LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Καὶ ἐπιστραφέντες, ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὤγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτου εἰς πόλεμον εἰς Ἑδραΐμ. 1 Then we turned, and went up the way to Bashan. Og the king of Bashan came out against us, he and all his people, to battle at Edrei.
2 Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 2 Yahweh said to me, “Don’t fear him; for I have delivered him, with all his people and his land, into your hand. You shall do to him as you did to Sihon king of the Amorites, who lived at Heshbon.”
3 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. 3 So Yahweh our God also delivered into our hand Og, the king of Bashan, and all his people. We struck him until no one was left to him remaining.
4 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῷ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρʼ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν· 4 We took all his cities at that time. There was not a city which we didn’t take from them: sixty cities, all the region of Argob, the kingdom of Og in Bashan.
5 Πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. 5 All these were cities fortified with high walls, gates, and bars, in addition to a great many villages without walls.
6 Ἐξωλοθρεύσαμεν, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας, καὶ τὰ παιδία, 6 We utterly destroyed them, as we did to Sihon king of Heshbon, utterly destroying every inhabited city, with the women and the little ones.
7 καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. 7 But all the livestock, and the plunder of the cities, we took for plunder for ourselves.
8 Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάῤῥου Ἀρνὼν καὶ ἕως Ἀερμών· 8 We took the land at that time out of the hand of the two kings of the Amorites who were beyond the Jordan, from the valley of the Arnon to Mount Hermon.
9 Οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ Ἀμοῤῥαῖος ἐπωνόμασεν αὐτὸ Σανίρ· 9 (The Sidonians call Hermon Sirion, and the Amorites call it Senir.)
10 Πᾶσαι πόλεις Μισὼρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραῒμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν· 10 We took all the cities of the plain, and all Gilead, and all Bashan, to Salecah and Edrei, cities of the kingdom of Og in Bashan.
11 Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλὶνη αὐτοῦ κλὶνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμών· ἐννέα πήχεων τὸ μηκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. 11 (For only Og king of Bashan remained of the remnant of the Rephaim. Behold, his bedstead was a bedstead of iron. Isn’t it in Rabbah of the children of Ammon? Nine cubits was its length, and four cubits its width, after the cubit of a man.)
12 Καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χείλος χειμάῤρου Ἀρνών, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ. 12 This land we took in possession at that time: from Aroer, which is by the valley of the Arnon, and half the hill country of Gilead with its cities, I gave to the Reubenites and to the Gadites;
13 Καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ, καὶ πᾶσαν τὴν Βασάν βασιλείαν Ὤγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ῥαφαῒν λογισθήσεται. 13 and the rest of Gilead, and all Bashan, the kingdom of Og, I gave to the half-tribe of Manasseh—all the region of Argob, even all Bashan. (The same is called the land of Rephaim.
14 Καὶ Ἰαῒρ υἱὸς Μανασσὴ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Θαυὼθ Ἰαεῒρ ἕως τῆς ἡμέρας ταύτης. 14 Jair the son of Manasseh took all the region of Argob, to the border of the Geshurites and the Maacathites, and called them, even Bashan, after his own name, Havvoth Jair, to this day.)
15 Καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ. 15 I gave Gilead to Machir.
16 Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γάδ δέδωκα ὑπὸ τῆς Γαλαὰδ ἕως χειμάῤῥου Ἀρνών μέσον τοῦ χειμάῤῥου ὅριον καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάῤῥους ὅριον τοῖς υἱοῖς Ἀμμάν· 16 To the Reubenites and to the Gadites I gave from Gilead even to the valley of the Arnon, the middle of the valley, and its border, even to the river Jabbok, which is the border of the children of Ammon;
17 Καὶ ἡ Ἄραβα καὶ ὁ Ἰορδάνης ὅριον Μαχαναρὲθ, καὶ ἕως θαλάσσης Ἄραβά, θαλάσσης ἁλυκῆς ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν. 17 the Arabah also, and the Jordan and its border, from Chinnereth even to the sea of the Arabah, the Salt Sea, under the slopes of Pisgah eastward.
18 Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ πᾶς δυνατός. 18 I commanded you at that time, saying, “Yahweh your God has given you this land to possess it. All of you men of valor shall pass over armed before your brothers, the children of Israel.
19 Πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν, ἕως ἂν καταπαύσῃ Κύριος ὁ 19 But your wives, and your little ones, and your livestock, (I know that you have much livestock), shall live in your cities which I have given you,
20 Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν. 20 until Yahweh gives rest to your brothers, as to you, and they also possess the land which Yahweh your God gives them beyond the Jordan. Then you shall each return to his own possession, which I have given you.”
21 Καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφʼ ἃς σὺ διαβαίνεις ἐκεῖ. 21 I commanded Joshua at that time, saying, “Your eyes have seen all that Yahweh your God has done to these two kings. So shall Yahweh do to all the kingdoms where you go over.
22 Οὐ φοβηθήσεσθε ἀπʼ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν. 22 You shall not fear them; for Yahweh your God himself fights for you.”
23 Καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, 23 I begged Yahweh at that time, saying,
24 Κύριε Θεὲ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου, καὶ τὴν δύναμίν σου, καὶ τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ, καὶ κατὰ τὴν ἰσχύν σου; 24 “Lord Yahweh, you have begun to show your servant your greatness, and your strong hand. For what god is there in heaven or in earth that can do works like yours, and mighty acts like yours?
25 Διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. 25 Please let me go over and see the good land that is beyond the Jordan, that fine mountain, and Lebanon.”
26 Καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου· καὶ εἶπε Κύριος πρὸς μέ, ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. 26 But Yahweh was angry with me because of you, and didn’t listen to me. Yahweh said to me, “That is enough! Speak no more to me of this matter.
27 Ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ λελαξευμένου, καὶ ἀναβλέψας τοὶς ἀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ Βοῤῥᾶν καὶ Λίβα καὶ ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. 27 Go up to the top of Pisgah, and lift up your eyes westward, and northward, and southward, and eastward, and see with your eyes; for you shall not go over this Jordan.
28 Καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτὸν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν ἣν ἑώρακας. 28 But commission Joshua, and encourage him, and strengthen him; for he shall go over before this people, and he shall cause them to inherit the land which you shall see.”
29 Καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ. 29 So we stayed in the valley near Beth Peor.