1 Καὶ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ, οὐχὶ κέχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ· καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· 2 Ὡς ἂν ἀπέλθῃς σήμερον ἀπʼ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα· καὶ ἐροῦσί σοι, εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο διʼ ὑμᾶς, λέγων, τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; 3 Καὶ ἀπελεύσῃ ἐκεῖθε καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβώρ, καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθὴλ, ἕνα αἴροντα τρία αἰγίδια, καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων, καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου· 4 Καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην, καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λὴψῃ ἐκ τῆς χειρὸς αὐτῶν. 5 Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες· 6 Καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετʼ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον. 7 Καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σὲ, ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ. 8 Καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγὰλ, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ γνωρίσω σοι ἃ ποιήσεις. 9 Καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουὴλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 10 Καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπʼ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. 11 Καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης, καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἢ καὶ Σαοὺλ ἐν προφήταις; 12 Καὶ ἀπεκρίθη τίς αὐτῶν, καὶ εἶπε, καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολὴν, ἢ καὶ Σαοὺλ ἐν προφήταις; 13 Καὶ συνετέλεσε προφητεύων, καὶ ἔρχεται εἰς τὸν βουνόν. 14 Καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ, ποῦ ἐπορεύθητε; καὶ εἶπαν, ζητεῖν τὰς ὄνους, καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ. 15 Καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαοὺλ, ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ; 16 Καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ, ἀπήγγειλεν ἀπαγγέλλων μοι, ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. 17 Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφάθ. 18 Καὶ εἶπε πρὸς υἱοὺς Ἰσραὴλ, τάδε εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λέγων, ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς. 19 Καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν· καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλέα καταστήσεις ἐφʼ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. 20 Καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραὴλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν. 21 Καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς· καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. 22 Καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ, εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος, ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι. 23 Καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν, καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ· καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω. 24 Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαὸν, εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς. 25 Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ, καὶ ἔθηκεν ἐνώπιον Κυρίου· καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 26 Καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ. 27 Καὶ υἱοὶ λοιμοὶ εἶπαν, τίς σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.
1 Samuel · Brenton's Greek Septuagint
1 Samuel 10 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Saul
Israel's first king, anointed by Samuel but later rejected for his disobedience to God.
Cited in the guide: 1 Samuel 9-10; 1 Samuel 15
Cross references (24)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Samuel 16:13; Psalm 78:71; 1 Samuel 9:16; Psalm 2:12; Acts 13:21
- 2 1 Samuel 9:3–5; Genesis 35:19–20; 1 Samuel 10:16; Joshua 18:28
- 3 Genesis 28:22; Genesis 35:3; Genesis 35:1; Genesis 28:19; Leviticus 3:6
- 4 Judges 18:15
- 5 2 Kings 3:15; 1 Samuel 19:20; 1 Samuel 13:3; 2 Kings 2:5; 2 Kings 2:3
- 6 1 Samuel 10:10; 1 Samuel 19:23–24; Numbers 11:25; 1 Samuel 16:13; Judges 14:6
- 7 Judges 6:12; Exodus 4:8; Joshua 1:5; Luke 2:12; Judges 9:33
- 8 1 Samuel 11:14–15; 1 Samuel 13:4; 1 Samuel 15:33; 1 Samuel 13:8–15
- 9 Judges 7:11; Isaiah 38:7–8; 1 Samuel 10:2–6; Judges 6:21; Judges 6:36–40
- 10 1 Samuel 10:5–6; 1 Samuel 19:20–24
- 11 John 7:15; Matthew 13:54–55; 1 Samuel 19:24; Acts 4:13; Acts 9:21
- 12 Isaiah 54:13; John 6:45; James 1:17; John 7:16
- 14 1 Samuel 14:50; 2 Kings 5:25; 1 Samuel 9:3–10
- 16 Proverbs 29:11; 1 Samuel 9:20; 1 Samuel 9:27; Judges 14:6; Exodus 4:18
- 17 Judges 20:1; 1 Samuel 7:5–6
- 18 Judges 6:8–9; Judges 2:1; Nehemiah 9:27–28; Nehemiah 9:9–12
- 19 1 Samuel 12:12; 1 Samuel 8:19; Joshua 24:1; 1 Samuel 8:6–9; Numbers 17:2
- 20 1 Samuel 14:41; Acts 1:24–26; Joshua 7:16–18
- 22 Numbers 27:21; Judges 20:18; 1 Samuel 23:11–12; 1 Samuel 9:21; 1 Samuel 15:17
- 23 1 Samuel 9:2; 1 Samuel 17:4; 1 Samuel 16:7
- 24 1 Kings 1:39; 2 Samuel 21:6; 1 Kings 1:25; Deuteronomy 17:15; 2 Kings 11:12
- 25 1 Samuel 8:11–18; Deuteronomy 17:14–20; Ezekiel 45:9–10; Titus 3:1; Romans 13:1–7
- 26 1 Samuel 11:4; Acts 7:10; Joshua 18:28; 1 Samuel 15:34; Psalm 110:3
- 27 Deuteronomy 13:13; 2 Chronicles 17:5; 1 Kings 10:25; 1 Samuel 2:12; 1 Kings 4:21
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
After this, because they knew him not, He gave them a sign, like as the prophet touching Saul, saying, "Thou shalt find one going up and carrying a bottle;" and here, "carrying a pitcher." And see again the display of his power.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)