Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 2 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εγενετο δε εν ταις ημεραις εκειναις εξηλθεν δογμα παρα καισαρος αυγουστου απογραφεσθαι πασαν την οικουμενην.
1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
2 αυτη η απογραφη πρωτη εγενετο ηγεμονευοντος της συριας κυρηνιου.
2 αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3 και επορευοντο παντες απογραφεσθαι, εκαστος εις την ιδιαν πολιν.
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
4 ανεβη δε και ιωσηφ απο της γαλιλαιας εκ πολεως ναζαρετ εις την ιουδαιαν εις πολιν δαυιδ, ητις καλειται βηθλεεμ, δια το ειναι αυτον εξ οικου και πατριας δαυιδ,
4 ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ,
5 απογραψασθαι συν μαριαμ τη μεμνηστευμενη αυτω γυναικι, ουση εγκυω.
5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
6 εγενετο δε εν τω ειναι αυτους εκει επλησθησαν αι ημεραι του τεκειν αυτην,
6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7 και ετεκεν τον υιον αυτης τον πρωτοτοκον, και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν τη φατνη, διοτι ουκ ην αυτοις τοπος εν τω καταλυματι.
7 καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8 και ποιμενες ησαν εν τη χωρα τη αυτη αγραυλουντες και φυλασσοντες φυλακας της νυκτος επι την ποιμνην αυτων.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9 και ιδου αγγελος κυριου επεστη αυτοις και δοξα κυριου περιελαμψεν αυτους, και εφοβηθησαν φοβον μεγαν.
9 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
10 και ειπεν αυτοις ο αγγελος· μη φοβεισθε· ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην, ητις εσται παντι τω λαω,
10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
11 οτι ετεχθη υμιν σημερον σωτηρ, ος εστιν χριστος κυριος, εν πολει δαυιδ.
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυΐδ.
12 και τουτο υμιν το σημειον· ευρησετε βρεφος εσπαργανωμενον, κειμενον εν φατνη.
12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.
13 και εξαιφνης εγενετο συν τω αγγελω πληθος στρατιας ουρανιου αινουντων τον θεον και λεγοντων·
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων·
14◆ δοξα εν υψιστοις θεω και επι γης ειρηνη, εν ανθρωποις ευδοκια.
14 δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
15 και εγενετο ως απηλθον απ αυτων εις τον ουρανον οι αγγελοι, και οι ανθρωποι οι ποιμενες ειπον προς αλληλους· διελθωμεν δη εως βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονος, ο ο κυριος εγνωρισεν ημιν.
15 καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
16 και ηλθον σπευσαντες, και ανευρον την τε μαριαμ και τον ιωσηφ και το βρεφος κειμενον εν τη φατνη.
16 καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
17 ιδοντες δε διεγνωρισαν περι του ρηματος του λαληθεντος αυτοις περι του παιδιου τουτου·
17 ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου·
18 και παντες οι ακουσαντες εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προς αυτους.
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
19 η δε μαριαμ παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτης.
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20 και υπεστρεψαν οι ποιμενες δοξαζοντες και αινουντες τον θεον επι πασιν οις ηκουσαν και ειδον καθως ελαληθη προς αυτους.
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 και οτε επλησθησαν αι ημεραι οκτω του περιτεμειν το παιδιον, και εκληθη το ονομα αυτου ιησους, το κληθεν υπο του αγγελου προ του συλληφθηναι αυτον εν τη κοιλια.
21 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22 και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωυσεως, ανηγαγον αυτον εις ιεροσολυμα παραστησαι τω κυριω,
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ,
23 καθως γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται,
23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,
24 και του δουναι θυσιαν κατα το ειρημενον εν νομω κυριου, ζευγος τρυγονων η δυο νεοσσους περιστερων.
24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
25 και ιδου ην ανθρωπος εν ιεροσολυμοις ω ονομα συμεων, και ο ανθρωπος ουτος δικαιος και ευλαβης, προσδεχομενος παρακλησιν του ισραηλ, και πνευμα ην αγιον επ αυτον·
25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾽ αὐτόν·
