1◆ Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2◆ Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3◆ ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4◆ λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5◆ ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6◆ τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7◆ ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8◆ καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9◆ οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10◆ ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11◆ ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.⟧ 12 Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸀ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ⸀ἢ ποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. 19 ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε. 20 ταῦτα τὰ ῥήματα ⸀ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 21 Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ ⸀ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ ταῦτα ⸀λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν ⸀οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ ⸀πατὴρ ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με ⸀μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν ⸂πρὸς αὐτόν · Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ⸂ἃ ἐγὼ ἑώρακα παρὰ τῷ ⸀πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε παρὰ ⸂τοῦ πατρὸς ποιεῖτε. 39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα · ἕνα πατέρα ἔχομεν τὸν θεόν. 42 ⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. 48 ⸀Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 ⸀εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα ⸀σεαυτὸν ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶν ἐστιν, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸀ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν ⸀αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ⸀ἱεροῦ
Juan · Nuevo Testamento griego SBL
Juan 8 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Referencias cruzadas (55)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 21:1; Marcos 11:1; Lucas 19:37
- 2 Mateo 26:55; Lucas 21:37; Lucas 4:20; Mateo 5:1–2; Lucas 5:3
- 5 Levítico 20:10; Deuteronomio 22:21–24; Ezequiel 16:38–40; Mateo 5:17; Mateo 19:6–8
- 6 Jeremías 17:13; Lucas 10:25; Salmo 38:12–14; Eclesiastés 3:7; Amós 5:10
- 7 Mateo 7:1–5; Romanos 2:21–25; Romanos 2:1–3; Mateo 23:25–28; Deuteronomio 17:6–7
- 9 Eclesiastés 7:22; Romanos 2:15; 1 Juan 3:20; Génesis 42:21–22; Romanos 2:22
- 10 Isaías 41:11–12
- 11 Juan 3:17; Juan 5:14; Isaías 1:16–18; Juan 8:15; Lucas 15:7
- 12 Juan 12:46; Juan 9:5; Juan 12:35; Mateo 5:14; Job 33:28
- 13 Juan 5:31–47
- 14 Juan 16:28; Juan 13:3; Juan 8:42; Juan 14:10; Números 12:3
- 15 1 Samuel 16:7; Juan 12:47; Juan 3:17; Juan 7:24; Romanos 2:1
- 16 Juan 8:29; Hechos 17:31; Isaías 32:1–2; 1 Samuel 16:7; Juan 16:32
- 17 Deuteronomio 19:15; Deuteronomio 17:6; Hebreos 10:28; Mateo 18:16; Gálatas 3:24
- 18 Juan 8:58; Apocalipsis 1:17–18; Juan 8:38; Juan 8:12; Juan 8:51
- 19 Juan 8:54–55; Juan 16:3; Juan 14:6–9; 2 Corintios 4:4–6; Mateo 11:25
- 20 Juan 7:30; Juan 7:8; Marcos 12:41; Marcos 12:43; Juan 7:44
- 21 Juan 7:34; Juan 8:24; 1 Corintios 15:17–18; Juan 13:33; Ezequiel 3:18–19
- 22 Salmo 22:6; Juan 8:52; Juan 8:48; Salmo 31:18; Hebreos 12:3
- 23 Juan 3:31; 1 Juan 2:15–16; Juan 17:14; Juan 17:16; 1 Juan 4:5–6
- 24 Juan 3:36; Marcos 16:16; Juan 3:18; Hebreos 10:26–29; Hebreos 12:25
- 25 Juan 5:17–29; Juan 8:12; Juan 1:22; Lucas 22:67; Juan 19:9
- 26 Juan 15:15; Juan 12:47–50; Juan 8:40; Juan 7:28; Juan 17:8
- 27 Isaías 6:9; Isaías 59:10; Romanos 11:7–10; Juan 8:43; Juan 8:47
- 28 Juan 5:19; Juan 5:30; Juan 6:38; Juan 12:49–50; Juan 3:14
- 29 Juan 6:38; Juan 16:32; Juan 15:10; Juan 5:30; Juan 4:34
- 30 Juan 7:31; Juan 2:23; Juan 6:14; Juan 11:45; Juan 10:42
- 31 2 Juan 9; Juan 15:4–9; 2 Timoteo 3:14; 1 Timoteo 4:16; Santiago 1:25
- 32 Romanos 8:2; Juan 8:36; Juan 17:17; 1 Pedro 2:16; Juan 14:6
- 33 Mateo 3:9; Juan 8:39; Nehemías 5:4–8; Nehemías 9:27–28; Juan 8:37
