PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου· διδασκαλε, ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι. 1 As he went out of the temple, one of his disciples said to him, “Teacher, see what kind of stones and what kind of buildings!”
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 και ο ιησους αποκριθεις ειπεν αυτω· βλεπεις ταυτας τας μεγαλας οικοδομας; ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη. 2 Jesus said to him, “Do you see these great buildings? There will not be left here one stone on another, which will not be thrown down.”
2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
3 και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου, επηρωτων αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας· 3 As he sat on the Mount of Olives opposite the temple, Peter, James, John, and Andrew asked him privately,
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 ειπε ημιν ποτε ταυτα εσται, και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι; 4 “Tell us, when will these things be? What is the sign that these things are all about to be fulfilled?”
4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
5 ο δε ιησους αποκριθεις ηρξατο λεγειν αυτοις· βλεπετε μη τις υμας πλανηση. 5 Jesus, answering, began to tell them, “Be careful that no one leads you astray.
5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι, και πολλους πλανησουσιν. 6 For many will come in my name, saying, ‘I am he!’ and will lead many astray.
6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 οταν δε ακουσητε πολεμους και ακοας πολεμων, μη θροεισθε· δει γαρ γενεσθαι, αλλ ουπω το τελος. 7 “When you hear of wars and rumors of wars, don’t be troubled. For those must happen, but the end is not yet.
7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν, και εσονται σεισμοι κατα τοπους, και εσονται λιμοι και ταραχαι. αρχαι ωδινων ταυτα. 8 For nation will rise against nation, and kingdom against kingdom. There will be earthquakes in various places. There will be famines and troubles. These things are the beginning of birth pains.
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί.
9 βλεπετε δε υμεις εαυτους. παραδωσουσιν γαρ υμας εις συνεδρια και εν ταις συναγωγαις αυτων δαρησεσθε, και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις· 9 “But watch yourselves, for they will deliver you up to councils. You will be beaten in synagogues. You will stand before rulers and kings for my sake, for a testimony to them.
9 ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 και εις παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον. 10 The Good News must first be preached to all the nations.
10 καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 οταν δε αγαγωσιν υμας παραδιδοντες, μη προμεριμνατε τι λαλησητε, μηδε μελετατε, αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα, τουτο λαλειτε· ου γαρ υμεις εστε οι λαλουντες, αλλα το πνευμα το αγιον. 11 When they lead you away and deliver you up, don’t be anxious beforehand or premeditate what you will say, but say whatever will be given you in that hour. For it is not you who speak, but the Holy Spirit.
11 ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
12 παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον, και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους. 12 “Brother will deliver up brother to death, and the father his child. Children will rise up against parents and cause them to be put to death.
12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου· ο δε υπομεινας εις τελος, ουτος σωθησεται. 13 You will be hated by all men for my name’s sake, but he who endures to the end will be saved.
13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 οταν δε ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν υπο δανιηλ του προφητου εστως οπου ου δει— ο αναγινωσκων νοειτω— τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη, 14 “But when you see the abomination of desolation, spoken of by Daniel the prophet, standing where it ought not” (let the reader understand), “then let those who are in Judea flee to the mountains,
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ — ὁ ἀναγινώσκων νοείτω — τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
15 ο δε επι του δωματος μη καταβατω εις την οικιαν μηδε εισελθετω αραι τι εκ της οικιας αυτου, 15 and let him who is on the housetop not go down, nor enter in, to take anything out of his house.
15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
16 και ο εις τον αγρον ων μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου. 16 Let him who is in the field not return back to take his cloak.
16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις. 17 But woe to those who are with child and to those who nurse babies in those days!
17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος. 18 Pray that your flight won’t be in the winter.
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
19 εσονται γαρ αι ημεραι εκειναι θλιψις, οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ης εκτισεν ο θεος εως του νυν και ου μη γενηται. 19 For in those days there will be oppression, such as there has not been the like from the beginning of the creation which God created until now, and never will be.
