Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 3 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ην δε ανθρωπος εκ των φαρισαιων, νικοδημος ονομα αυτω, αρχων των ιουδαιων.
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.
2 ουτος ηλθεν προς αυτον νυκτος και ειπεν αυτω· ραββι, οιδαμεν οτι απο θεου εληλυθας διδασκαλος· ουδεις γαρ ταυτα τα σημεια δυναται ποιειν α συ ποιεις, εαν μη η ο θεος μετ αυτου.
2 οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ.
3 απεκριθη ιησους και ειπεν αυτω· αμην αμην λεγω σοι, εαν μη τις γεννηθη ανωθεν, ου δυναται ιδειν την βασιλειαν του θεου.
3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
4 λεγει προς αυτον ο νικοδημος· πως δυναται ανθρωπος γεννηθηναι γερων ων; μη δυναται εις την κοιλιαν της μητρος αυτου δευτερον εισελθειν και γεννηθηναι;
4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
5 απεκριθη ιησους· αμην αμην λεγω σοι, εαν μη τις γεννηθη εξ υδατος και πνευματος, ου δυναται εισελθειν εις την βασιλειαν του θεου.
5 ἀπεκρίθη Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
6 το γεγεννημενον εκ της σαρκος σαρξ εστιν, και το γεγεννημενον εκ του πνευματος πνευμα εστιν.
6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι.
7 μη θαυμασης οτι ειπον σοι, δει υμας γεννηθηναι ανωθεν.
7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
8 το πνευμα οπου θελει πνει, και την φωνην αυτου ακουεις, αλλ ουκ οιδας ποθεν ερχεται και που υπαγει· ουτως εστιν πας ο γεγεννημενος εκ του πνευματος.
8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.
9 απεκριθη νικοδημος και ειπεν αυτω· πως δυναται ταυτα γενεσθαι;
9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι;
10 απεκριθη ιησους και ειπεν αυτω· συ ει ο διδασκαλος του ισραηλ και ταυτα ου γινωσκεις;
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
11 αμην αμην λεγω σοι οτι ο οιδαμεν λαλουμεν και ο εωρακαμεν μαρτυρουμεν, και την μαρτυριαν ημων ου λαμβανετε.
11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
12 ει τα επιγεια ειπον υμιν και ου πιστευετε, πως εαν ειπω υμιν τα επουρανια πιστευσετε;
12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
13 και ουδεις αναβεβηκεν εις τον ουρανον ει μη ο εκ του ουρανου καταβας, ο υιος του ανθρωπου ο ων εν τω ουρανω.
13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.
14 και καθως μωυσης υψωσεν τον οφιν εν τη ερημω, ουτως υψωθηναι δει τον υιον του ανθρωπου,
14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
15 ινα πας ο πιστευων εις αυτον μη αποληται, αλλ εχη ζωην αιωνιον.
15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
16 ουτως γαρ ηγαπησεν ο θεος τον κοσμον, ωστε τον υιον αυτου τον μονογενη εδωκεν, ινα πας ο πιστευων εις αυτον μη αποληται, αλλ εχη ζωην αιωνιον.
16 οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
17 ου γαρ απεστειλεν ο θεος τον υιον αυτου εις τον κοσμον ινα κρινη τον κοσμον, αλλ ινα σωθη ο κοσμος δι αυτου.
17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.
18 ο πιστευων εις αυτον ου κρινεται, ο δε μη πιστευων ηδη κεκριται, οτι μη πεπιστευκεν εις το ονομα του μονογενους υιου του θεου.
