Saltar al texto

Lucas · Nuevo Testamento griego SBL

Lucas 22 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ⸀καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· 4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς ⸂αὐτοῖς παραδῷ αὐτόν. 5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. 6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ⸂ἄτερ ὄχλου αὐτοῖς. 7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ⸀ᾗ ἔδει θύεσθαι τὸ πάσχα· 8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9 οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ⸀ἑτοιμάσωμεν 10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ⸀ὅτι οὐ μὴ φάγω ⸀αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς · 18 λέγω γὰρ ὑμῖν, ⸀οὐ μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 ⸂ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. 24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν ⸀γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ⸂ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. 28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα ⸀ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ⸂ἐν τῇ βασιλείᾳ μου, καὶ ⸀καθήσεσθε ἐπὶ θρόνων ⸂τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ. 31 ⸀Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ⸀στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσει σήμερον ἀλέκτωρ ⸀ἕως τρίς ⸂με ἀπαρνήσῃ εἰδέναι. 35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν ⸀δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων ⸀πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν ⸀ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ ⸀τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν. 39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ ⸀μαθηταί 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε ⸂τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω 43◆ ⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν. 44◆ καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃ 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. 47 ⸀Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 ⸂Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν ⸀δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ⸂ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον εἰς ⸂τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 ⸀περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντων ἐκάθητο ὁ Πέτρος ⸀μέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ ⸀ἠρνήσατο λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν ⸀ἔξω ἔκλαυσεν πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ⸀τε καὶ γραμματεῖς, καὶ ⸀ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰν ⸀δὲ ἐρωτήσω, οὐ μὴ ⸀ἀποκριθῆτε 69 ἀπὸ τοῦ νῦν ⸀δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτι ⸂ἔχομεν μαρτυρίας χρείαν ; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

  • Gethsemane

    Hoy: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Citado en la guía: Matthew 26:36; Mark 14:32; Luke 22:44

  • Mount of Olives

    Hoy: East of Jerusalem's Old City

    Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.

