Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 4 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ιησους δε πληρης πνευματος αγιου υπεστρεψεν απο του ιορδανου, και ηγετο εν τω πνευματι εις την ερημον
1 Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον
2 ημερας τεσσαρακοντα πειραζομενος υπο του διαβολου, και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις· και συντελεσθεισων αυτων υστερον επεινασεν.
2 ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε.
3 και ειπεν αυτω ο διαβολος· ει υιος ει του θεου, ειπε τω λιθω τουτω ινα γενηται αρτος.
3 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
4 και απεκριθη ο ιησους προς αυτον λεγων· γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ανθρωπος, αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου.
4 καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
5 και αναγαγων αυτον ο διαβολος εις ορος υψηλον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου,
5 Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου,
6 και ειπεν αυτω ο διαβολος· σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων, οτι εμοι παραδεδοται, και ω εαν θελω διδωμι αυτην.
6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν.
7 συ ουν εαν προσκυνησης ενωπιον μου, εσται σου πασα.
7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα.
8 και αποκριθεις αυτω ειπεν ο ιησους· υπαγε οπισω μου, σατανα· γεγραπται γαρ, κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις.
8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9 και ηγαγεν αυτον εις ιεροσολυμα, και εστησεν αυτον επι το πτερυγιον του ιερου και ειπεν αυτω· ει υιος ει του θεου, βαλε σεαυτον εντευθεν κατω·
9 Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
10 γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε,
10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,
11 και οτι επι χειρων αρουσιν σε, μηποτε προσκοψης προς λιθον τον ποδα σου.
11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12 και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται, ουκ εκπειρασεις κυριον τον θεον σου.
12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
13 και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου.
13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.
14 και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν· και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου.
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
15 και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων δοξαζομενος υπο παντων.
15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.
16 και ηλθεν εις την ναζαρετ, ου ην τεθραμμενος, και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην, και ανεστη αναγνωναι.
16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
17 και επεδοδη αυτω βιβλιον ησαιου του προφητου, και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον·
17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον·
18 πνευμα κυριου επ εμε, ου εινεκεν εχρισεν με, ευαγγελισασθαι πτωχοις απεσταλκεν με, ιασασθαι τους συντετριμμενους την καρδιαν, κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν, αποστειλαι τεθραυσμενους εν αφεσει,
18 Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν,
19 κηρυξαι ενιαυτον κυριου δεκτον.
19 κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν.
20 και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν· και παντων εν τη συναγωγη οι οφθαλμοι ησαν ατενιζοντες αυτω.
20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ.
21 ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων.
21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
22 και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον· ουχ ουτος εστιν ο υιος ιωσηφ;
22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;
23 και ειπεν προς αυτους· παντως ερειτε μοι την παραβολην ταυτην· ιατρε, θεραπευσον σεαυτον· οσα ηκουσαμεν γενομενα εν τη καπερναουμ, ποιησον και ωδε εν τη πατριδι σου.
23 καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
24 ειπεν δε· αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου.
24 εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
25 επ αληθειας δε λεγω υμιν, πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ισραηλ, οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ, ως εγενετο λιμος μεγας επι πασαν την γην,
25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
26 και προς ουδεμιαν αυτων επεμφθη ηλιας ει μη εις σαραπτα της σιδωνιας προς γυναικα χηραν.
26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάραπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν.
27 και πολλοι λεπροι ησαν επι ελισαιου του προφητου εν τω ισραηλ, και ουδεις αυτων εκαθαρισθη ει μη νεεμαν ο συρος.
27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος.
28 και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα,
28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
29 και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως οφρυος του ορους, εφ ου η πολις αυτων ωκοδομητο, εις το κατακρημνισαι αυτον.
29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾽ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν.
30 αυτος δε διελθων δια μεσου αυτων επορευετο.
30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
31 και κατηλθεν εις καπερναουμ πολιν της γαλιλαιας, και ην διδασκων αυτους εν τοις σαββασιν·
31 Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι·
32 και εξεπλησσοντο επι τη διδαχη αυτου, οτι εν εξουσια ην ο λογος αυτου.
32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
