Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 5 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω του ακουειν τον λογον του θεου και αυτος ην εστως παρα την λιμνην γεννησαρετ,
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ,
2 και ειδεν δυο πλοια εστωτα παρα την λιμνην· οι δε αλιεις αποβαντες απ αυτων απεπλυναν τα δικτυα.
2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα.
3 εμβας δε εις εν των πλοιων, ο ην του σιμωνος, ηρωτησεν αυτον απο της γης επαναγαγειν ολιγον· και καθισας εδιδασκεν εκ του πλοιου τους οχλους.
3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4 ως δε επαυσατο λαλων, ειπεν προς τον σιμωνα· επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν.
4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5 και αποκριθεις ο σιμων ειπεν αυτω· επιστατα, δι ολης της νυκτος κοπιασαντες ουδεν ελαβομεν· επι δε τω ρηματι σου χαλασω το δικτυον.
5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.
6 και τουτο ποιησαντες συνεκλεισαν πληθος ιχθυων πολυ· διερρηγνυτο δε το δικτυον αυτων.
6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν.
7 και κατενευσαν τοις μετοχοις τοις εν τω ετερω πλοιω του ελθοντας συλλαβεσθαι αυτοις· και ηλθον και επλησαν αμφοτερα τα πλοια, ωστε βυθιζεσθαι αυτα.
7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 ιδων δε σιμων πετρος προσεπεσεν τοις γονασιν ιησου λεγων· εξελθε απ εμου, οτι ανηρ αμαρτωλος ειμι, κυριε·
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε·
9 θαμβος γαρ περιεσχεν αυτον και παντας τους συν αυτω επι τη αγρα των ιχθυων η συνελαβον,
9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,
10 ομοιως δε και ιακωβον και ιωαννην, υιους ζεβεδαιου, οι ησαν κοινωνοι τω σιμωνι. και ειπεν προς τον σιμωνα ο ιησους· μη φοβου· απο του νυν ανθρωπους εση ζωγρων.
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 και καταγαγοντες τα πλοια επι την γην, αφεντες απαντα ηκολουθησαν αυτω.
11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
12 και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρης λεπρας· και ιδων τον ιησουν, πεσων επι προσωπον εδεηθη αυτου λεγων· κυριε, εαν θελης, δυνασαι με καθαρισαι.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13 και εκτεινας την χειρα ηψατο αυτου ειπων· θελω, καθαρισθητι. και ευθεως η λεπρα απηλθεν απ αυτου.
13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 και αυτος παρηγγειλεν αυτω μηδενι ειπειν, αλλα απελθων δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθως προσεταξεν μωυσης εις μαρτυριον αυτοις.
14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
15 διηρχετο δε μαλλον ο λογος περι αυτου, και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι υπ αυτου απο των ασθενειων αυτων·
15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾽ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 αυτος δε ην υποχωρων εν ταις ερημοις και προσευχομενος.
16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 και εγενετο εν μια των ημερων και αυτος ην διδασκων, και ησαν καθημενοι φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτες εκ πασης κωμης της γαλιλαιας και ιουδαιας και ιερουσαλημ· και δυναμις κυριου ην εις το ιασθαι αυτους.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18 και ιδου ανδρες φεροντες επι κλινης ανθρωπον ος ην παραλελυμενος, και εζητουν αυτον εισενεγκειν και θειναι ενωπιον αυτου.
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.
19 και μη ευροντες ποιας εισενεγκωσιν αυτον δια τον οχλον, αναβαντες επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εις το μεσον εμπροσθεν του ιησου.
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 και ιδων την πιστιν αυτων ειπεν αυτω· ανθρωπε, αφεωνται σοι αι αμαρτιαι σου.
20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 και ηρξαντο διαλογιζεσθαι οι γραμματεις και οι φαρισαιοι λεγοντες· τις εστιν ουτος ος λαλει βλασφημιας; τις δυναται αφιεναι αμαρτιας ει μη μονος ο θεος;
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός;
