Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 7 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και περιεπατει ο ιησους μετα ταυτα εν τη γαλιλαια· ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν, οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι.
1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια.
2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
3 ειπον ουν προς αυτον οι αδελφοι αυτου· μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν, ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεις·
3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς·
4 ουδεις γαρ εν κρυπτω τι ποιει και ζητει αυτος εν παρρησια ειναι. ει ταυτα ποιεις, φανερωσον σεαυτον τω κοσμω.
4 οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον.
5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 λεγει ουν αυτοις ο ιησους· ο καιρος ο εμος ουπω παρεστιν, ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος.
6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 ου δυναται ο κοσμος μισειν υμας· εμε δε μισει, οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν.
7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 υμεις αναβητε εις την εορτην ταυτην· εγω ουπω αναβαινω εις την εορτην ταυτην, οτι ο καιρος ο εμος ουπω πεπληρωται.
8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
9 ταυτα δε ειπων αυτοις εμεινεν εν τη γαλιλαια.
9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 ως δε ανεβησαν οι αδελφοι αυτου, τοτε και αυτος ανεβη εις την εορτην, ου φανερως, αλλ ως εν κρυπτω.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον· που εστιν εκεινος;
11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
12 και γογγυσμος πολυς περι αυτου ην εν τοις οχλοις. οι μεν ελεγον οτι αγαθος εστιν· αλλοι ελεγον, ου, αλλα πλανα τον οχλον.
12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων.
13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 ηδη δε της εορτης μεσουσης ανεβη ο ιησους εις το ιερον και εδιδασκεν.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε.
15 και εθαυμαζον οι ιουδαιοι λεγοντες· πως ουτος γραμματα οιδεν μη μεμαθηκως;
15 καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς;
16 απεκριθη ουν αυτοις ο ιησους και ειπεν· η εμη διδαχη ουκ εστιν εμη, αλλα του πεμψαντος με·
16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με·
17 εαν τις θελη το θελημα αυτου ποιειν, γνωσεται περι της διδαχης, ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω.
17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει, ο δε ζητων την δοξαν του πεμψαντος αυτον, ουτος αληθης εστιν, και αδικια εν αυτω ουκ εστιν.
18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 ου μωυσης δεδωκεν υμιν τον νομον; και ουδεις εξ υμων ποιει τον νομον. τι με ζητειτε αποκτειναι;
19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
20 απεκριθη ο οχλος και ειπεν· δαιμονιον εχεις· τις σε ζητει αποκτειναι;
20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 απεκριθη ιησους και ειπεν αυτοις· εν εργον εποιησα, και παντες θαυμαζετε
21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο.
22 δια τουτο. μωυσης δεδωκεν υμιν την περιτομην, ουχ οτι εκ του μωυσεως εστιν, αλλ εκ των πατερων, και εν σαββατω περιτεμνετε ανθρωπον.
22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 ει περιτομην λαμβανει ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως, εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω!
23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ!
24 μη κρινετε κατ οψιν, αλλα την δικαιαν κρισιν κρινατε.
24 μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
25 ελεγον ουν τινες εκ των ιεροσολυμιτων· ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι;
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 και ιδε παρρησια λαλει, και ουδεν αυτω λεγουσιν. μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν αληθως ο χριστος;
26 καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;
27 αλλα τουτον οιδαμεν ποθεν εστιν· ο δε χριστος οταν ερχηται, ουδεις γινωσκει ποθεν εστιν.
27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 εκραξεν ουν εν τω ιερω διδασκων ο ιησους και λεγων· καμε οιδατε, και οιδατε ποθεν ειμι· και απ εμαυτου ουκ εληλυθα, αλλ εστιν αληθινος ο πεμψας με, ον υμεις ουκ οιδατε·
28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
29 εγω οιδα αυτον, οτι παρ αυτου ειμι κακεινος με απεστειλεν.
29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
30 εζητουν ουν αυτον πιασαι, και ουδεις επεβαλεν επ αυτον την χειρα, οτι ουπω εληλυθει η ωρα αυτου.
30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 πολλοι δε εκ του οχλου επιστευσαν εις αυτον και ελεγον οτι ο χριστος οταν ελθη, μητι πλειονα σημεια τουτων ποιησει ων ουτος εποιησεν;
31 πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα, και απεστειλαν υπηρετας οι φαρισαιοι και οι αρχιερεις ινα πιασωσιν αυτον.
32 ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν.
33 ειπεν ουν ο ιησους· ετι μικρον χρονον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με.
33 εἶπεν οὖν ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 ζητησετε με και ουχ ευρησετε· και οπου ειμι εγω, υμεις ου δυνασθε ελθειν.
34 ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 ειπον ουν οι ιουδαιοι προς εαυτους· που ουτος μελλει πορευεσθαι, οτι ημεις ουχ ευρησομεν αυτον; μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας;
35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 τις εστιν ουτος ο λογος ον ειπεν, ζητησετε με και ουχ ευρησετε, και οπου ειμι εγω, υμεις ου δυνασθε ελθειν;
36 τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων· εαν τις διψα, ερχεσθω προς με και πινετω.
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 ο πιστευων εις εμε, καθως ειπεν η γραφη, ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος.
38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευοντες εις αυτον· ουπω γαρ ην πνευμα αγιον, οτι ιησους ουδεπω εδοξασθη.
39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 πολλοι ουν εκ του οχλου ακουσαντες τον λογον ελεγον· ουτος εστιν αληθως ο προφητης·
40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 αλλοι ελεγον· ουτος εστιν ο χριστος· αλλοι ελεγον· μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται;
41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 ουχι η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης, οπου ην δαυιδ, ο χριστος ερχεται;
42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται;
43 σχισμα ουν εν τω οχλω εγενετο δι αυτον.
43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.
44 τινες δε ηθελον εξ αυτων πιασαι αυτον, αλλ ουδεις επεβαλεν επ αυτον τας χειρας.
44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45 ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους, και ειπον αυτοις εκεινοι· διατι ουκ ηγαγετε αυτον;
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν;
46 απεκριθησαν οι υπηρεται· ουδεποτε ουτως ελαλησεν ανθρωπος, ως ουτος ο ανθρωπος.
46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47 απεκριθησαν ουν αυτοις οι φαρισαιοι· μη και υμεις πεπλανησθε;
47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων;
48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 αλλ ο οχλος ουτος ο μη γινωσκων τον νομον επικαταρατοι εισιν!
49 ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι!
50 λεγει νικοδημος προς αυτους, ο ελθων νυκτος προς αυτον, εις ων εξ αυτων·
50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν·
51 μη ο νομος ημων κρινει τον ανθρωπον, εαν μη ακουση παρ αυτου προτερον και γνω τι ποιει;
51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 απεκριθησαν και ειπον αυτω· μη και συ εκ της γαλιλαιας ει; ερευνησον και ιδε οτι προφητης εκ της γαλιλαιας ουκ εγηγερται.
52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
53◆ <<και απηλθεν εκαστος εις τον οικον αυτου.
53 « Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Nicodemus

