Saltar al texto

Marcos · Texto Patriarcal (Antoniades 1904/1912)

Marcos 15 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και ευθεως επι το πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον, δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν τω πιλατω.
1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
2 και επηρωτησεν αυτον ο πιλατος· συ ει ο βασιλευς των ιουδαιων; ο δε αποκριθεις ειπεν αυτω· συ λεγεις.
2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· σὺ λέγεις.
3 και κατηγορουν αυτου οι αρχιερεις πολλα, αυτος δε ουδεν απεκρινατο.
3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο.
4 ο δε πιλατος παλιν επηρωτα αυτον λεγων· ουκ αποκρινη ουδεν; ιδε ποσα σου καταμαρτυρουσιν.
4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν.
5 ο δε ιησους ουκετι ουδεν απεκριθη, ωστε θαυμαζειν τον πιλατον.
5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
6 κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον, ονπερ ητουντο.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.
7 ην δε ο λεγομενος βαραββας μετα των συστασιαστων δεδεμενος, οιτινες εν τη στασει φονον πεποιηκεισαν.
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8 και αναβοησας ο οχλος ηρξατο αιτεισθαι καθως αει εποιει αυτοις.
8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς.
9 ο δε πιλατος απεκριθη αυτοις λεγων· θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων;
9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
10 εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις.
10 ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
11 οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις.
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12 ο δε πιλατος αποκριθεις παλιν ειπεν αυτοις· τι ουν θελετε ποιησω ον λεγετε τον βασιλεα των ιουδαιων;
12 ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων;
13 οι δε παλιν εκραξαν· σταυρωσον αυτον.
13 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν.
14 ο δε πιλατος ελεγεν αυτοις· τι γαρ εποιησεν κακον; οι δε περισσοτερως εκραξαν· σταυρωσον αυτον.
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησε κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· σταύρωσον αὐτόν.
15 ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι, απελυσεν αυτοις τον βαραββαν, και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη.
15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16 οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης, ο εστιν πραιτωριον, και συγκαλουσιν ολην την σπειραν·
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν·
17 και ενδυουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον,
17 καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
18 και ηρξαντο ασπαζεσθαι αυτον· χαιρε ο βασιλευς των ιουδαιων·
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν. χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
19 και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω, και τιθεντες τα γονατα προσεκυνουν αυτω.
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
20 και οτε ενεπαιξαν αυτω, εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια τα ιδια, και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον.
20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
21 και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον, ερχομενον απ αγρου, τον πατερα αλεξανδρου και ρουφου, ινα αρη τον σταυρον αυτου.
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22 και φερουσιν αυτον επι γολγοθα τοπον, ο εστιν μεθερμηνευομενον κρανιου τοπος.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος.
23 και εδιδουν αυτω πιειν εσμυρνισμενον οινον· ο δε ουκ ελαβεν.
23 καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε.
24 και σταυρωσαντες αυτον διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη.
24 καὶ σταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ.
25 ην δε ωρα τριτη και εσταυρωσαν αυτον.
25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
26 και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη· ο βασιλευς των ιουδαιων.
26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· ὁ βασιλεὺς τῶν Ἰουδαίων.
27 και συν αυτω σταυρουσιν δυο ληστας, ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου.
27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
28 [και επληρωθη η γραφη η λεγουσα· και μετα ανομων ελογισθη].
28 [καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμων ἐλογίσθη.]
29 και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες· ουα, ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων!
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν!
30 σωσον σεαυτον και καταβα απο του σταυρου.
30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
31 ομοιως δε και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον· αλλους εσωσεν, εαυτον ου δυναται σωσαι.
31 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
32 ο χριστος ο βασιλευς του ισραηλ καταβατω νυν απο του σταυρου, ινα ιδωμεν και πιστευσωμεν αυτω. και οι συνεσταυρωμενοι αυτω ωνειδιζον αυτον.
32 ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
33 γενομενης δε ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης·
33 Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης·
34 και τη ωρα τη ενατη εβοησεν ο ιησους φωνη μεγαλη λεγων· ελωι ελωι, λιμα σαβαχθανι; ο εστιν μεθερμηνευομενον, ο θεος μου ο θεος μου, εις τι με εγκατελιπες;
34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωῒ Ἐλωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;
35 και τινες των παρεστηκοτων ακουσαντες ελεγον· ιδε ηλιαν φωνει.
35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ.
36 δραμων δε εις και γεμισας σπογγον οξους περιθεις τε καλαμω εποτιζεν αυτον λεγων· αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον.
36 δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν.
37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.
38 και το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω.
38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
39 ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως κραξας εξεπνευσεν, ειπεν· αληθως ο ανθρωπος ουτος υιος ην θεου.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.
40 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι, εν αις ην και μαρια η μαγδαληνη και μαρια η του ιακωβου του μικρου και ιωση μητηρ, και σαλωμη,
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη,
41 αι και οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω, και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα.
41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 και ηδη οψιας γενομενης, επει ην παρασκευη, ο εστιν προσαββατον,
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον,
43 ελθων ιωσηφ ο απο αριμαθαιας, ευσχημων βουλευτης, ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου, τολμησας εισηλθεν προς πιλατον και ητησατο το σωμα του ιησου.
43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44 ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν, και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν·
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
45 και γνους απο του κεντυριωνος εδωρησατο το σωμα τω ιωσηφ.
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
46 και αγορασας σινδονα και καθελων αυτον ενειλησεν τη σινδονι και κατεθηκεν αυτον εν μνημειω, ο ην λελατομημενον εκ πετρας, και προσεκυλισεν λιθον επι την θυραν του μνημειου.
46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47 η δε μαρια η μαγδαληνη και μαρια ιωση εθεωρουν που τιθεται.
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Alexander