22 επιγνους δε ο ιησους τους διαλογισμους αυτων αποκριθεις ειπεν προς αυτους· τι διαλογιζεσθε εν ταις καρδιαις υμων;
22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 τι εστιν ευκοπωτερον, ειπειν, αφεωνται σοι αι αμαρτιαι σου, η ειπειν, εγειρε και περιπατει;
23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
24 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της γης αφιεναι αμαρτιας— ειπεν τω παραλελυμενω· σοι λεγω, εγειρε και αρας το κλινιδιον σου πορευου εις τον οικον σου.
24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
25 και παραχρημα αναστας ενωπιον αυτων, αρας εφ ο κατεκειτο απηλθεν εις τον οικον αυτου δοξαζων τον θεον.
25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.
26 και εκστασις ελαβεν απαντας και εδοξαζον τον θεον, και επλησθησαν φοβου λεγοντες οτι ειδομεν παραδοξα σημερον.
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.
27 και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι λευιν, καθημενον επι το τελωνιον, και ειπεν αυτω· ακολουθει μοι.
27 Καὶ μετὰ ταῦτα ἐξῆλθε καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
28 και καταλιπων απαντα αναστας ηκολουθησεν αυτω.
28 καὶ καταλιπὼν ἅπαντα ἀναστὰς ἠκολούθησεν αὐτῷ.
29 και εποιησεν δοχην μεγαλην λευις αυτω εν τη οικια αυτου, και ην οχλος τελωνων πολυς και αλλων οι ησαν μετ αυτων κατακειμενοι.
29 καὶ ἐποίησε δοχὴν μεγάλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 και εγογγυζον οι γραμματεις αυτων και οι φαρισαιοι προς τους μαθητας αυτου λεγοντες· διατι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε;
30 καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 και αποκριθεις ο ιησους ειπεν προς αυτους· ου χρειαν εχουσιν οι υγιαινοντες ιατρου, αλλ οι κακως εχοντες·
31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες·
32 ουκ εληλυθα καλεσαι δικαιους, αλλα αμαρτωλους εις μετανοιαν.
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 οι δε ειπον προς αυτον· διατι οι μαθηται ιωαννου νηστευουσιν πυκνα και δεησεις ποιουνται, ομοιως και οι των φαρισαιων, οι δε σοι εσθιουσιν και πινουσιν;
33 Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν;
34 ο δε ειπεν προς αυτους· μη δυνασθε τους υιους του νυμφωνος, εν ω ο νυμφιος μετ αυτων εστιν, ποιησαι νηστευειν;
34 ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν;
35 ελευσονται δε ημεραι, και οταν απαρθη απ αυτων ο νυμφιος, τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις.
35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36 ελεγεν δε και παραβολην προς αυτους οτι ουδεις επιβλημα ιματιου καινου επιβαλλει επι ιματιον παλαιον· ει δε μηγε, και το καινον σχισει και τω παλαιω ου συμφωνει το επιβλημα το απο του καινου.
36 ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους· ει δε μηγε, ρηξει ο οινος ο νεος τους ασκους, και αυτος εκχυθησεται και οι ασκοι απολουνται·
37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 αλλα οινον νεον εις ασκους καινους βλητεον, και αμφοτεροι συντηρουνται.
38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39 και ουδεις πιων παλαιον ευθεως θελει νεον· λεγει γαρ· ο παλαιος χρηστοτερος εστιν.
39 καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.
Referencias cruzadas (39)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 1:16–20; Mateo 4:18–22; Marcos 3:9; Mateo 14:34; Marcos 6:53
  2. 2 Marcos 1:19; Mateo 4:21
  3. 3 Mateo 4:18; Mateo 13:1–2; Juan 1:41–42; Marcos 4:1–2; Juan 8:2
  4. 4 Juan 21:6; Mateo 17:27
  5. 5 Juan 2:5; Juan 15:14; Lucas 6:46–48; 2 Reyes 5:10–14; Ezequiel 37:4–7
  6. 6 Juan 21:6–11; 1 Corintios 15:58; Eclesiastés 11:6; 2 Reyes 4:3–7; Gálatas 6:9
  7. 7 Gálatas 6:2; Filipenses 4:3; Hechos 11:25; Romanos 16:2–4; Éxodo 23:5
  8. 8 Isaías 6:5; Apocalipsis 1:17; Job 42:5–6; Job 40:4; Jueces 13:22
  9. 9 Salmo 8:8; Marcos 9:6; Lucas 4:32; Salmo 8:6; Lucas 4:36
  10. 10 Mateo 4:19; Mateo 13:47; Ezequiel 47:9–10; Marcos 1:17; Lucas 5:7
  11. 11 Mateo 4:20; Lucas 18:28–30; Mateo 19:27; Marcos 10:21; Lucas 5:28
  12. 12 Salmo 50:15; Mateo 8:2–4; Lucas 17:16; Mateo 9:28; Marcos 1:40–45