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 και ει μη εκολοβωσεν κυριος τας ημερας, ουκ αν εσωθη πασα σαρξ· αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας. 20 Unless the Lord had shortened the days, no flesh would have been saved; but for the sake of the chosen ones, whom he picked out, he shortened the days.
20 καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας.
21 και τοτε εαν τις υμιν ειπη, ιδου ωδε ο χριστος, ιδου εκει, μη πιστευετε. 21 Then if anyone tells you, ‘Look, here is the Christ!’ or, ‘Look, there!’ don’t believe it.
21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε.
22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν, ει δυνατον, και τους εκλεκτους. 22 For false christs and false prophets will arise and will show signs and wonders, that they may lead astray, if possible, even the chosen ones.
22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
23 υμεις δε βλεπετε· ιδου προειρηκα υμιν απαντα. 23 But you watch. “Behold, I have told you all things beforehand.
23 ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.
24 αλλ εν εκειναις ταις ημεραις, μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται, και η σεληνη ου δωσει το φεγγος αυτης, 24 But in those days, after that oppression, the sun will be darkened, the moon will not give its light,
24 Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 και οι αστερες εσονται εκ του ουρανου πιπτοντες, και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται. 25 the stars will be falling from the sky, and the powers that are in the heavens will be shaken.
25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης. 26 Then they will see the Son of Man coming in clouds with great power and glory.
26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 και τοτε αποστελει τους αγγελους αυτου και επισυναξει τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων, απ ακρου της γης εως ακρου του ουρανου. 27 Then he will send out his angels, and will gather together his chosen ones from the four winds, from the ends of the earth to the ends of the sky.
27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ.
28 απο δε της συκης μαθετε την παραβολην. οταν αυτης ο κλαδος ηδη γενηται απαλος και εκφυη τα φυλλα, γινωσκετε οτι εγγυς το θερος εστιν· 28 “Now from the fig tree, learn this parable. When the branch has now become tender and produces its leaves, you know that the summer is near;
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 ουτως και υμεις, οταν ιδητε ταυτα γινομενα, γινωσκετε οτι εγγυς εστιν επι θυραις. 29 even so you also, when you see these things coming to pass, know that it is near, at the doors.
29 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ου παντα ταυτα γενηται. 30 Most certainly I say to you, this generation will not pass away until all these things happen.
30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται.
31 ο ουρανος και η γη παρελευσονται, οι δε εμοι λογοι ου μη παρελευσονται. 31 Heaven and earth will pass away, but my words will not pass away.
31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.
32 περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν, ουδε οι αγγελοι εν ουρανω, ουδε ο υιος, ει μη ο πατηρ. 32 “But of that day or that hour no one knows—not even the angels in heaven, nor the Son, but only the Father.
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 βλεπετε, αγρυπνειτε και προσευχεσθε· ουκ οιδατε γαρ ποτε ο καιρος εστιν. 33 Watch, keep alert, and pray; for you don’t know when the time is.
33 Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 ως ανθρωπος αποδημος, αφεις την οικιαν αυτου, και δους τοις δουλοις αυτου την εξουσιαν, και εκαστω το εργον αυτου, και τω θυρωρω ενετειλατο ινα γρηγορη. 34 “It is like a man traveling to another country, having left his house and given authority to his servants, and to each one his work, and also commanded the doorkeeper to keep watch.
34 ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορειτε ουν· ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται, οψε η μεσονυκτιου η αλεκτοροφωνιας η πρωι· 35 Watch therefore, for you don’t know when the lord of the house is coming—whether at evening, or at midnight, or when the rooster crows, or in the morning;
35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας. 36 lest, coming suddenly, he might find you sleeping.
36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 α δε υμιν λεγω, πασιν λεγω· γρηγορειτε. 37 What I tell you, I tell all: Watch!”
37 ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.