Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 6 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 μετα ταυτα απηλθεν ο ιησους περαν της θαλασσης της γαλιλαιας της τιβεριαδος·
1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος·
2 και ηκολουθει αυτω οχλος πολυς, οτι εωρων αυτου τα σημεια α εποιει επι των ασθενουντων.
2 καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3 ανηλθεν δε εις το ορος ο ιησους και εκει εκαθητο μετα των μαθητων αυτου.
3 ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4 ην δε εγγυς το πασχα, η εορτη των ιουδαιων.
4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 επαρας ουν ο ιησους τους οφθαλμους και θεασαμενος οτι πολυς οχλος ερχεται προς αυτον, λεγει προς τον φιλιππον· ποθεν αγορασωμεν αρτους ινα φαγωσιν ουτοι;
5 ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
6 τουτο δε ελεγεν πειραζων αυτον· αυτος γαρ ηδει τι εμελλεν ποιειν.
6 τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.
7 απεκριθη αυτω φιλιππος· διακοσιων δηναριων αρτοι ουκ αρκουσιν αυτοις ινα εκαστος αυτων βραχυ τι λαβη.
7 ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ.
8 λεγει αυτω εις εκ των μαθητων αυτου, ανδρεας ο αδελφος σιμωνος πετρου·
8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·
9 εστιν παιδαριον εν ωδε, ος εχει πεντε αρτους κριθινους και δυο οψαρια· αλλα ταυτα τι εστιν εις τοσουτους;
9 ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
10 ειπεν δε ο ιησους· ποιησατε τους ανθρωπους αναπεσειν· ην δε χορτος πολυς εν τω τοπω. ανεπεσον ουν οι ανδρες τον αριθμον ωσει πεντακισχιλιοι.
10 εἶπε δὲ ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι.
11 ελαβεν δε τους αρτους ο ιησους και ευχαριστησας διεδωκεν τοις μαθηταις, οι δε μαθηται τοις ανακειμενοις· ομοιως και εκ των οψαριων οσον ηθελον.
11 ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
12 ως δε ενεπλησθησαν, λεγει τοις μαθηταις αυτου· συναγαγετε τα περισσευσαντα κλασματα, ινα μη τι αποληται.
12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
13 συνηγαγον ουν και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσεν τοις βεβρωκοσιν.
13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν.
14 οι ουν ανθρωποι, ιδοντες ο εποιησεν σημειον ο ιησους, ελεγον οτι ουτος εστιν αληθως ο προφητης ο ερχομενος εις τον κοσμον.
14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
15 ιησους ουν γνους οτι μελλουσιν ερχεσθαι και αρπαζειν αυτον ινα ποιησωσιν αυτον βασιλεα, ανεχωρησεν παλιν εις το ορος αυτος μονος.
15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 ως δε οψια εγενετο, κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν,
16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17 και εμβαντες εις το πλοιον ηρχοντο περαν της θαλασσης εις καπερναουμ. και σκοτια ηδη εγεγονει και ουκ εληλυθει προς αυτους ο ιησους,
17 καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
18 η τε θαλασσα ανεμου μεγαλου πνεοντος διηγειρετο.
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19 εληλακοτες ουν ως σταδιους εικοσι πεντε η τριακοντα θεωρουσιν τον ιησουν περιπατουντα επι της θαλασσης και εγγυς του πλοιου γινομενον, και εφοβηθησαν.
19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
20 ο δε λεγει αυτοις· εγω ειμι· μη φοβεισθε.
20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
21 ηθελον ουν λαβειν αυτον εις το πλοιον, και ευθεως το πλοιον εγενετο επι της γης εις ην υπηγον.
21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 τη επαυριον ο οχλος ο εστηκως περαν της θαλασσης ιδων οτι πλοιαριον αλλο ουκ ην εκει ει μη εν εκεινο εις ο ενεβησαν οι μαθηται αυτου, και οτι ου συνεισηλθεν τοις μαθηταις αυτου ο ιησους εις το πλοιαριον, αλλα μονοι οι μαθηται αυτου απηλθον·
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
23 αλλα δε ηλθεν πλοιαρια εκ τιβεριαδος εγγυς του τοπου, οπου εφαγον τον αρτον ευχαριστησαντος του κυριου·
23 ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου·
24 οτε ουν ειδεν ο οχλος οτι ιησους ουκ εστιν εκει ουδε οι μαθηται αυτου, ενεβησαν αυτοι εις τα πλοια και ηλθον εις καπερναουμ ζητουντες τον ιησουν.
24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25 και ευροντες αυτον περαν της θαλασσης ειπον αυτω· ραββι, ποτε ωδε γεγονας;
25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας;
26 απεκριθη αυτοις ο ιησους και ειπεν· αμην αμην λεγω υμιν, ζητειτε με, ουχ οτι ειδετε σημεια, αλλ οτι εφαγετε εκ των αρτων και εχορτασθητε.
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27 εργαζεσθε μη την βρωσιν την απολλυμενην, αλλα την βρωσιν την μενουσαν εις ζωην αιωνιον, ην ο υιος του ανθρωπου υμιν δωσει· τουτον γαρ ο πατηρ εσφραγισεν ο θεος.
27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός.
28 ειπον ουν προς αυτον· τι ποιωμεν ινα εργαζωμεθα τα εργα του θεου;
28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τά ἔργα τοῦ Θεοῦ;
29 απεκριθη ιησους και ειπεν αυτοις· τουτο εστιν το εργον του θεου, ινα πιστευσητε εις ον απεστειλεν εκεινος.
29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
30 ειπον ουν αυτω· τι ουν ποιεις συ σημειον ινα ιδωμεν και πιστευσωμεν σοι; τι εργαζη;
30 εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;
31 οι πατερες ημων το μαννα εφαγον εν τη ερημω, καθως εστιν γεγραμμενον· αρτον εκ του ουρανου εδωκεν αυτοις φαγειν.
31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
32 ειπεν ουν αυτοις ο ιησους· αμην αμην λεγω υμιν, ου μωυσης δεδωκεν υμιν τον αρτον εκ του ουρανου, αλλ ο πατηρ μου διδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινον.
32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33 ο γαρ αρτος του θεου εστιν ο καταβαινων εκ του ουρανου και ζωην διδους τω κοσμω.
33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
34 ειπον ουν προς αυτον· κυριε, παντοτε δος ημιν τον αρτον τουτον.
34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 ειπεν δε αυτοις ο ιησους· εγω ειμι ο αρτος της ζωης· ο ερχομενος προς με ου μη πειναση, και ο πιστευων εις εμε ου μη διψηση πωποτε.
