερω αυτον.
19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
20 ειπον ουν οι ιουδαιοι· τεσσαρακοντα και εξ ετεσιν ωκοδομηθη ο ναος ουτος, και συ εν τρισιν ημεραις εγερεις αυτον;
20 εἶπον οὖν οἱ Ἰουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
21 εκεινος δε ελεγεν περι του ναου του σωματος αυτου.
21 ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
22 οτε ουν ηγερθη εκ νεκρων, εμνησθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν, και επιστευσαν τη γραφη και τω λογω ω ειπεν ο ιησους.
22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
23 ως δε ην εν τοις ιεροσολυμοις εν τω πασχα εν τη εορτη, πολλοι επιστευσαν εις το ονομα αυτου, θεωρουντες αυτου τα σημεια α εποιει.
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
24 αυτος δε ο ιησους ουκ επιστευεν εαυτον αυτοις δια το αυτον γινωσκειν παντας,
24 αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας,
25 και οτι ου χρειαν ειχεν ινα τις μαρτυρηση περι του ανθρωπου· αυτος γαρ εγινωσκεν τι ην εν τω ανθρωπω.
25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

  • Cana

    Hoy: Northern Israel (Galilee)

    Cana's exact site is debated — Kafr Kanna and Khirbet Qana near Nazareth are the leading candidates (approximate location). It is remembered as the place of Jesus' first miracle.

    Citado en la guía: John 2:1-11; John 4:46

Referencias cruzadas (23)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 4:46; Proverbios 31:10–12; Juan 1:43; Juan 21:2; Mateo 12:46
  2. 2 Mateo 10:40–42; Colosenses 3:17; 1 Corintios 7:39; Hebreos 13:4; Juan 1:40–49
  3. 3 Salmo 104:15; Filipenses 4:6; Isaías 24:11; Mateo 26:28; Eclesiastés 10:19
  4. 4 Juan 7:6; Juan 13:1; Juan 7:30; Juan 8:20; Juan 12:23
  5. 5 Génesis 6:22; Juan 15:14; Hebreos 11:8; Lucas 5:5–6; Hebreos 5:9
  6. 6 Juan 3:25; Efesios 5:26; Hebreos 9:10; Marcos 7:2–5; Hebreos 10:22
  7. 7 2 Reyes 4:2–6; Juan 2:5; 1 Reyes 17:13; Juan 2:3; Marcos 11:2–6
  8. 8 Proverbios 3:5–6; Juan 2:9; Romanos 13:7
  9. 9 Juan 4:46; Juan 7:17; Salmo 119:100
  10. 10 Apocalipsis 7:16–17; Proverbios 9:1–6; Lucas 16:25; Salmo 104:15
  11. 11 Juan 20:30–31; Juan 1:14; Juan 3:2; Juan 6:2; Juan 6:14
  12. 12 Mateo 12:46; Marcos 6:3; 1 Corintios 9:5; Mateo 4:13; Mateo 13:55–56
  13. 13 Lucas 2:41; Juan 11:55; Juan 2:23; Éxodo 12:6–14; Deuteronomio 16:1–8
  14. 14 Lucas 19:45–46; Marcos 11:15; Marcos 11:17; Mateo 21:12–13; Deuteronomio 14:23–26
  15. 16 Mateo 21:13; Jeremías 7:11; Marcos 11:17; Isaías 56:5–11; Lucas 2:49
  16. 17 Salmo 69:9; Salmo 119:139
  17. 18 Lucas 11:29; Mateo 21:23; Juan 6:30; Marcos 8:11; Marcos 11:27–28
  18. 19 Marcos 14:58; Marcos 15:29; Mateo 27:40; Mateo 26:60–61; Mateo 12:40
  19. 21 1 Corintios 6:19; 1 Corintios 3:16; Colosenses 1:19; Efesios 2:20–22; Colosenses 2:9
  20. 22 Juan 12:16; Juan 14:26; Lucas 24:7–8; Juan 16:4; Salmo 16:10
  21. 23 Juan 7:31; Juan 6:14; Lucas 8:13; Efesios 3:16–17; Gálatas 5:6
  22. 24 Juan 6:64; Mateo 9:4; Hechos 1:24; Hebreos 4:13; 1 Crónicas 28:9
  23. 25 Mateo 9:4; Juan 13:11; Juan 6:64; Juan 6:61

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 2:2 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXIII)

    Ye know, Brethren, for ye have learnt it as believing in Christ, and continually too do we by our ministry impress it upon you, that the humility of Christ is the medicine of man's swollen pride. For man would not have perished, had he not been swollen up through pride.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 2:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter II — 1-4)

    The miracle indeed of our Lord Jesus Christ, whereby He made the water into wine, is not marvellous to those who know that it was God's doing. For He who made wine on that day at the marriage feast, in those six water-pots, which He commanded to be filled with water, the self-same does this every year in vines.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Comentario 2:4 John Chrysostom, Homilies on the Gospel of John (Homily XXII)

    In preaching the word there is some toil, and this Paul declares when he says, "Let the elders that rule well be counted worthy of double honor, especially they who labor in the word and doctrine." ( 1 Tim. v.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Cita 2:23 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    First of all, after He had made the water wine at Cana of Galilee, He went up to the festival day of the passover, on which occasion it is written, "For many believed in Him, when they saw the signs which He did," as John the disciple of the Lord records.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 2:19 Augustine of Hippo, The City of God (Book XVI, Chapters 39–41)

    For to this power what is added about the resurrection refers, "Who shall awake him?" This means that no man but Himself has raised Him, who also said of His own body, "Destroy this temple, and in three days I will raise it up." And the very nature of His death, that is, the height of the cross, is understood …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)