Saltar al texto

Marcos · Texto Patriarcal (Antoniades 1904/1912)

Marcos 16 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και διαγενομενου του σαββατου μαρια η μαγδαληνη και μαρια η [του] ιακωβου και σαλωμη ηγορασαν αρωματα ινα ελθουσαι αλειψωσιν αυτον.
1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ [τοῦ] Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
2 και λιαν πρωι της μιας σαββατων ερχονται επι το μνημειον, ανατειλαντος του ηλιου.
2 καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.
3 και ελεγον προς εαυτας· τις αποκυλισει ημιν τον λιθον εκ της θυρας του μνημειου;
3 καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
4 και αναβλεψασαι θεωρουσιν οτι αποκεκυλισται ο λιθος· ην γαρ μεγας σφοδρα.
4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
5 και εισελθουσαι εις το μνημειον ειδον νεανισκον καθημενον εν τοις δεξιοις, περιβεβλημενον στολην λευκην, και εξεθαμβηθησαν.
5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
6 ο δε λεγει αυταις· μη εκθαμβεισθε· ιησουν ζητειτε τον ναζαρηνον τον εσταυρωμενον· ηγερθη, ουκ εστιν ωδε· ιδε ο τοπος οπου εθηκαν αυτον.
6 ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
7 αλλ υπαγετε ειπατε τοις μαθηταις αυτου και τω πετρω οτι προαγει υμας εις την γαλιλαιαν· εκει αυτον οψεσθε, καθως ειπεν υμιν.
7 ἀλλ᾽ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
8◆ και εξελθουσαι εφυγον απο του μνημειου· ειχεν δε αυτας τρομος και εκστασις, και ουδενι ουδεν ειπον· εφοβουντο γαρ.
8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
9◆ αναστας δε πρωι πρωτη σαββατου εφανη πρωτον μαρια τη μαγδαληνη, αφ ης εκβεβληκει επτα δαιμονια.
9 Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
10◆ εκεινη πορευθεισα απηγγειλεν τοις μετ αυτου γενομενοις, πενθουσιν και κλαιουσιν.
10 ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι.
11◆ κακεινοι ακουσαντες οτι ζη και εθεαθη υπ αυτης, ηπιστησαν.
11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς, ἠπίστησαν.
12◆ μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη, πορευομενοις εις αγρον.
12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν.
13◆ κακεινοι απελθοντες απηγγειλαν τοις λοιποις· ουδε εκεινοις επιστευσαν.
13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
14◆ υστερον ανακειμενοις αυτοις τοις ενδεκα εφανερωθη, και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν, οτι τοις θεασαμενοις αυτον εγηγερμενον ουκ επιστευσαν.
14 Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
15◆ και ειπεν αυτοις· πορευθεντες εις τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει.
15 καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
16◆ ο πιστευσας και βαπτισθεις σωθησεται, ο δε απιστησας κατακριθησεται.
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
17◆ σημεια δε τοις πιστευσασιν ταυτα παρακολουθησει· εν τω ονοματι μου δαιμονια εκβαλουσιν· γλωσσαις λαλησουσιν καιναις·
17 σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς·
18◆ οφεις αρουσιν· καν θανασιμον τι πιωσιν, ου μη αυτους βλαψει· επι αρρωστους χειρας επιθησουσιν, και καλως εξουσιν.
18 ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.
19◆ ο μεν ουν κυριος μετα το λαλησαι αυτοις ανεληφθη εις τον ουρανον και εκαθισεν εκ δεξιων του θεου.
19 Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.
20◆ εκεινοι δε εξελθοντες εκηρυξαν πανταχου, του κυριου συνεργουντος και τον λογον βεβαιουντος δια των επακολουθουντων σημειων. αμην.
20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Salome

    Woman at the cross and tomb

    A woman who followed Jesus from Galilee, named at the crucifixion and with Mary Magdalene and Mary the mother of James who bought spices for the body; Matthew 27:56 names the…