  13. 13 Mateo 9:29–30; Juan 4:50–53; 2 Reyes 5:14; Ezequiel 36:29; Ezequiel 36:25–27
  14. 14 Levítico 14:2–32; Lucas 17:14; Mateo 8:4; Marcos 1:44; Levítico 13:2
  15. 15 Mateo 15:30–31; Lucas 12:1; Mateo 4:23–25; Mateo 9:26; Marcos 1:45–2:2
  16. 16 Marcos 1:35–36; Lucas 6:12; Mateo 14:23; Marcos 6:46; Juan 6:15
  17. 17 Lucas 6:19; Lucas 8:46; Hechos 19:11; Mateo 11:5; Marcos 5:30
  18. 18 Mateo 9:2–8; Marcos 2:3–12; Juan 5:5–6; Hechos 9:33
  19. 19 Marcos 2:4; Mateo 10:27; Mateo 24:17; Deuteronomio 22:8; 2 Samuel 11:2
  20. 20 Hechos 14:9; Mateo 9:2; Colosenses 3:13; Santiago 2:18; Lucas 7:48
  21. 21 Isaías 43:25; Marcos 2:6–7; Hechos 6:11–13; Lucas 7:49; Juan 10:33
  22. 22 Mateo 9:4; Hechos 5:3; Lucas 24:38; Mateo 12:25; Marcos 8:17
  23. 23 Marcos 2:9; Mateo 9:5
  24. 24 Isaías 53:11; Hechos 9:40; Hechos 14:10; Apocalipsis 1:13; Hechos 9:34
  25. 25 Salmo 107:20–22; Salmo 103:1–3; Juan 9:24; Salmo 33:9; Salmo 50:23
  26. 26 Mateo 9:8; Jeremías 33:9; Hechos 4:21; Mateo 12:23; Marcos 2:12
  27. 27 Marcos 2:13–22; Mateo 9:9–17; Marcos 3:18; Mateo 10:3; Juan 1:43
  28. 28 Lucas 5:11; 1 Reyes 19:19–21; Mateo 19:22–27; Lucas 9:59–62
  29. 29 Marcos 2:15; 1 Corintios 10:27; Lucas 15:1; Mateo 9:10; Juan 12:2
  30. 30 Hechos 23:9; Lucas 15:1–2; Mateo 21:28–32; Lucas 7:29–30; Lucas 19:7
  31. 31 Marcos 2:17; Mateo 9:12–13; Jeremías 8:22
  32. 32 Lucas 19:10; Lucas 15:10; 1 Timoteo 1:15–16; Lucas 15:7; Hechos 3:19
  33. 33 Mateo 9:14–17; Marcos 2:18–22; Juan 3:25; Romanos 10:2–3; Lucas 18:12
  34. 34 Juan 3:29; Mateo 25:1–10; Apocalipsis 19:7–9; Cantar de los Cantares 5:8; Cantar de los Cantares 2:6–7
  35. 35 Hechos 14:23; Lucas 17:22; Juan 16:4–7; Hechos 3:21; Isaías 22:12
  36. 36 Mateo 9:16–17; Marcos 2:21–22; 2 Corintios 6:16; Levítico 19:19; Deuteronomio 22:11
  37. 37 Salmo 119:83; Josué 9:13; Josué 9:4
  38. 38 Hebreos 8:8–13; 2 Corintios 5:17; Ezequiel 36:26; Apocalipsis 21:5; Gálatas 5:1–6
  39. 39 Hebreos 11:39; Jeremías 6:16; Romanos 4:11–12; Marcos 7:7–13; Hebreos 11:1–2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 5:31 Irenaeus of Lyons, Against Heresies (Book III, Preface)

    But that the Lord came as the physician of the sick, He does Himself declare saying, "They that are whole need not a physician, but they that are sick; I came not to call the righteous, but sinners to repentance." How then shall the sick be strengthened, or how shall sinners come to repentance?

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 5:3–7 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XX — 30-31, and XXI. 1-11)

    There the multitude of fishes caught was so great, that the two vessels were filled and began to sink, that is, were weighed down to the point of sinking; for they did not actually sink, but were in extreme jeopardy.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Cita 5:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily III)

    So Peter too said, "Depart from me, for I am a sinful man;" because of this he became a foundation of the Church.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 5:36 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXIV)

    … Father at one time the Founder of the world, and at another Him who is above this one, as He does Himself declare: "No man putteth a piece of a new garment upon an old one, nor do they put new wine into old bottles." Let these men, therefore, either have nothing whatever to do with the prophets, as with …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 5:20 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVII)

    Let me, as far as I am able, do that which was praised in those who opened the roof, and let down the sick of the palsy before Christ; that He might say unto him, "Son, be of good cheer, thy sins be forgiven thee." For it was so that He made the inner man whole of his palsy, by …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)