26 και ην αυτω κεχρηματισμενον υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν η ιδη τον χριστον κυριου.
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.
27 και ηλθεν εν τω πνευματι εις το ιερον· και εν τω εισαγαγειν τους γονεις το παιδιον ιησουν του ποιησαι αυτους κατα το ειθισμενον του νομου περι αυτου,
27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28 και αυτος εδεξατο αυτον εις τας αγκαλας αυτου και ευλογησεν τον θεον και ειπεν·
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·
29 νυν απολυεις τον δουλον σου, δεσποτα, κατα το ρημα σου εν ειρηνη,
29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ,
30 οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου,
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ο ητοιμασας κατα προσωπον παντων των λαων,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32 φως εις αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ.
32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33 και ην ιωσηφ και η μητηρ αυτου θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου.
33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34 και ευλογησεν αυτους συμεων και ειπεν προς μαριαμ την μητερα αυτου· ιδου ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εις σημειον αντιλεγομενον.
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
35 και σου δε αυτης την ψυχην διελευσεται ρομφαια, οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι.
35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36 και ην αννα προφητις, θυγατηρ φανουηλ, εκ φυλης ασηρ· αυτη προβεβηκυια εν ημεραις πολλαις, ζησασα ετη μετα ανδρος επτα απο της παρθενιας αυτης,
36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37 και αυτη χηρα ως ετων ογδοηκοντα τεσσαρων, η ουκ αφιστατο απο του ιερου νηστειαις και δεησεσιν λατρευουσα νυκτα και ημεραν·
37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν·
38 και αυτη αυτη τη ωρα επιστασα ανθωμολογειτο τω κυριω και ελαλει περι αυτου πασιν τοις προσδεχομενοις λυτρωσιν εν ιερουσαλημ.
38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
39 και ως ετελεσαν απαντα τα κατα τον νομον κυριου, υπεστρεψαν εις την γαλιλαιαν εις την πολιν εαυτων ναζαρετ.
39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ.
40 το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι πληρουμενον σοφιας, και χαρις θεου ην επ αυτο.
40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό.
41 και επορευοντο οι γονεις αυτου κατ ετος εις ιερουσαλημ τη εορτη του πασχα.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
42 και οτε εγενετο ετων δωδεκα, αναβαντων αυτων εις ιεροσολυμα κατα το εθος της εορτης
42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43 και τελειωσαντων τας ημερας, εν τω υποστρεφειν αυτους υπεμεινεν ιησους ο παις εν ιερουσαλημ, και ουκ εγνω ιωσηφ και η μητηρ αυτου.
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.
44 νομισαντες δε αυτον εν τη συνοδια ειναι ηλθον ημερας οδον και ανεζητουν αυτον εν τοις συγγενεσιν και εν τοις γνωστοις·
44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·
45 και μη ευροντες αυτον υπεστρεψαν εις ιερουσαλημ ζητουντες αυτον.
45 καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν.
46 και εγενετο μεθ ημερας τρεις ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτους·
46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47 εξισταντο δε παντες οι ακουοντες αυτου επι τη συνεσει και ταις αποκρισεσιν αυτου.
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48 και ιδοντες αυτον εξεπλαγησαν, και προς αυτον η μητηρ αυτου ειπεν· τεκνον, τι εποιησας ημιν ουτως; ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε.
48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
49 και ειπεν προς αυτους· τι οτι εζητειτε με; ουκ ηδειτε οτι εν τοις του πατρος μου δει ειναι με;
49 καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
50 και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοις.
50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51 και κατεβη μετ αυτων και ηλθεν εις ναζαρετ, και ην υποτασσομενος αυτοις. και η μητηρ αυτου διετηρει παντα τα ρηματα ταυτα εν τη καρδια αυτης.
51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52 και ιησους προεκοπτεν σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποις.
52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Anna