    Citado en la guía: Zechariah 14:4; Luke 22:39; Acts 1:12

Referencias cruzadas (69)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Éxodo 12:6–23; Levítico 23:5–6; Marcos 14:1–2; Mateo 26:2–5; Juan 11:55–57
  2. 2 Juan 11:47–53; Mateo 12:14; Lucas 19:47–48; Mateo 21:45–46; Lucas 20:19
  3. 3 Juan 13:2; Marcos 14:10–11; Juan 13:18; Juan 13:26–27; Salmo 55:12–14
  4. 4 Hechos 5:24; Hechos 4:1; Hechos 5:26; Mateo 26:14; Marcos 14:10–11
  5. 5 Zacarías 11:12–13; Mateo 26:15–16; Mateo 27:3–5; Hechos 1:18; 1 Timoteo 6:9–10
  6. 6 Mateo 26:5; Marcos 14:2
  7. 7 Éxodo 12:18; Marcos 14:12–16; Éxodo 12:6; 1 Corintios 5:7; Lucas 22:1
  8. 8 Marcos 14:13–16; Hechos 3:11; Hechos 4:13; Lucas 1:6; Hechos 3:1
  9. 10 Hechos 8:26–29; Juan 16:4; 1 Samuel 10:2–7; Mateo 26:18–19; Lucas 19:29–40
  10. 11 Juan 11:28; Apocalipsis 3:20; Lucas 19:5; Lucas 19:34; Mateo 21:3
  11. 12 Hechos 1:13; Hechos 16:14–15; Hechos 20:8; Juan 2:25; Juan 21:17
  12. 13 Lucas 21:33; Lucas 19:32; Hebreos 11:8; Juan 2:5
  13. 14 Mateo 26:20; Marcos 14:17; Deuteronomio 16:6–7; Marcos 6:30
  14. 15 Lucas 12:50; Juan 4:34; Juan 13:1; Juan 17:1
  15. 16 Lucas 14:15; Apocalipsis 19:9; Lucas 22:30; 1 Corintios 5:7–8; Juan 6:50–58
  16. 17 Salmo 116:13; Lucas 22:19; 1 Timoteo 4:4–5; Deuteronomio 8:10; Lucas 9:16
  17. 18 Mateo 26:29; Isaías 55:1; Lucas 22:16; Marcos 14:25; Lucas 21:31
  18. 19 1 Corintios 11:23–29; 1 Corintios 10:16; Marcos 14:22–24; Lucas 22:20; Mateo 26:26–28
  19. 20 Mateo 26:28; 1 Corintios 11:25; Zacarías 9:11; Éxodo 24:8; Hebreos 13:20
  20. 21 Salmo 41:9; Juan 13:26; Juan 13:21–22; Juan 13:18–19; Marcos 14:18–21
  21. 22 Hechos 2:23; Salmo 109:6–15; Lucas 24:25–27; Salmo 55:12–15; Lucas 24:46
  22. 23 Juan 13:22–25; Mateo 26:22; Marcos 14:19
  23. 24 Lucas 9:46; Marcos 9:34; Mateo 20:20–24; Marcos 10:37–41; Filipenses 2:3–5
  24. 25 Mateo 20:25–28; Marcos 10:41–45
  25. 26 1 Pedro 5:5; 1 Pedro 5:3; Marcos 9:35; Mateo 18:3–5; Mateo 23:8–12
  26. 27 Mateo 20:28; Lucas 12:37; Juan 13:5–16; 2 Corintios 8:9; Lucas 17:7–9
  27. 28 Hebreos 4:15; Hebreos 2:18; Hechos 1:25; Mateo 24:13; Mateo 19:28–29
  28. 29 Mateo 25:34; 2 Timoteo 2:12; Santiago 2:5; Mateo 24:47; Mateo 28:18
  29. 30 Mateo 19:28; Mateo 8:11; Apocalipsis 2:26–27; Apocalipsis 3:21; Lucas 12:37
  30. 31 1 Pedro 5:8; Zacarías 3:1; Job 1:6–12; Apocalipsis 12:10; Job 2:1–6
  31. 32 Juan 21:15–17; 1 Pedro 5:8–10; Juan 17:9–11; Romanos 8:34; 2 Corintios 1:4–6
  32. 33 Marcos 14:31; Mateo 26:33–35; Juan 13:36–37; Marcos 14:29; Mateo 20:22
  33. 34 Juan 13:38; Mateo 26:34; Marcos 14:30; Marcos 14:71–72; Mateo 26:74
  34. 35 Mateo 10:9–10; Lucas 10:4; Lucas 9:3; Salmo 37:3; Salmo 23:1
  35. 37 Isaías 53:12; Lucas 23:32; 2 Corintios 5:21; Gálatas 3:13; Hechos 13:27–29
  36. 38 2 Corintios 10:3–4; Mateo 26:52–54; Efesios 6:10–18; Lucas 22:49; 1 Tesalonicenses 5:8
  37. 39 Lucas 21:37; Mateo 21:1; Juan 18:1–2; Marcos 14:32–34; Mateo 26:30
  38. 40 Mateo 6:13; Lucas 22:46; Mateo 26:36–46; 1 Pedro 5:8–9; 2 Corintios 12:7–10
  39. 41 Mateo 26:39; Marcos 14:35; Lucas 18:11
  40. 42 Juan 12:27–28; Mateo 26:39; Mateo 26:42; Marcos 14:36; Salmo 40:8
  41. 43 Mateo 4:11; Salmo 91:11–12; Mateo 26:53; Hebreos 1:14; 1 Timoteo 3:16
  42. 44 Lamentaciones 1:12; Hebreos 5:7; Salmo 22:12–21; Romanos 8:32; Salmo 130:1–2
  43. 45 Marcos 14:40–41; Mateo 26:43; Mateo 26:40; Marcos 14:37
  44. 46 Lucas 22:40; Jonás 1:6; Lucas 21:34–36; Proverbios 6:4–11
  45. 47 Marcos 14:41–50; Mateo 26:45–56; Juan 18:2–11; Marcos 14:10; Lucas 22:3–6
  46. 48 2 Samuel 20:9–10; Marcos 14:44–46; Proverbios 27:6; Mateo 26:48–50; Salmo 55:21
