Saltar al texto

Mateo · Nuevo Testamento griego SBL

Mateo 24 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 2 ὁ δὲ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα ; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται. 3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος. 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. 15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ⸀ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ ⸀πατὴρ μόνος. 37 ὥσπερ ⸀γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 ⸀ὡς γὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε ⸂δύο ἔσονται ἐν τῷ ἀγρῷ, ⸀εἷς παραλαμβάνεται καὶ ⸁εἷς ἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριος ἐπὶ τῆς ⸀οἰκετείας αὐτοῦ τοῦ ⸀δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα · 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων, 50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Referencias cruzadas (49)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 13:1–37; Lucas 21:5–36; Ezequiel 8:6; Jeremías 6:8; Juan 2:20
  2. 2 Lucas 19:44; Jeremías 26:18; Miqueas 3:12; Ezequiel 7:20–22; Daniel 9:26–27
  3. 3 Marcos 13:3–4; Hechos 1:7; 1 Tesalonicenses 5:1–11; Mateo 24:37; Mateo 13:49
  4. 4 1 Juan 4:1; 2 Tesalonicenses 2:3; Jeremías 29:8; Colosenses 2:8; Efesios 5:6
  5. 5 Mateo 24:24; Mateo 24:11; Jeremías 14:14; 1 Juan 2:18; Hechos 5:36–37
  6. 6 Marcos 13:7–8; Lucas 21:9; Juan 14:1; 1 Pedro 3:14–15; Isaías 8:12–14
  7. 7 Lucas 21:11; Apocalipsis 6:8; Isaías 19:2; Zacarías 14:13; Hechos 11:28
  8. 8 1 Tesalonicenses 5:3; 1 Pedro 4:17–18; Deuteronomio 28:59; Isaías 10:4; Isaías 9:17
  9. 9 Juan 16:2; Juan 15:19–20; Lucas 21:16–17; Apocalipsis 2:10; Lucas 21:12
  10. 10 Miqueas 7:5–6; Marcos 13:12; Mateo 11:6; Lucas 21:16; Marcos 4:17
  11. 11 Mateo 24:24; Mateo 7:15; Mateo 24:5; 1 Timoteo 4:1; Marcos 13:22
  12. 12 Apocalipsis 2:4–5; Santiago 4:1–4; Apocalipsis 3:15; Apocalipsis 2:10; Santiago 5:1–6
  13. 13 Mateo 10:22; Marcos 13:13; Apocalipsis 2:10; Hebreos 10:39; Hebreos 3:14
  14. 14 Apocalipsis 14:6; Romanos 10:18; Romanos 16:25–26; Marcos 16:15–16; Lucas 24:47
  15. 15 Daniel 9:27; Daniel 12:11; Marcos 13:14; Lucas 21:20; Daniel 11:31
  16. 16 Génesis 19:15–17; Hebreos 11:7; Lucas 21:21–22; Proverbios 22:3; Éxodo 9:20–21
  17. 17 Lucas 17:31–33; Marcos 13:15–16; Mateo 10:27; Hechos 10:9; Lucas 12:3
  18. 19 Lucas 23:29–30; Deuteronomio 28:53–56; Lucas 21:23; Marcos 13:17–18; Lamentaciones 4:10
  19. 20 Éxodo 16:29; Hechos 1:12
  20. 21 Daniel 12:1; Joel 2:2; Malaquías 4:1; Zacarías 14:2–3; Lucas 19:43–44
  21. 22 Marcos 13:20; 2 Timoteo 2:10; Mateo 24:24; Mateo 24:31; Lucas 18:7
  22. 23 Lucas 21:8; Lucas 17:23–24; Deuteronomio 13:1–3; Marcos 13:21; Juan 5:43
  23. 24 2 Tesalonicenses 2:9–11; Marcos 13:22; Apocalipsis 13:13–14; Mateo 24:11; 2 Pedro 2:1–3
  24. 25 Juan 16:1; Lucas 21:13; Isaías 44:7–8; Isaías 46:10–11; Isaías 48:5–6
  25. 27 Lucas 17:24–37; Zacarías 9:14; Santiago 5:8; Job 37:3; Malaquías 3:2
  26. 28 Lucas 17:37; Job 39:27–30; Amós 9:1–4; Deuteronomio 28:49; Jeremías 16:16
  27. 29 Amós 8:9; Joel 3:15; Isaías 13:10; Isaías 24:23; Marcos 13:24–25
  28. 30 Apocalipsis 1:7; Daniel 7:13; Lucas 21:27; Hechos 1:11; Mateo 26:64
  29. 31 1 Tesalonicenses 4:16; Marcos 13:27; Isaías 27:13; 1 Corintios 15:52; Isaías 11:12
  30. 32 Marcos 13:28–29; Lucas 21:29–30
  31. 33 Santiago 5:9; Hebreos 10:37; Ezequiel 7:2–14; 1 Pedro 4:7; Apocalipsis 3:20
  32. 34 Marcos 13:30–31; Lucas 21:32–33; Mateo 16:28; Mateo 23:36; Lucas 11:50
  33. 35 Isaías 40:8; 1 Pedro 1:25; Números 23:19; Isaías 55:11; Mateo 5:18
  34. 36 Marcos 13:32; Hechos 1:7; Mateo 24:44; 2 Pedro 3:10; 1 Tesalonicenses 5:2
  35. 37 Lucas 17:26–27; Génesis 6:1–7; Hebreos 11:7; 2 Pedro 2:5; 2 Pedro 3:6
  36. 38 Lucas 17:26–28; Romanos 13:13–14; Lucas 14:18–20; Génesis 6:2; Lucas 12:45
  37. 39 Juan 3:20; Mateo 24:37; Hechos 13:41; Isaías 44:18–19; Proverbios 24:12
  38. 40 Lucas 17:34–37; 2 Pedro 2:7–9; 2 Pedro 2:5
  39. 41 Éxodo 11:5; Lucas 17:35; Isaías 47:2
  40. 42 Lucas 21:36; 1 Tesalonicenses 5:6; Mateo 25:13; Apocalipsis 16:15; 1 Corintios 16:13
  41. 43 Lucas 12:39; Mateo 24:44; 1 Tesalonicenses 5:2–6; 2 Pedro 3:10–11; Mateo 20:11
  42. 44 Mateo 25:10; Mateo 24:42; Mateo 25:13; Lucas 12:40; Filipenses 4:5
  43. 45 Mateo 25:21; 1 Corintios 4:1–2; Mateo 25:23; Lucas 12:41–43; Lucas 16:10–12
  44. 46 Apocalipsis 16:15; Lucas 12:43; Lucas 12:37; 2 Timoteo 4:6–8; 2 Pedro 1:13–15
  45. 47 Mateo 25:23; Mateo 25:21; Lucas 12:37; Lucas 12:44; Lucas 19:17
  46. 48 2 Pedro 3:3–5; Mateo 18:32; Lucas 12:45; Isaías 32:6; Marcos 7:21
  47. 49 Miqueas 3:5; Apocalipsis 17:6; Mateo 7:15; Tito 1:11–12; Ezequiel 34:3
  48. 50 Apocalipsis 3:3; 1 Tesalonicenses 5:2–3; Mateo 24:42–44; Proverbios 29:1
  49. 51 Mateo 8:12; Lucas 12:46; Mateo 22:13; Isaías 33:14; Job 20:29