35 εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
36 αλλ ειπον υμιν οτι και εωρακατε με και ου πιστευετε.
36 ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
37 παν ο διδωσιν μοι ο πατηρ, προς εμε ηξει, και τον ερχομενον προς με ου μη εκβαλω εξω·
37 Πᾶν ὃ δίδωσί μοι ὁ πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω·
38 οτι καταβεβηκα εκ του ουρανου ουχ ινα ποιω το θελημα το εμον, αλλα το θελημα του πεμψαντος με.
38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39 τουτο δε εστιν το θελημα του πεμψαντος με πατρος, ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου, αλλα αναστησω αυτο εν τη εσχατη ημερα.
39 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
40 τουτο δε εστιν το θελημα του πεμψαντος με, ινα πας ο θεωρων τον υιον και πιστευων εις αυτον εχη ζωην αιωνιον, και αναστησω αυτον εγω τη εσχατη ημερα.
40 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 εγογγυζον ουν οι ιουδαιοι περι αυτου οτι ειπεν, εγω ειμι ο αρτος ο καταβας εκ του ουρανου,
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,
42 και ελεγον· ουχ ουτος εστιν ιησους ο υιος ιωσηφ, ου ημεις οιδαμεν τον πατερα και την μητερα; πως ουν λεγει ουτος οτι εκ του ουρανου καταβεβηκα;
42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
43 απεκριθη ουν ο ιησους και ειπεν αυτοις· μη γογγυζετε μετ αλληλων.
43 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων.
44 ουδεις δυναται ελθειν προς με, εαν μη ο πατηρ ο πεμψας με ελκυση αυτον, και εγω αναστησω αυτον τη εσχατη ημερα.
44 οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
45 εστιν γεγραμμενον εν τοις προφηταις· και εσονται παντες διδακτοι θεου. πας ο ακουων παρα του πατρος και μαθων ερχεται προς με·
45 ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. πᾶς ὁ ἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με·
46 ουχ οτι τον πατερα τις εωρακεν, ει μη ο ων παρα του θεου, ουτος εωρακεν τον πατερα.
46 οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.
47 αμην αμην λεγω υμιν, ο πιστευων εις εμε εχει ζωην αιωνιον.
47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.
48 εγω ειμι ο αρτος της ζωης.
48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49 οι πατερες υμων εφαγον το μαννα εν τη ερημω και απεθανον·
49 οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον·
50 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβαινων, ινα τις εξ αυτου φαγη και μη αποθανη.
50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51 εγω ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβας· εαν τις φαγη εκ τουτου του αρτου, ζησεται εις τον αιωνα. και ο αρτος δε ον εγω δωσω, η σαρξ μου εστιν, ην εγω δωσω υπερ της του κοσμου ζωης.
51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 εμαχοντο ουν προς αλληλους οι ιουδαιοι λεγοντες· πως δυναται ουτος ημιν δουναι την σαρκα φαγειν;
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;
53 ειπεν ουν αυτοις ο ιησους· αμην αμην λεγω υμιν, εαν μη φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε αυτου το αιμα, ουκ εχετε ζωην εν εαυτοις.
53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εχει ζωην αιωνιον, και εγω αναστησω αυτον εν τη εσχατη ημερα.
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
55 η γαρ σαρξ μου αληθως εστιν βρωσις, και το αιμα μου αληθως εστιν ποσις.
55 ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.
56 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εν εμοι μενει, καγω εν αυτω.
56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
57 καθως απεστειλεν με ο ζων πατηρ καγω ζω δια τον πατερα, και ο τρωγων με κακεινος ζησεται δι εμε.
57 καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ.
58 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβας, ου καθως εφαγον οι πατερες υμων το μαννα και απεθανον· ο τρωγων τουτον τον αρτον ζησεται εις τον αιωνα.
58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.
59 ταυτα ειπεν εν συναγωγη διδασκων εν καπερναουμ.
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
60 πολλοι ουν ακουσαντες εκ των μαθητων αυτου ειπον· σκληρος εστιν ουτος ο λογος· τις δυναται αυτου ακουειν;
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;
61 ειδως δε ο ιησους εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου, ειπεν αυτοις· τουτο υμας σκανδαλιζει;
61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;
62 εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον;
62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63 το πνευμα εστιν το ζωοποιουν, η σαρξ ουκ ωφελει ουδεν· τα ρηματα α εγω λαλω υμιν, πνευμα εστιν και ζωη εστιν.
63 τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
64 αλλ εισιν εξ υμων τινες οι ου πιστευουσιν. ηδει γαρ εξ αρχης ο ιησους τινες εισιν οι μη πιστευοντες και τις εστιν ο παραδωσων αυτον.
64 ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
65 και ελεγεν· δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με, εαν μη η δεδομενον αυτω εκ του πατρος μου.
65 καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου.
66 εκ τουτου πολλοι απηλθον [εκ] των μαθητων αυτου εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν.
66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον [ἐκ] τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.
67 ειπεν ουν ο ιησους τοις δωδεκα· μη και υμεις θελετε υπαγειν;
67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 απεκριθη ουν αυτω σιμων πετρος· κυριε, προς τινα απελευσομεθα; ρηματα ζωης αιωνιου εχεις·
68 ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις·
69 και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο χριστος ο υιος του θεου του ζωντος.
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
70 απεκριθη αυτοις ο ιησους· ουκ εγω υμας τους δωδεκα εξελεξαμην; και εξ υμων εις διαβολος εστιν.
70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
71 ελεγεν δε τον ιουδαν σιμωνος ισκαριωτην· ουτος γαρ εμελλεν αυτον παραδιδοναι, εις ων εκ των δωδεκα.
71 ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Simon