33 και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου, και ανεκραξεν φωνη μεγαλη
33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ
34 λεγων· εα, τι ημιν και σοι, ιησου ναζαρηνε; ηλθες απολεσαι ημας; οιδα σε τις ει, ο αγιος του θεου.
34 λέγων· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.
35 και επετιμησεν αυτω ο ιησους λεγων· φιμωθητι και εξελθε εξ αυτου. και ριψαν αυτον το δαιμονιον εις [το] μεσον εξηλθεν απ αυτου, μηδεν βλαψαν αυτον.
35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς [τὸ] μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.
36 και εγενετο θαμβος επι παντας, και συνελαλουν προς αλληλους λεγοντες· τις ο λογος ουτος, οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν, και εξερχονται;
36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;
37 και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου.
37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38 αναστας δε εκ της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος. πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω, και ηρωτησαν αυτον περι αυτης.
38 Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
39 και επιστας επανω αυτης επετιμησεν τω πυρετω, και αφηκεν αυτην· παραχρημα δε αναστασα διηκονει αυτοις.
39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40 δυνοντος δε του ηλιου παντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον· ο δε ενι εκαστω αυτων τας χειρας επιτιθεις εθεραπευσεν αυτους.
40 Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευσεν αὐτούς.
41 εξηρχετο δε και δαιμονια απο πολλων κραυγαζοντα και λεγοντα οτι συ ει ο χριστος ο υιος του θεου. και επιτιμων ουκ εια αυτα λαλειν, οτι ηδεισαν τον χριστον αυτον ειναι.
41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.
42 γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον· και οι οχλοι επεζητουν αυτον, και ηλθον εως αυτου και κατειχον αυτον του μη πορευεσθαι απ αυτων.
42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν.
43 ο δε ειπεν προς αυτους οτι και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου· οτι εις τουτο απεσταλμαι.
43 ὁ δὲ εἶπε πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ· ὅτι εἰς τοῦτο ἀπέσταλμαι.
44 και ην κηρυσσων εις τας συναγωγας της γαλιλαιας.
44 καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Γαλιλαίας.
Referencias cruzadas (44)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 4:1–11; Hechos 10:38; Marcos 1:12–13; Lucas 4:18; Isaías 61:1
  2. 2 Éxodo 34:28; Hebreos 4:15; 1 Reyes 19:8; Deuteronomio 9:9; Hebreos 2:18
  3. 3 Mateo 4:3; Lucas 3:22
  4. 4 Deuteronomio 8:3; Mateo 4:4; Mateo 6:31; Efesios 6:17; Éxodo 23:25
  5. 5 1 Juan 2:15–16; 1 Corintios 15:52; Mateo 4:8; Salmo 73:19; Job 20:5
  6. 6 Juan 12:31; 1 Juan 5:19; Juan 14:30; Efesios 2:2; Apocalipsis 20:2–3
  7. 7 Salmo 72:11; Apocalipsis 22:8; Apocalipsis 5:8; Lucas 8:28; Mateo 2:11
  8. 8 Deuteronomio 6:13; Deuteronomio 10:20; Mateo 4:10; Salmo 83:18; Apocalipsis 19:10
  9. 9 Mateo 4:5–6; Lucas 4:3; Romanos 1:4; Mateo 8:29; Job 2:6
  10. 10 Salmo 91:11–12; Hebreos 1:14; 2 Corintios 11:14; Lucas 4:3
  11. 11 Salmo 91:12
  12. 12 Deuteronomio 6:16; Hebreos 3:8–9; 1 Corintios 10:9; Malaquías 3:15; Mateo 4:7
  13. 13 Santiago 4:7; Hebreos 4:15; Mateo 4:11; Juan 14:30
  14. 14 Hechos 10:37; Mateo 4:23–25; Mateo 4:12; Marcos 1:28; Marcos 1:14
  15. 15 Mateo 4:23; Isaías 55:5; Marcos 1:39; Marcos 1:45; Mateo 9:8
  16. 16 Mateo 2:23; Marcos 6:1–3; Mateo 13:54–55; Hechos 13:14–16; Lucas 2:51
  17. 17 Isaías 61:1–3; Hechos 13:15; Hechos 7:42; Hechos 13:27; Lucas 20:42
  18. 18 Isaías 61:1; Mateo 11:5; Salmo 146:7–8; Hechos 10:38; Lucas 7:22
  19. 19 Isaías 61:2; Isaías 63:4; Lucas 19:42; Levítico 25:50–54; Levítico 25:8–13
  20. 20 Lucas 4:17; Juan 8:2; Hechos 16:13; Mateo 5:1–2; Lucas 5:3
  21. 21 Juan 4:25–26; Hechos 3:18; Mateo 13:14; Lucas 10:23–24; Hechos 2:16–18
  22. 22 Mateo 13:54–56; Salmo 45:2; Juan 6:42; Hechos 6:10; Marcos 6:2–3
  23. 23 Mateo 11:23–24; Juan 4:46–53; Juan 2:3–4; Marcos 2:1–12; Romanos 2:21–22
  24. 24 Mateo 13:57; Juan 4:44; Marcos 6:4–5; Hechos 22:3; Hechos 22:18–22
  25. 25 Santiago 5:17; 1 Reyes 17:1; Mateo 20:15; 1 Reyes 18:1–2; Marcos 7:26–29
  26. 26 1 Reyes 17:9–24; Mateo 11:21; Abdías 20
  27. 27 2 Reyes 5:1–27; Juan 17:12; Mateo 12:4; 1 Reyes 19:19–21; Job 36:23
  28. 28 Hechos 7:54; Hechos 22:21–23; Jeremías 37:15–16; Lucas 6:11; Lucas 11:53–54
  29. 29 Juan 8:59; Juan 8:37; Hechos 21:28–32; Juan 15:24–25; Hebreos 13:12
  30. 30 Juan 10:39; Juan 8:59; Juan 18:6–7; Hechos 12:18
  31. 31 Marcos 1:21–28; Mateo 4:13; Hechos 17:1–3; Hechos 13:50–14:2; Mateo 10:23
  32. 32 Lucas 4:36; Mateo 7:28–29; 2 Corintios 10:4–5; Hebreos 4:12–13; Tito 2:15
  33. 33 Marcos 1:23
  34. 34 Marcos 1:24; Santiago 2:19; Mateo 8:29; Apocalipsis 3:7; Lucas 1:35
  35. 35 Lucas 4:41; Lucas 4:39; Mateo 8:26; Apocalipsis 12:12; Marcos 9:26
  36. 36 Lucas 4:32; Marcos 16:17–20; Marcos 7:37; Lucas 10:17–20; Marcos 1:27
  37. 37 Marcos 1:45; Lucas 4:14; Isaías 52:13; Mateo 9:26; Mateo 4:23–25
  38. 38 Mateo 8:14–15; Marcos 1:29–31; Santiago 5:14–15; Juan 11:22; Lucas 7:3–4
  39. 39 Lucas 4:41; Lucas 4:35; Lucas 8:24; Lucas 8:2–3; 2 Corintios 5:14–15
  40. 40 Marcos 1:32–34; Mateo 8:16–17; Marcos 5:23; Hechos 19:12; Marcos 3:10
  41. 41 Marcos 1:34; Santiago 2:19; Hechos 16:17–18; Juan 20:31; Lucas 4:34–35
  42. 42 Lucas 6:12; Marcos 1:35–38; Juan 4:34; Marcos 1:45; Juan 6:24
  43. 43 Marcos 1:38–39; 2 Timoteo 4:2; Juan 6:38–40; Juan 20:21; Marcos 1:14–15
  44. 44 Mateo 4:23; Marcos 1:39; Lucas 4:15