    Prophetess in the temple

    A prophetess of the tribe of Asher, well along in years, who never left the temple and gave thanks to God and spoke of the child to all who awaited redemption.

    Citado en la guía: Luke 2:36

  • Caesar Augustus

    Roman emperor

    The emperor from whom a decree went out that the whole empire be registered, bringing Joseph and Mary to Bethlehem.

    Citado en la guía: Luke 2:1

  • Joseph

    Legal father of Jesus

    The carpenter of Nazareth, a just man who became Jesus' legal father.

    Citado en la guía: Matt. 1:16-25; 2:13-23; Luke 1:27; 2:1-7

  • Mary

    Mother of Jesus

    The virgin mother of Jesus, a young woman of Nazareth who trusted God's word.

    Citado en la guía: Matthew 1; Luke 1-2

  • Phanuel

    Father of Anna

    Named in Luke 2:36 as the father of the prophetess Anna.

    Citado en la guía: Luke 2:36

  • Quirinius

    Governor of Syria

    The governor of Syria at the time of the first census decreed by Caesar Augustus.

    Citado en la guía: Luke 2:2

  • Simeon

    Righteous man who held the infant Jesus

    A righteous and devout man of Jerusalem, told by the Holy Spirit he would not die before seeing the Lord's Christ, who took the child in his arms and blessed God.

    Citado en la guía: Luke 2:25; Luke 2:34

Lugares

  • Bethlehem

    Hoy: West Bank, Palestinian territories

    Bethlehem was the home of Ruth and Boaz and the birthplace of David. Micah named it as the Messiah's birthplace — fulfilled in Jesus' nativity.

    Citado en la guía: Micah 5:2; Ruth 1:19; Luke 2:4-7

  • Nazareth

    Hoy: Northern Israel (Galilee)

    A small agricultural village never named in the Old Testament. Jesus spent his childhood and early life here before beginning his public ministry.