    Father of Judas Iscariot

    Named in John 6:71, 13:2 and 13:26 as the father of Judas Iscariot.

    Citado en la guía: John 6:71; John 13:2; John 13:26

Referencias cruzadas (70)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 6:31–44; Juan 6:23; Lucas 5:1; Mateo 4:18; Números 34:11
  2. 2 Mateo 4:24–25; Mateo 12:15; Mateo 15:30–31; Mateo 14:14; Marcos 6:33
  3. 3 Juan 6:15; Lucas 9:28; Mateo 14:23; Lucas 6:12–13; Mateo 15:29
  4. 4 Juan 2:13; Juan 11:55; Éxodo 12:6–14; Juan 5:1; Deuteronomio 16:1
  5. 5 Lucas 9:12–13; Mateo 15:33; Juan 4:35; Juan 1:43; Mateo 14:14–15
  6. 6 Génesis 22:1; Deuteronomio 13:3; 2 Crónicas 32:31; Deuteronomio 8:16; Deuteronomio 33:8
  7. 7 Marcos 6:37; Números 11:21–22; Juan 12:5; 2 Reyes 4:43; Mateo 18:28
  8. 8 Juan 1:40–44; Mateo 4:18
  9. 9 2 Reyes 4:42–44; Mateo 14:17; Marcos 6:38; Lucas 9:13; Salmo 78:19
  10. 10 Lucas 9:14–16; Mateo 14:18–19; Marcos 8:6–7; Mateo 15:35–36; Marcos 6:39–41
  11. 11 1 Tesalonicenses 5:18; Juan 6:23; Lucas 24:30; Romanos 14:6; Mateo 15:36
  12. 12 Lucas 1:53; Marcos 6:42–44; Nehemías 9:25; Lucas 9:17; Nehemías 8:10
  13. 13 Proverbios 11:24–25; 1 Reyes 7:15–16; 2 Reyes 4:2–7; 2 Corintios 9:8–9; 2 Crónicas 25:9
  14. 14 Deuteronomio 18:15–18; Hechos 7:37; Mateo 21:11; Mateo 11:3; Juan 1:21
  15. 15 Juan 18:36; Juan 7:3–4; Lucas 19:38; Juan 6:15–21; Marcos 11:9
  16. 17 Marcos 6:45; Juan 6:24–25; Juan 2:12; Juan 4:46
  17. 18 Salmo 135:7; Salmo 107:25; Mateo 14:24
  18. 19 Marcos 6:47–49; Mateo 14:25–26; Salmo 93:4; Juan 14:18; Job 9:8
  19. 20 Mateo 14:27–31; Isaías 43:1–2; Isaías 44:8; Isaías 41:10; Apocalipsis 1:17–18
  20. 21 Marcos 6:51; Mateo 14:32–33; Apocalipsis 3:20; Salmo 24:7–10; Cantar de los Cantares 3:4
  21. 22 Marcos 6:45; Mateo 14:22; Juan 6:2; Juan 6:15–21
  22. 23 Juan 6:1; Juan 6:11–12
  23. 24 Juan 6:17; Lucas 8:40; Marcos 1:37; Marcos 6:53; Mateo 14:34
  24. 25 Mateo 23:7; Juan 1:38–39
  25. 26 Filipenses 3:19; Filipenses 2:21; Santiago 4:3–4; Hechos 8:18–21; 1 Timoteo 6:5
  26. 27 Colosenses 3:2; Isaías 55:2; Juan 6:54; 2 Timoteo 2:19; Mateo 6:19
  27. 28 Hechos 16:30; Hechos 9:6; Lucas 10:25; Mateo 19:16; Deuteronomio 5:27
  28. 29 1 Juan 3:23; Hechos 16:31; Juan 3:36; Hebreos 5:9; 1 Juan 5:1
  29. 30 Juan 12:37; Juan 6:36; Juan 10:38; 1 Corintios 1:22; Marcos 15:32
  30. 31 Nehemías 9:15; Salmo 105:40; Salmo 78:24–25; Éxodo 16:4–15; Éxodo 16:35
  31. 32 Juan 15:1; Juan 6:58; Éxodo 16:4; Juan 1:9; Juan 6:55
  32. 33 Juan 8:42; Juan 17:8; Juan 3:13; Juan 6:50; 1 Juan 1:1–2
  33. 34 Juan 4:15; Juan 6:26; Salmo 4:6
  34. 35 Juan 6:48–58; Isaías 55:1–3; Juan 6:41; Apocalipsis 22:17; Isaías 49:10