  47. 49 Lucas 22:38
  48. 50 Juan 18:10–11; Marcos 14:47; Romanos 12:19; Mateo 26:51–54; 2 Corintios 10:4
  49. 51 Romanos 12:21; 2 Corintios 10:1; 1 Pedro 2:21–23; Juan 17:12; Juan 18:8–9
  50. 52 Lucas 22:4; Mateo 26:55; Hechos 5:26; Juan 17:12; Marcos 14:48–49
  51. 53 Efesios 6:12; Hechos 26:18; Colosenses 1:13; Juan 16:20–22; Juan 12:27
  52. 54 Marcos 14:53–54; Mateo 26:57–58; Juan 18:12–17; 2 Crónicas 32:31; Juan 18:24
  53. 55 Salmo 26:4–5; 2 Corintios 6:15–17; Salmo 28:3; Mateo 26:69–75; Proverbios 9:6
  54. 56 Juan 18:17; Marcos 14:6; Mateo 26:69; Marcos 14:17; Marcos 14:66–68
  55. 57 2 Timoteo 2:10–12; 1 Juan 1:9; Juan 18:27; Juan 18:25; Mateo 10:33
  56. 58 Marcos 14:69–70; Mateo 26:71–72; Juan 18:25
  57. 59 Juan 18:26–27; Mateo 26:73–74; Marcos 14:69–70
  58. 60 Juan 18:27; Mateo 26:74–75; Marcos 14:71–72; Lucas 22:34
  59. 61 Lucas 22:34; Isaías 57:15–18; Ezequiel 36:31–32; Jeremías 31:18–20; Ezequiel 16:63
  60. 62 1 Corintios 10:12; Mateo 26:75; Ezequiel 7:16; Salmo 38:18; Salmo 130:1–4
  61. 63 Juan 18:22; Salmo 35:15–16; Mateo 26:59–68; Isaías 49:7; Job 16:9–10
  62. 64 Jueces 16:25; Jueces 16:21
  63. 65 Hechos 26:11; Mateo 27:39; 1 Timoteo 1:13–14; Lucas 12:10; Mateo 12:31–32
  64. 66 Mateo 27:1; Marcos 15:1; Hechos 22:5; Mateo 5:22; Hechos 4:25–28
  65. 67 Marcos 14:61–66; Mateo 26:63–68; Lucas 16:31; Juan 5:39–47; Juan 12:37–43
  66. 68 Lucas 20:41–44; Lucas 20:3–7
  67. 69 Salmo 110:1; Daniel 7:13–14; Marcos 16:19; Hebreos 1:3; Efesios 1:20–23
  68. 70 Lucas 23:3; Juan 18:37; Marcos 15:2; Mateo 26:64; Mateo 27:11
  69. 71 Mateo 26:65–66; Marcos 14:63–64

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 22:19 Justin Martyr, First Apology (Chapters LXVI–LXVIII)

    For the apostles, in the memoirs composed by them, which are called Gospels, have thus delivered unto us what was enjoined upon them; that Jesus took bread, and when He had given thanks, said, "This do ye in remembrance of Me, this is My body;" and that, after the same manner, having taken the cup and given thanks, He said, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 22:15 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    … hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near His soul was sorrowful, these emotions are certainly not …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 22:35 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    Of this accordingly He quite speaks out to them afterwards, "Lacked ye anything, when I sent you naked and unshod?" He did not at once say, "Provide not," but when He had said, "Cleanse the lepers, cast out devils," then He said, "Provide nothing; freely ye have received, freely give;" by His way of ordering things consulting at once for …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 22:48 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    Hail, Master; yet he was betraying his Master to death; he was not abashed at His warning, when He said, Judas, betrayest than the Son of Man with a kiss?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 22:31 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book II, Chapter IX)

    … explain why it is said in the Gospel by the Lord Himself to the disciples, "Behold, Satan hath desired to have you, that he may sift you as wheat;" and He says to Peter, "But I have prayed for thee, that thy faith fail not." And when they explain this to me, they explain to themselves at the same time …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)