    Citado en la guía: Luke 2:39-40; Matthew 2:23; John 1:46

Referencias cruzadas (49)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 3:1; Mateo 24:14; Hechos 25:21
  2. 2 Lucas 3:1
  3. 4 Miqueas 5:2; Juan 7:42; 1 Samuel 16:1; Mateo 2:23; Lucas 1:26–27
  4. 5 Mateo 1:18–19; Deuteronomio 22:22–27
  5. 6 Salmo 33:11; Apocalipsis 12:1–5; Miqueas 5:2; Proverbios 19:21; Lucas 1:57
  6. 7 Gálatas 4:4; 2 Corintios 8:9; Isaías 53:2–3; Juan 1:14; Lucas 2:11–12
  7. 8 Salmo 78:70–71; Génesis 31:39–40; Juan 10:8–12; 1 Samuel 17:34–35; Ezequiel 34:8
  8. 9 Isaías 60:1; 2 Corintios 3:18; Hechos 27:23; Apocalipsis 18:1; 1 Reyes 8:11
  9. 10 Isaías 40:9; Isaías 61:1; Isaías 52:7; Génesis 12:3; Mateo 28:18
  10. 11 Isaías 9:6; Mateo 1:21; Tito 3:4–7; Hechos 2:36; Mateo 16:16
  11. 12 Isaías 7:14; Isaías 53:1–2; Isaías 7:11; Salmo 22:6; 2 Reyes 19:29
  12. 13 Apocalipsis 5:11; Salmo 148:2; Salmo 103:20–21; 1 Reyes 22:19; Lucas 15:10
  13. 14 Romanos 5:1; Lucas 19:38; Lucas 1:79; Colosenses 1:20; Isaías 9:6–7
  14. 15 1 Pedro 3:22; Mateo 2:1–2; Lucas 24:51; Éxodo 3:3; Mateo 2:9–11
  15. 16 Lucas 19:32; Lucas 2:12; Lucas 2:7; Lucas 22:13; Lucas 1:39
  16. 17 Salmo 66:16; Lucas 8:39; Salmo 71:17–18; Lucas 2:38; Salmo 16:9–10
  17. 18 Lucas 1:65–66; Lucas 4:36; Lucas 2:33; Isaías 8:18; Lucas 5:9–10
  18. 19 Lucas 2:51; Lucas 1:66; Proverbios 4:4; 1 Samuel 21:12; Génesis 37:11
  19. 20 Salmo 106:48; Hechos 11:18; 1 Crónicas 29:10–12; Salmo 72:17–19; Mateo 9:8
  20. 21 Levítico 12:3; Génesis 17:12; Lucas 1:31; Lucas 1:59; Mateo 1:21
  21. 22 Levítico 12:1–8
  22. 23 Éxodo 13:2; Números 3:13; Éxodo 22:29; Números 18:15; Éxodo 34:19
  23. 24 Levítico 12:6–8; Levítico 12:2; 2 Corintios 8:9
  24. 25 Isaías 25:9; Lucas 2:38; Lucas 1:6; Tito 2:11–14; Marcos 15:43
  25. 26 Juan 8:51; Hebreos 11:5; Lucas 9:27; Hechos 10:38; Juan 20:31
  26. 27 Lucas 2:22; Mateo 4:1; Lucas 2:48; Lucas 2:41; Hechos 10:19
  27. 28 Lucas 1:64; Lucas 2:13–14; Marcos 9:36; Lucas 2:20; Marcos 10:16
  28. 29 Apocalipsis 14:13; Génesis 15:15; Filipenses 1:23; Génesis 46:30; Isaías 57:1–2
  29. 30 Isaías 49:6; Lucas 2:10–11; Génesis 49:18; Isaías 52:10; Lucas 3:6
  30. 31 Isaías 42:1–4; Isaías 62:1–2; Salmo 98:2–3; Isaías 42:10–12; Isaías 45:21–25
  31. 32 Isaías 60:1–3; Isaías 49:6; Hechos 26:23; Hechos 13:47–48; Isaías 42:6–7
  32. 33 Isaías 8:18; Lucas 1:65–66; Lucas 2:48
  33. 34 1 Corintios 1:23; 1 Pedro 2:7–8; Isaías 8:14–15; Mateo 21:44; 2 Corintios 2:15–16
  34. 35 Deuteronomio 8:2; 1 Corintios 11:19; Mateo 12:24–35; Lucas 16:14–15; Hechos 8:21–23
  35. 36 Salmo 92:14; Éxodo 15:20; Génesis 30:13; Jueces 4:4; Hechos 2:18
  36. 37 1 Timoteo 5:5; Salmo 23:6; Hechos 14:23; Salmo 27:4; Hechos 13:3
  37. 38 Lucas 2:25; 2 Corintios 9:15; Lucas 1:68; Marcos 15:43; Lucas 24:21
  38. 39 Lucas 2:4; Gálatas 4:4–5; Mateo 3:15; Deuteronomio 12:32; Lucas 2:21–24
  39. 40 Lucas 2:52; Lucas 1:80; Isaías 11:1–5; Juan 1:14; 1 Samuel 2:26
  40. 41 Números 28:16; Levítico 23:5; Éxodo 23:14–17; Deuteronomio 16:1–8; Éxodo 12:14
  41. 43 2 Crónicas 30:21–23; Éxodo 12:15; 2 Crónicas 25:17
  42. 44 Isaías 2:3; Salmo 122:1–4; Salmo 42:4
  43. 46 Isaías 49:1–2; Lucas 5:17; Isaías 50:4; Hechos 5:34; Mateo 27:63–64
  44. 47 Mateo 7:28; Lucas 4:32; Salmo 119:99; Juan 7:15; Lucas 4:22
  45. 48 Lucas 2:49; Mateo 12:46; Lucas 3:23; Lucas 4:22
  46. 49 Juan 6:38; Juan 8:29; Malaquías 3:1; Salmo 40:8; Juan 4:34
  47. 50 Lucas 18:34; Marcos 9:32; Lucas 9:45
  48. 51 Lucas 2:19; Daniel 7:28; Génesis 37:11; Marcos 6:3; Efesios 5:21
  49. 52 Lucas 2:40; Proverbios 3:3–4; 1 Samuel 2:26; Romanos 14:18; Lucas 1:80

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 2:42 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 2:14 Augustine of Hippo, Confessions (Book XIII, Chapters VI–XI)

    In Thy good pleasure lies our peace. The body by its own weight gravitates towards its own place.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Cita 2:48 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily III)

    See, for instance, what saith the Virgin even to Himself: "Behold, Thy father and I have sought Thee." For if this suspicion had been entertained, neither would He any longer have been accounted to be a Son of David, and this opinion not being held, many other evils besides would have arisen.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 2:49 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    For we shall not tolerate the heretics who sever the Old Testament from the New, but shall believe Christ, who says concerning the temple, Wist ye not that I must be in My Father's house?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 2:14 Basil of Caesarea, On the Holy Spirit (Chapter XVI)

    For how are angels to cry "Glory to God in the highest" without being empowered by the Spirit?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)