    Pharisee and leader of the Jews

    A Pharisee and leader of the Jews who came to Jesus at night, later asked the council to hear Jesus before judging him, and brought myrrh and aloes of about seventy-five pounds…

    Citado en la guía: John 3:1; John 7:50; John 19:39

Referencias cruzadas (52)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 5:16–18; Mateo 21:38; Juan 4:3; Juan 7:19; Mateo 10:23
  2. 2 Zacarías 14:16–19; Deuteronomio 16:13–16; Levítico 23:34–43; Éxodo 23:16–17; Números 29:12–38
  3. 3 Mateo 12:46; Juan 7:5; 1 Samuel 17:28; Génesis 37:20; Lucas 8:19
  4. 4 Juan 18:20; Proverbios 18:1–2; Mateo 23:5; Mateo 6:5; Lucas 6:45
  5. 5 Marcos 3:21; Juan 1:11–13; Miqueas 7:5–6; Juan 7:3; Juan 7:10
  6. 6 Juan 7:8; Juan 2:4; Juan 7:30; Juan 17:1; Juan 13:1
  7. 7 Juan 15:18–19; Juan 3:19; Gálatas 4:16; Proverbios 9:7–8; Santiago 4:4
  8. 8 Juan 7:6; Juan 8:20; 1 Corintios 2:15–16; Juan 7:30
  9. 10 Amós 5:13; Mateo 10:16; Isaías 42:2–3; Mateo 3:15; Juan 7:5
  10. 11 Juan 11:56
  11. 12 Juan 9:16; Juan 7:40–43; Hechos 11:24; Juan 7:47; Juan 7:32
  12. 13 Juan 9:22; Juan 19:38; Juan 20:19; Juan 12:42–43; Proverbios 29:25
  13. 14 Juan 7:28; Lucas 19:47; Hageo 2:7–9; Juan 8:2; Juan 18:20
  14. 15 Lucas 4:22; Mateo 7:28–29; Mateo 13:54; Hechos 26:24; Mateo 22:22
  15. 16 Juan 14:10; Juan 14:24; Juan 5:30; Juan 6:38–40; Juan 12:49–50
  16. 17 Juan 8:31–32; Juan 8:43; Jeremías 31:33–34; Juan 8:47; Daniel 12:10
  17. 18 Juan 5:41; Filipenses 2:3–5; 1 Corintios 10:31–33; Juan 13:31–32; Juan 12:28
  18. 19 Juan 1:17; Juan 7:1; Juan 11:53; Mateo 12:14; Deuteronomio 1:17
  19. 20 Juan 10:20; Juan 8:48; Marcos 3:21–22; Juan 8:52; Marcos 3:30
  20. 21 Juan 5:2–11; Juan 7:23
  21. 22 Levítico 12:3; Génesis 17:10–14; Romanos 4:9–11; Gálatas 3:17
  22. 23 Juan 5:14–16; Mateo 12:2; Mateo 12:5; Juan 5:8–9
  23. 24 Isaías 11:3–4; Santiago 2:9; Proverbios 17:15; Juan 8:15; Proverbios 24:23
  24. 25 Juan 7:10–11
  25. 26 2 Timoteo 1:7–8; Efesios 6:19–20; Juan 7:48; Salmo 40:9–10; Juan 9:22
  26. 27 Miqueas 5:2; Juan 7:41–42; Juan 9:29; Juan 6:42; Mateo 13:54–57
  27. 28 Juan 8:42; Juan 8:19; Jeremías 9:6; Juan 12:49; Juan 5:43
  28. 29 Juan 8:55; Mateo 11:27; Juan 3:16–17; Juan 6:46; 1 Juan 4:9
  29. 30 Juan 10:39; Juan 8:20; Juan 7:6; Juan 7:32; Lucas 13:32–33
  30. 31 Juan 12:42; Mateo 12:23; Hechos 8:13; Juan 11:45; Juan 10:41–42
  31. 32 Hechos 5:26; Mateo 12:23–24; Lucas 22:52–53; Juan 18:3; Juan 12:19
  32. 33 Juan 13:33; Juan 16:5; Marcos 16:19; Juan 17:11; Juan 14:19
  33. 34 Juan 13:33–36; Proverbios 1:24–31; Oseas 5:6; Juan 14:3; Juan 17:24
  34. 35 Santiago 1:1; 1 Pedro 1:1; Sofonías 3:10; Isaías 11:12; Isaías 11:10
  35. 36 Juan 3:9; 1 Corintios 2:14; Juan 7:34; Juan 3:4; Juan 16:17–18
  36. 37 Isaías 55:1; Juan 4:14; Juan 6:35; Isaías 12:3; Apocalipsis 22:17