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 24:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXV)

    For inasmuch as He said, "Your house is left desolate," and had previously forewarned them of many grievous things; therefore the disciples having heard these things, as though marvelling at it, came unto Him, showing the beauty of the temple, and wondering, if so much beauty was to be destroyed, and materials so costly, and variety of workmanship past utterance; …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 24:28 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    … My daughters from the ends of the earth; all, as many as have been called in My name: for in My glory I have prepared, and formed, and made him." Inasmuch as then, "wheresoever the carcase is, there shall also the eagles be gathered together," we do participate in the glory of the Lord, who has both formed us, and …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 24:35 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    Yea, both heaven and earth shall pass away, but Thy Words shall not pass away. Because the scroll shall be rolled together, and the grass over which it was spread shall with its goodliness pass away; but Thy Word remaineth for ever, which now appeareth unto us in the dark image of the clouds, and through the glass of the …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 24:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    Thus also, for example, when His disciples came unto Him as He sat on the Mount of Olives, and sought to learn about His coming, and the taking of Jerusalem: and yet ye know how great is the interval between those several periods.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 24:4 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    … their good words and smooth tongue, deceive the hearts of the innocent, disguising with the name of Christ as it were with honey the poisoned arrows of their impious doctrines: concerning all of whom together the Lord saith, Take heed lest any man mislead you.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)