    Citado en la guía: Mark 15:40; Mark 16:1

Referencias cruzadas (20)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 23:56–24:12; Mateo 28:1–10; Juan 20:1–10; Marcos 15:40; Juan 19:25
  2. 2 Juan 20:1; Mateo 28:1; Lucas 24:1
  3. 3 Marcos 15:46–47; Mateo 27:60–66
  4. 4 Mateo 28:2–4; Lucas 24:2; Juan 20:1
  5. 5 Juan 20:11–12; Mateo 28:3; Lucas 24:3–5; Juan 20:8; Lucas 1:29–30
  6. 6 Apocalipsis 1:17–18; 1 Corintios 15:3–7; Lucas 24:46; Mateo 28:4–7; Juan 2:19–22
  7. 7 Marcos 14:28; Mateo 26:32; Mateo 28:10; Mateo 28:7; Mateo 28:16–17
  8. 8 Lucas 24:9–11; Lucas 24:37; Marcos 16:5–6; Lucas 24:22–24; Mateo 28:8
  9. 9 Lucas 8:2; Juan 20:14–19; Juan 20:12; Marcos 15:47; Mateo 27:56
  10. 10 Juan 20:18; Mateo 9:15; Lucas 24:17; Juan 16:6; Marcos 14:72
  11. 11 Lucas 24:11; Marcos 16:13–14; Marcos 9:19; Lucas 24:23–35; Job 9:16
  12. 12 Lucas 24:13–32; Juan 21:1; Marcos 16:14; Juan 21:14
  13. 13 Juan 20:25; Lucas 24:33–35; Juan 20:8; Lucas 16:31
  14. 14 1 Corintios 15:5; Lucas 24:36–43; Hebreos 3:7–8; Salmo 95:8–11; Juan 20:27
  15. 15 Mateo 28:19; Marcos 13:10; Hechos 1:8; Lucas 24:47–48; Salmo 96:3
  16. 16 Juan 11:25–26; Juan 3:36; Romanos 10:9–14; Juan 3:18–19; Juan 3:15–16
  17. 17 Hechos 5:16; 1 Corintios 12:28; Lucas 10:17; Hechos 8:7; Juan 14:12
  18. 18 Lucas 10:19; Santiago 5:14–15; Hechos 28:3–6; Hechos 19:12; Hechos 4:30
  19. 19 1 Pedro 3:22; Hebreos 1:3; Hebreos 12:2; Salmo 110:1; Romanos 8:34
  20. 20 1 Corintios 2:4–5; Hechos 14:3; Romanos 15:19; Hechos 8:4–6; Hebreos 2:4

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 16:19 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter X)

    Also, towards the conclusion of his Gospel, Mark says: "So then, after the Lord Jesus had spoken to them, He was received up into heaven, and sitteth on the right hand of God;" confirming what had been spoken by the prophet: "The Lord said to my Lord, Sit Thou on My right hand, until I make Thy foes Thy footstool." …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 16:16 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    So again when we hear, "He that believeth and is baptized shall be saved;" we do not of course understand it of one who believes in such a way "as the devils believe and tremble;" nor of those who receive baptism in such sort as Simon Magus, who though he could be baptized, could not be saved.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 16:19 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIV)

    And again, Looking unto Jesus, the author and perfecter of our faith; Who for the joy that was set before Him endured the Cross, despising shame, and is set down on the right hand of the throne of God.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Cita 16:6 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters X–XI)

    And so also the angel of the resurrection said to the woman, Ye seek Jesus of Nazareth which was crucified.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  5. Cita 16:15 Augustine of Hippo, Homilies on the First Epistle of John (Homily IV)

    Ye heard while the Gospel was read, "Go, preach the Gospel to the whole creation which is under heaven." Consequently, the disciples were sent "every where:" with signs and wonders to attest that what they spake, they had seen.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)