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 4:18 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXI)

    For this reason, too, did the Lord Himself read at Capernaum the prophecies of Isaiah: "The Spirit of the Lord is upon Me, because He hath anointed Me; to preach the Gospel to the poor hath He sent Me, to heal the broken-hearted, to preach deliverance to the captives, and sight to the blind." At the same time, showing that …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 4:24 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-42)

    She accounted the Lord a prophet, and a prophet indeed He was; for it was of Himself He said, that "a prophet is not without honor, save in his own country." Again, of Him it was said to Moses, "A Prophet will I raise up to them of their brethren, like unto thee." Like, namely, as to the form of …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Cita 4:13 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIII)

    Which Luke also was declaring, when he said, that "he departed from Him for a season;" showing that hereafter he approached Him by his proper instruments.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 4:6 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VIII)

    Never say then that riches are the devil's: for though he say, All these will I give thee, for they are delivered unto me, one may indeed even reject his assertion; for we need not believe the liar: and yet perhaps he spake the truth, being compelled by the power of His presence: for he said not, All these …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 4:6 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XIX)

    He then, having been thus signally defeated, and then, as it were, concentrating his forces, drawing up in order all his available power for falsehood, in the third place "showed Him all the kingdoms of the world, and the glory of them," saying, as Luke relates, "All these will I give thee,--for they are delivered to me; and to whom …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)