    Son of Simon of Cyrene

    Named in Mark 15:21 as a son of Simon of Cyrene.

    Citado en la guía: Mark 15:21

  • Barabbas

    Prisoner released instead of Jesus

    A notorious prisoner, an insurrectionist, whom the crowd chose to be released rather than Jesus.

    Citado en la guía: Matthew 27:16; Matthew 27:17; Mark 15:7

  • James the younger

    Son of Mary at the cross

    Called James the younger in Mark 15:40, the son of a Mary who watched at the crucifixion; the text does not say whether he is James son of Alphaeus or James the brother of Jesus.

    Citado en la guía: Mark 15:40

  • Joseph of Arimathea

    Disciple who buried Jesus

    A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…

    Citado en la guía: Matthew 27:57; Mark 15:43; Luke 23:50

  • Joses

    Son of Mary at the cross

    Named in Mark 15:40 and 15:47 (Joses; Joseph in Matthew 27:56) as a son of the Mary who watched the crucifixion; the text does not identify him with Joses the brother of Jesus in…

    Citado en la guía: Matthew 27:56; Mark 15:40

  • Mary

    Mother of James and Joses

    A woman who followed Jesus from Galilee and was at the cross, called the mother of James the younger and of Joses (Joseph) and seen at the burial and at the tomb; the text does…

    Citado en la guía: Matthew 27:56; Mark 15:40; Mark 15:47

  • Rufus

    Son of Simon of Cyrene

    Named in Mark 15:21 as a son of Simon of Cyrene.

    Citado en la guía: Mark 15:21

  • Salome

    Woman at the cross and tomb

    A woman who followed Jesus from Galilee, named at the crucifixion and with Mary Magdalene and Mary the mother of James who bought spices for the body; Matthew 27:56 names the…

    Citado en la guía: Mark 15:40; Mark 16:1

  • Simon of Cyrene

    Carried the cross of Jesus

    A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.