18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
19 αυτη δε εστιν η κρισις, οτι το φως εληλυθεν εις τον κοσμον, και ηγαπησαν οι ανθρωποι μαλλον το σκοτος η το φως· ην γαρ πονηρα αυτων τα εργα.
19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
20 πας γαρ ο φαυλα πρασσων μισει το φως και ουκ ερχεται προς το φως, ινα μη ελεγχθη τα εργα αυτου·
20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·
21 ο δε ποιων την αληθειαν ερχεται προς το φως, ινα φανερωθη αυτου τα εργα, οτι εν θεω εστιν ειργασμενα.
21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
22 μετα ταυτα ηλθεν ο ιησους και οι μαθηται αυτου εις την ιουδαιαν γην, και εκει διετριβεν μετ αυτων και εβαπτιζεν.
22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν.
23 ην δε και ιωαννης βαπτιζων εν αινων εγγυς του σαλειμ, οτι υδατα πολλα ην εκει, και παρεγινοντο και εβαπτιζοντο·
23 ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
24 ουπω γαρ ην βεβλημενος εις την φυλακην ο ιωαννης.
24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
25 εγενετο ουν ζητησις εκ των μαθητων ιωαννου μετα ιουδαιου περι καθαρισμου.
25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.
26 και ηλθον προς τον ιωαννην και ειπον αυτω· ραββι, ος ην μετα σου περαν του ιορδανου, ω συ μεμαρτυρηκας, ιδε ουτος βαπτιζει και παντες ερχονται προς αυτον.
26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
27 απεκριθη ιωαννης και ειπεν· ου δυναται ανθρωπος λαμβανειν ουδεν, εαν μη η δεδομενον αυτω εκ του ουρανου.
27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
28 αυτοι υμεις μοι μαρτυρειτε οτι ειπον· ουκ ειμι εγω ο χριστος, αλλ οτι απεσταλμενος ειμι εμπροσθεν εκεινου.
28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
29 ο εχων την νυμφην νυμφιος εστιν· ο δε φιλος του νυμφιου, ο εστηκως και ακουων αυτου, χαρα χαιρει δια την φωνην του νυμφιου. αυτη ουν η χαρα η εμη πεπληρωται.
29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
30 εκεινον δει αυξανειν, εμε δε ελαττουσθαι.
30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31 ο ανωθεν ερχομενος επανω παντων εστιν. ο ων εκ της γης εκ της γης εστιν και εκ της γης λαλει· ο εκ του ουρανου ερχομενος επανω παντων εστιν,
31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί,
32 και ο εωρακεν και ηκουσεν, τουτο μαρτυρει, και την μαρτυριαν αυτου ουδεις λαμβανει.
32 καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
33 ο λαβων αυτου την μαρτυριαν εσφραγισεν οτι ο θεος αληθης εστιν.
33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
34 ον γαρ απεστειλεν ο θεος, τα ρηματα του θεου λαλει· ου γαρ εκ μετρου διδωσιν ο θεος το πνευμα.
34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.
35 ο πατηρ αγαπα τον υιον και παντα δεδωκεν εν τη χειρι αυτου.
35 ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
36 ο πιστευων εις τον υιον εχει ζωην αιωνιον· ο δε απειθων τω υιω ουκ οψεται ζωην, αλλ η οργη του θεου μενει επ αυτον.
36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Nicodemus