  35. 36 1 Pedro 1:8–9; Juan 12:37; Juan 6:26; Lucas 16:31; Juan 6:64
  36. 37 Mateo 11:28; Juan 6:39; Juan 17:24; Juan 10:28–29; Juan 17:2
  37. 38 Juan 5:30; Juan 4:34; Juan 3:31; Filipenses 2:7–8; Salmo 40:7–8
  38. 39 Juan 17:12; Juan 6:40; Juan 18:9; Juan 10:27–30; Juan 6:44
  39. 40 Juan 5:24; Romanos 6:23; Juan 6:54; Juan 11:25; Juan 3:15–18
  40. 41 Juan 6:51–52; Juan 6:48; Juan 6:33; Juan 6:60; Juan 6:66
  41. 42 Lucas 4:22; Marcos 6:3; Mateo 13:55–56; 1 Corintios 15:47; Juan 7:27–28
  42. 43 Hebreos 4:13; Juan 6:64; Juan 16:19; Marcos 9:33; Mateo 16:8
  43. 44 Juan 6:65; Mateo 11:25–27; Juan 6:39–40; Efesios 2:4–10; Juan 12:32
  44. 45 Isaías 54:13; Jeremías 31:33–34; Hebreos 10:16; Hebreos 8:10–11; 1 Tesalonicenses 4:9
  45. 46 Juan 1:18; Juan 7:29; Lucas 10:22; Mateo 11:27; 1 Juan 4:12
  46. 47 Juan 3:36; Colosenses 3:3–4; Romanos 5:9–10; Juan 3:16; Juan 5:24
  47. 48 Juan 6:51; 1 Corintios 11:24–25; 1 Corintios 10:16–17; Juan 6:41; Juan 6:33–35
  48. 49 Judas 5; Hebreos 3:17–19; 1 Corintios 10:3–5; Juan 6:31; Números 26:65
  49. 50 Juan 6:33; Romanos 8:10; Juan 6:51; Juan 6:58; Juan 8:51
  50. 51 Lucas 22:19; Juan 6:33; Tito 2:14; Hebreos 10:5–12; Juan 3:13
  51. 52 Juan 9:16; Juan 10:19; Juan 6:41; 1 Corintios 2:14; Hechos 17:32
  52. 53 1 Juan 5:12; Mateo 26:26–28; Juan 6:55; Juan 6:47; Juan 15:4
  53. 54 Juan 6:39–40; Filipenses 3:7–10; Gálatas 2:20; Juan 6:27; Proverbios 9:4–6
  54. 55 Juan 6:32; Juan 8:36; Juan 8:31; Juan 15:1; Juan 1:9
  55. 56 1 Juan 3:24; Juan 15:4–5; Apocalipsis 3:20; Juan 14:20; Salmo 91:9
  56. 57 Gálatas 2:20; Juan 5:26; Juan 17:21; Colosenses 3:3–4; Juan 3:17
  57. 58 Juan 3:36; Juan 6:47–51; Juan 6:31–34; Juan 6:41
  58. 59 Juan 6:24; Proverbios 1:20–23; Proverbios 8:1–3; Lucas 4:31; Salmo 40:9–10
  59. 60 Juan 6:66; Juan 8:43; Juan 8:31; Mateo 11:6; Juan 6:41–42
  60. 61 Juan 6:64; Juan 2:24–25; Apocalipsis 2:23; Hebreos 4:13; Mateo 11:6
  61. 62 Juan 3:13; Marcos 16:19; Efesios 4:8–10; Lucas 24:51; Juan 16:28
  62. 63 Gálatas 5:25; Hebreos 4:12; Salmo 119:93; Juan 6:68; Salmo 119:130
  63. 64 2 Timoteo 2:19; Juan 10:26; Hebreos 4:13; Romanos 8:29; Juan 13:10–11
  64. 65 Juan 6:44–45; Juan 6:37; Juan 3:27; Juan 10:26–27; Efesios 2:8–9
  65. 66 Lucas 9:62; 1 Juan 2:19; Juan 6:60; Hebreos 10:38; Juan 8:31
  66. 67 Juan 6:70; Lucas 14:25–33; Rut 1:11–18; Josué 24:15–22; 2 Samuel 15:19–20
  67. 68 Salmo 73:25; Juan 5:24; 1 Juan 5:11–13; Hechos 4:12; Juan 6:63
  68. 69 Lucas 9:20; Juan 11:27; Marcos 8:29; 1 Juan 5:1; 1 Juan 5:20
  69. 70 Juan 13:27; Juan 13:2; Juan 6:64; Juan 17:12; Juan 13:18
  70. 71 Mateo 26:14–16; Judas 4; Hechos 1:16–20; Salmo 41:9; Salmo 55:13–14