    Citado en la guía: Matthew 27:32; Mark 15:21; Luke 23:26

Referencias cruzadas (43)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 27:1–2; Lucas 22:66; Lucas 23:1–5; Hechos 3:13; Juan 18:28–38
  2. 2 Mateo 2:2; Mateo 27:11–14; 1 Timoteo 6:13; Marcos 15:26; Marcos 15:18
  3. 3 Isaías 53:7; Juan 19:12; Juan 19:6–7; Marcos 14:60–61; Lucas 23:2–5
  4. 4 Juan 19:10; Mateo 27:13; Mateo 26:62
  5. 5 Isaías 53:7; Zacarías 3:8; Mateo 27:14; 1 Corintios 4:9; Salmo 71:7
  6. 6 Juan 18:39–40; Hechos 24:27; Hechos 25:9; Mateo 27:15–26; Lucas 23:16–25
  7. 7 Lucas 23:18–19; Mateo 27:16; Lucas 23:25
  8. 9 Mateo 27:17–21; Juan 19:14–16; Juan 19:4–5; Juan 18:39; Hechos 3:13–15
  9. 10 Proverbios 27:4; 1 Samuel 18:8–9; Mateo 27:18; Génesis 4:4–6; Tito 3:3
  10. 11 Hechos 3:14; Mateo 27:20; Oseas 5:1; Juan 18:40
  11. 12 Isaías 9:6–7; Jeremías 23:5–6; Mateo 27:22–23; Zacarías 9:9; Juan 19:14–16
  12. 14 Lucas 23:41; Mateo 27:23–25; 1 Pedro 1:19; Lucas 23:4; Isaías 53:3
  13. 15 Mateo 27:26; Juan 19:1; Isaías 50:6; Marcos 10:34; Salmo 129:3
  14. 16 Mateo 27:27–31; Juan 19:9; Juan 18:28; Mateo 26:3; Hechos 10:1
  15. 17 Mateo 27:28–30; Juan 19:2–5; Lucas 23:11
  16. 18 Mateo 27:42–43; Lucas 23:36–37; Marcos 15:29–32; Marcos 15:2; Génesis 37:10
  17. 19 Marcos 14:65; Isaías 53:3–5; Salmo 35:15–17; Hebreos 12:2–3; Isaías 50:6
  18. 20 Juan 19:16; Mateo 27:31
  19. 21 Mateo 27:32; Lucas 23:26; Romanos 16:13; Hechos 13:1; Hechos 11:20
  20. 22 Mateo 27:33–44; Juan 19:17–27; Lucas 23:27–38
  21. 23 Mateo 27:34; Lucas 22:18; Juan 19:28–30; Lucas 23:36; Marcos 14:25
  22. 24 Lucas 23:34; Juan 19:23–24; Mateo 27:35–36; Isaías 53:4–8; Salmo 22:16–18
  23. 25 Juan 19:14; Mateo 27:45; Marcos 15:33; Lucas 23:44; Hechos 2:15
  24. 26 Mateo 27:37; Juan 19:18–22; Lucas 23:37–38; Zacarías 9:9; Mateo 2:2
  25. 27 Lucas 23:32–33; Mateo 27:38; Juan 19:18
  26. 29 Marcos 14:58; Salmo 109:25; Lamentaciones 1:12; Juan 2:18–22; Lamentaciones 2:15
  27. 31 Juan 12:23–24; Mateo 27:41–43; Salmo 22:16–17; Salmo 2:1–4; 1 Pedro 3:17–18
  28. 32 Mateo 27:44; Lucas 23:39–43; Sofonías 3:15; Isaías 44:6; Mateo 1:17
  29. 33 Mateo 27:45; Lucas 23:44–45; Amós 8:9–10; Marcos 15:25; Isaías 50:3–4
  30. 34 Salmo 22:1; Mateo 27:46; Hebreos 5:7; Salmo 27:9; Isaías 41:17
  31. 35 Mateo 27:47–49; Mateo 17:11–13; Marcos 9:11–13
  32. 36 Salmo 69:21; Marcos 15:23; Lucas 23:36; Juan 19:28–30
  33. 37 Juan 19:30; Lucas 23:46; Mateo 27:50
  34. 38 Hebreos 10:19–23; Lucas 23:45; Hebreos 9:3–12; Mateo 27:51–53; Levítico 16:2–19
  35. 39 Lucas 23:47–48; Mateo 27:54; Mateo 27:43; Hechos 10:1; Hechos 27:1–3
  36. 40 Mateo 27:55–56; Lucas 23:49; Lucas 8:2–3; Marcos 16:9; Marcos 15:47–16:1
  37. 41 Lucas 8:2–3; Mateo 27:55–56
  38. 42 Lucas 23:50–56; Juan 19:31; Juan 19:38–42; Mateo 27:57–62
  39. 43 Lucas 2:38; Lucas 2:25; Lucas 23:51; Juan 19:38; Hechos 17:12
  40. 44 Juan 19:31–37
  41. 45 Juan 19:38; Marcos 15:39; Mateo 27:58
  42. 46 Isaías 53:9; Mateo 27:59–60; Juan 11:38; Marcos 16:3–4; Isaías 22:16
  43. 47 Marcos 15:40; Marcos 16:1; Mateo 27:61; Lucas 23:55–24:2; Mateo 28:1

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 15:31 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXVIII)

    … in the person of the Jews that Isaiah said this, "We saw Him, and He had no beauty nor comeliness." When it was said, "If He be the Son of God, let Him come down from the Cross. He saved others, Himself He cannot save." And smiting Him on the head with a reed, they said, "Prophesy unto us, thou …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 15:16 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVII)

    "Then the soldiers of the governor took Jesus into the common hall, and gathered unto him the whole band of soldiers; and they stripped Him, and put on Him a purple robe; and when they had platted a crown of thorns, they put it on His head, and a reed in His right hand; and they bowed the knee before …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 15:23 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    But what sort of gall put they into My mouth? They gave Him, it says, wine mingled with myrrh.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Cita 15:25 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XIX — 1-16)

    And it was the preparation of the passover, and about the sixth hour." The question, at what hour the Lord was crucified, because of the testimony supplied by another evangelist, who says, "And it was the third hour, and they crucified Him," we shall consider as we can, if the Lord please, when we are come to the passage itself …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  5. Cita 15:44 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVIII)

    Mark at any rate saith, that "Pilate marvelled if He were already dead:" and that the centurion for this cause above all believed, because He died with power.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)