- 34 Romanos 6:16; 2 Pedro 2:19; Proverbios 5:22; 1 Juan 3:8–10; Romanos 6:12
- 35 Gálatas 4:4–7; Lucas 15:31; Génesis 21:10; Romanos 8:15–17; Gálatas 4:30–31
- 36 2 Corintios 3:17; Gálatas 5:1; Romanos 8:2; Juan 8:31–32; Lucas 4:18
- 37 1 Corintios 2:14; Juan 8:45–47; Romanos 9:7; Juan 7:1; Juan 8:59
- 38 Juan 5:19; Juan 8:44; Juan 5:30; Juan 8:41; Juan 12:49–50
- 39 Gálatas 3:7; Romanos 9:7; Juan 8:37; Romanos 2:28–29; Mateo 5:45
- 40 Juan 8:26; Gálatas 4:29; Gálatas 4:16; Apocalipsis 12:12–13; Salmo 37:32
- 41 Isaías 64:8; Isaías 63:16; Juan 8:38; Juan 8:44; Malaquías 2:11
- 42 Juan 12:49; Juan 14:10; Juan 17:8; Juan 17:25; Juan 15:23–24
- 43 Romanos 8:7–8; Juan 12:39–40; Juan 7:17; Juan 5:43; Proverbios 28:5
- 44 Hechos 13:10; 1 Juan 3:12; 1 Juan 3:8–10; 2 Corintios 11:3; Apocalipsis 12:9
- 45 2 Timoteo 4:3–4; Juan 7:7; Juan 18:37; 2 Tesalonicenses 2:10; Juan 3:19–20
- 46 Hebreos 4:15; Juan 16:8; Mateo 21:25; 1 Pedro 2:22; Juan 8:7
- 47 Juan 10:26–27; 2 Juan 9; Juan 18:37; Juan 6:45–46; 1 Juan 3:10
- 48 Juan 7:20; Juan 8:52; Santiago 2:19; Mateo 10:25; Juan 10:20
- 49 1 Pedro 2:23; Filipenses 2:6–11; Juan 11:4; Juan 8:29; Juan 13:31–32
- 50 Juan 5:41; Juan 8:54; Juan 7:18; Juan 5:20–23; Juan 12:47–48
- 51 Juan 11:25–26; Juan 5:24; Juan 3:15–16; Juan 6:50; Juan 15:20
- 52 Hebreos 2:9; Juan 8:51; Juan 8:48; Juan 9:24; Zacarías 1:5–6
- 53 Juan 4:12; Hebreos 7:1–7; Romanos 9:5; Isaías 9:6; Juan 10:33
- 54 Proverbios 25:27; Juan 8:50; 2 Pedro 1:17; Salmo 110:1–4; 2 Corintios 10:18
- 55 Juan 8:19; Juan 7:28–29; Juan 8:44; Mateo 11:27; Apocalipsis 3:9
- 56 Hebreos 11:13; Génesis 22:18; Gálatas 3:7–9; Mateo 13:17; Juan 8:39
- 58 Éxodo 3:14; Colosenses 1:17; Juan 17:5; Juan 1:1–2; Isaías 44:6
- 59 Juan 11:8; Juan 10:39–40; Juan 10:30–33; Levítico 24:16; Lucas 4:29–30
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
¿Por qué mi Biblia dice algo distinto?
- Juan 7:53–8:11: la mujer sorprendida en adulterio
El relato de la mujer llevada ante Jesús, «El que de vosotros esté sin pecado, arroje contra ella la piedra el primero», falta en los manuscritos griegos más antiguos de Juan y aparece en otros lugares en algunos posteriores. Sin embargo, era conocido en la Iglesia antigua, está impreso en el Texto Patriarcal y se lee en los oficios ortodoxos. La mayoría de los estudiosos piensa que es una tradición antigua y auténtica que originalmente no formaba parte de Juan.
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Ye know well, Beloved, that we all have One Master, and are fellow disciples under Him. Nor are we your masters, because we speak to you from this higher spot; but He is the Master of all, who dwelleth in us all.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
What we have just heard and attentively received, as the holy Gospel was being read, I doubt not that all of us have also endeavored to understand, and that each of us according to his measure apprehended what he could of so great a matter as that which has been read; and while the bread of the word is laid …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Oh the folly of the Jews! seeking Him as they did before the Passover, and then having found Him in the midst of them, and having often attempted to take Him by their own or by others' hands without being able; they were not even so awed by His power, but set themselves to their wickedness, and desisted not.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
For when the Lord said to them, "Your father Abraham rejoiced to see My day; and he saw it, and was glad," they answered Him, "Thou art not yet fifty years old, and hast Thou seen Abraham?" Now, such language is fittingly applied to one who has already passed the age of forty, without having as yet reached his fiftieth …
The same is Thy Word, which is also "the Beginning," because also It speaketh unto us. Thus, in the gospel He speaketh through the flesh; and this sounded outwardly in the ears of men, that it might be believed and sought inwardly, and that it might be found in the eternal Truth, where the good and only Master teacheth all …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)