  37. 38 Juan 4:14; Isaías 44:3; Isaías 58:11; Isaías 12:3; Juan 4:10
  38. 39 Hechos 2:17; Joel 2:28; Juan 14:16–17; Isaías 32:15; Juan 16:7
  39. 40 Mateo 21:11; Juan 1:21; Juan 6:14
  40. 41 Juan 7:52; Juan 1:46; Juan 1:49; Juan 1:41; Juan 4:29
  41. 42 Miqueas 5:2; Mateo 2:5; Jeremías 23:5; Lucas 2:4; Lucas 2:11
  42. 43 Juan 9:16; Juan 10:19; Lucas 12:51; Juan 7:12; Hechos 23:7–10
  43. 44 Juan 7:30; Hechos 23:11; Juan 8:20; Hechos 27:23–25; Juan 18:5–6
  44. 45 Juan 7:32; Hechos 5:21–27
  45. 46 Mateo 7:28–29; Lucas 4:22; Juan 7:26
  46. 47 Juan 7:12; 2 Corintios 6:8; Mateo 27:63; 2 Crónicas 32:15; 2 Reyes 18:29
  47. 48 Juan 12:42; 1 Corintios 1:20; Juan 7:26; 1 Corintios 2:8; Hechos 6:7
  48. 49 1 Corintios 1:20–21; 1 Corintios 3:18–20; Santiago 3:13–18; Juan 9:34; Juan 9:40
  49. 50 Juan 19:39; Juan 3:1–2
  50. 51 Proverbios 18:13; Deuteronomio 1:17; Hechos 23:3; Deuteronomio 19:15–19; Deuteronomio 17:8–11
  51. 52 Juan 7:41; Juan 1:46; Isaías 9:1–2; Mateo 4:15–16; Proverbios 9:7–8
  52. 53 Salmo 33:10; Job 5:12–13; Salmo 76:5; Salmo 76:10

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 7:6 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXIII)

    I Purpose by the Lord's assistance to treat of this section of the Gospel which has just been read; nor is there a little difficulty here, lest the truth be endangered, and falsehood glory. Not that either the truth can perish, nor falsehood triumph.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 7:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VII — 1-13)

    In this chapter of the Gospel, brethren, our Lord Jesus Christ has most especially commended Himself to our faith in respect of His humanity.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Comentario 7:1 John Chrysostom, Homilies on the Gospel of John (Homily XLVIII)

    Nothing is worse than envy and malice; through these death entered into the world. For when the devil saw man honored, he endured not his prosperity, but used every means to destroy him. ( Wisd. ii. 24.) And from the same root one may everywhere see this same fruit produced.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Cita 7:30 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    This is also the reason why, when men were often desirous to take Him, it is said, "No man laid hands upon Him, for the hour of His being taken was not yet come;" nor the time of His passion, which had been foreknown by the Father; as also says the prophet Habakkuk, "By this Thou shalt be known when …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 7:39 Augustine of Hippo, Confessions (Book IX)

    For till then "the Holy Ghost was not yet given, because that Jesus was not yet glorified." And the prophet cries out, How long will ye be slow of heart?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)