    Pharisee and leader of the Jews

    A Pharisee and leader of the Jews who came to Jesus at night, later asked the council to hear Jesus before judging him, and brought myrrh and aloes of about seventy-five pounds…

    Citado en la guía: John 3:1; John 7:50; John 19:39

Referencias cruzadas (36)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 19:39; Juan 3:10; Juan 7:47–50; Lucas 23:13
  2. 2 Juan 5:36; Hechos 10:38; Hechos 2:22; Juan 9:30–33; Juan 9:16
  3. 3 2 Corintios 5:17; Juan 3:5–6; 1 Pedro 1:23–25; 1 Juan 3:9; 1 Juan 5:1
  4. 4 1 Corintios 2:14; 1 Corintios 1:18; Juan 4:11–12; Juan 3:3; Juan 6:53
  5. 5 Ezequiel 36:25–27; Efesios 5:26; Hechos 2:38; 1 Pedro 3:21; 1 Corintios 6:11
  6. 6 Gálatas 5:16–21; Ezequiel 36:26–27; Romanos 8:4–9; 2 Corintios 5:17; 1 Corintios 15:47–50
  7. 7 Efesios 4:22–24; Juan 3:3; Romanos 12:1–2; 1 Pedro 1:22; Juan 3:12
  8. 8 Eclesiastés 11:4–5; 1 Corintios 2:11; Hechos 2:2; Ezequiel 37:9; 1 Juan 2:29
  9. 9 Isaías 42:16; Juan 6:52; Juan 6:60; Lucas 1:34; Juan 3:4
  10. 10 Mateo 22:29; Jeremías 8:8–9; Ezequiel 11:19; Mateo 15:14; Ezequiel 36:25–27
  11. 11 Juan 8:38; 1 Juan 5:6–12; Juan 12:49; Juan 8:14; Juan 1:18
  12. 12 1 Corintios 3:1–2; 1 Corintios 2:7–9; Hebreos 5:11; Juan 3:31–36; 1 Pedro 2:1–3
  13. 13 Proverbios 30:4; Juan 6:38; Hechos 2:34; Juan 1:18; 1 Corintios 15:47
  14. 14 Números 21:7–9; Juan 8:28; Juan 12:32–34; Lucas 24:26–27; Lucas 24:44–46
  15. 15 Juan 3:16; Juan 6:40; 1 Juan 5:11–13; Juan 3:36; Juan 12:44–46
  16. 16 Romanos 5:8; 1 Juan 4:9–10; Romanos 8:32; Juan 3:15; Juan 11:25–26
  17. 17 1 Juan 4:14; Lucas 19:10; Juan 12:47–48; Juan 6:57; Juan 6:40
  18. 18 1 Juan 5:10; Marcos 16:16; Romanos 8:1; Juan 5:24; 1 Juan 5:12
  19. 19 Juan 8:12; 2 Tesalonicenses 2:12; Juan 9:39–41; Romanos 2:8; Juan 12:43
  20. 20 Efesios 5:11–13; Juan 7:7; Job 24:13–17; Proverbios 1:29; Proverbios 4:18
  21. 21 1 Juan 1:6; Salmo 139:23–24; 3 Juan 11; Efesios 5:9; Filipenses 2:13
  22. 22 Juan 4:1–3; Juan 3:26; Juan 7:3
  23. 23 Marcos 1:4–5; Lucas 3:7; Ezequiel 43:2; 1 Samuel 9:4; Mateo 3:5–6
  24. 24 Mateo 4:12; Mateo 14:3; Marcos 6:17; Lucas 3:19–20; Lucas 9:7–9
  25. 25 Juan 2:6; Mateo 3:11; Hebreos 6:2; Hebreos 9:10; Hebreos 9:23
  26. 26 Juan 1:7; Santiago 3:14–18; Juan 1:15; Gálatas 6:12–13; Juan 12:19
  27. 27 Santiago 1:17; 1 Corintios 4:7; 1 Corintios 15:10; 1 Pedro 4:10–11; Amós 7:15
  28. 28 Juan 1:20; Juan 1:23; Lucas 1:16–17; Mateo 3:11–12; Malaquías 3:1
  29. 29 Efesios 5:25–27; Isaías 54:5; Oseas 2:19; Mateo 9:15; Ezequiel 16:8
  30. 30 Colosenses 1:18; Salmo 72:17–19; Hebreos 3:2–6; Isaías 9:7; 1 Corintios 3:5
  31. 31 Mateo 28:18; Juan 8:23; Romanos 9:5; Juan 6:33; 1 Juan 4:5
  32. 32 Juan 3:11; Juan 15:15; Juan 1:11; Juan 8:26; Juan 5:20
  33. 33 Efesios 1:13; Hebreos 6:17; Tito 1:1–2; 2 Corintios 1:18; Romanos 3:3–4
  34. 34 Hechos 10:38; Mateo 12:18; Juan 15:26; Juan 5:26; Isaías 11:2–5
  35. 35 Mateo 28:18; Juan 5:20; Lucas 10:22; Juan 5:22; Juan 17:2
  36. 36 Juan 5:24; Juan 1:12; 1 Tesalonicenses 5:9; Efesios 5:6; Juan 3:15–16

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 3:6 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter III — 6-21)

    We observe, beloved, that the intimation with which we yesterday excited your attention has brought you together with more alacrity, and in greater number than usual; but meanwhile let us, if you please, pay our debt of a discourse on the Gospel Lesson, which comes in due course.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Comentario 3:5 John Chrysostom, Homilies on the Gospel of John (Homily XXV)

    Little children who go daily to their teachers receive their lessons, and repeat them, and never cease from this kind of acquisition, but sometimes employ nights as well as days, and this they are compelled to do for perishable and transient things.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Cita 3:5 Justin Martyr, First Apology (Chapters LVI–LXI)

    For Christ also said, "Except ye be born again, ye shall not enter into the kingdom of heaven." Now, that it is impossible for those who have once been born to enter into their mothers' wombs, is manifest to all.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 3:14 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    … that men can be saved in no other way from the old wound of the serpent than by believing in Him who, in the likeness of sinful flesh, is lifted up from the earth upon the tree of martyrdom, and draws all things to Himself, and vivifies the dead.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 3:29 Augustine of Hippo, Confessions (Book IV, Chapters XIII–XV)

    These I directed, O sweet Truth, to Thy inward melody, pondering on the "fair and fit," and longing to stay and listen to Thee, and to rejoice greatly at the Bridegroom's voice, and I could not; for by the voices of my own errors was I driven forth, and by the weight of my own pride was I sinking into …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)