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 6:9 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXX)

    It was a great miracle that was wrought, dearly beloved, for five thousand men to be filled with five loaves and two fishes, and the remnants of the fragments to fill twelve baskets. A great miracle: but we shall not wonder much at what was done, if we give heed to Him That did it.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 6:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VI — 1-14)

    The miracles performed by our Lord Jesus Christ are indeed divine works, and incite the human mind to rise to the apprehension of God from the things that are seen.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Comentario 6:1 John Chrysostom, Homilies on the Gospel of John (Homily XLII)

    Beloved, let us not contend with violent men, but learn when the doing so brings no hurt to our virtue to give place to their evil counsels; for so all their hardihood is checked.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Cita 6:1 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Again, withdrawing from thence to the other side of the sea of Tiberias, He there seeing a great crowd had followed Him, fed all that multitude with five loaves of bread, and twelve baskets of fragments remained over and above.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 6:60–64 Augustine of Hippo, The City of God (Book X, Chapters 24–25)

    … speaking mystically of eating His flesh, when those who did not understand Him were offended and went away, saying, "This is an hard saying, who can hear it?" He answered to the rest who remained, "It is the Spirit that quickeneth; the flesh profiteth nothing." The Principle, therefore, having assumed a human soul and flesh, cleanses the soul and flesh …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)