Skip to the text

Deuteronomy · Brenton's Greek Septuagint

Deuteronomy 3 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐπιστραφέντες, ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὤγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτου εἰς πόλεμον εἰς Ἑδραΐμ. 2 Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ, ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 3 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. 4 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῷ· οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρʼ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν· 5 Πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. 6 Ἐξωλοθρεύσαμεν, ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἐσεβών, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας, καὶ τὰ παιδία, 7 καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. 8 Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάῤῥου Ἀρνὼν καὶ ἕως Ἀερμών· 9 Οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ Ἀμοῤῥαῖος ἐπωνόμασεν αὐτὸ Σανίρ· 10 Πᾶσαι πόλεις Μισὼρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα Βασὰν ἕως Ἑλχᾶ καὶ Ἑδραῒμ, πόλεις βασιλείας τοῦ Ὢγ ἐν τῇ Βασάν· 11 Ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ἀπὸ τῶν Ῥαφαΐν· ἰδοὺ ἡ κλὶνη αὐτοῦ κλὶνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμών· ἐννέα πήχεων τὸ μηκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός. 12 Καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστι παρὰ τὸ χείλος χειμάῤρου Ἀρνών, καὶ τὸ ἥμισυ τοῦ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ. 13 Καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ, καὶ πᾶσαν τὴν Βασάν βασιλείαν Ὤγ ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν Βασὰν ἐκείνην· γῆ Ῥαφαῒν λογισθήσεται. 14 Καὶ Ἰαῒρ υἱὸς Μανασσὴ ἔλαβε πᾶσαν τὴν περίχωρον Ἀργὸβ ἕως τῶν ὁρίων Γαργασὶ καὶ Μαχαθί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασὰν Θαυὼθ Ἰαεῒρ ἕως τῆς ἡμέρας ταύτης. 15 Καὶ τῷ Μαχὶρ ἔδωκα τὴν Γαλαάδ. 16 Καὶ τῷ Ῥουβὴν καὶ τῷ Γάδ δέδωκα ὑπὸ τῆς Γαλαὰδ ἕως χειμάῤῥου Ἀρνών μέσον τοῦ χειμάῤῥου ὅριον καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάῤῥους ὅριον τοῖς υἱοῖς Ἀμμάν· 17 Καὶ ἡ Ἄραβα καὶ ὁ Ἰορδάνης ὅριον Μαχαναρὲθ, καὶ ἕως θαλάσσης Ἄραβά, θαλάσσης ἁλυκῆς ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν. 18 Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, Κύριος ὁ Θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ πᾶς δυνατός. 19 Πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν, ἕως ἂν καταπαύσῃ Κύριος ὁ 20 Θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν. 21 Καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα, ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφʼ ἃς σὺ διαβαίνεις ἐκεῖ. 22 Οὐ φοβηθήσεσθε ἀπʼ αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν. 23 Καὶ ἐδεήθην Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων, 24 Κύριε Θεὲ, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου, καὶ τὴν δύναμίν σου, καὶ τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστι Θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ ἐποίησας σὺ, καὶ κατὰ τὴν ἰσχύν σου; 25 Διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. 26 Καὶ ὑπερεῖδε Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου· καὶ εἶπε Κύριος πρὸς μέ, ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. 27 Ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ λελαξευμένου, καὶ ἀναβλέψας τοὶς ἀφθαλμοῖς σου κατὰ θάλασσαν καὶ Βοῤῥᾶν καὶ Λίβα καὶ ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. 28 Καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτὸν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ οὗτος κατακληρονομήσει αὐτοῖς πᾶσαν τὴν γῆν ἣν ἑώρακας. 29 Καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Jair

    Son of Segub, holder of Gilead cities

    Son of Segub and grandson of Hezron by Machir's daughter, counted among Manasseh's descendants; he captured the villages of Gilead that were called Havvoth-jair after him.

    Cited in the guide: Numbers 32:41; Deuteronomy 3:14; Joshua 13:30

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

  • Og

    Amorite king of Bashan

    The king of Bashan, last of the remnant of the Rephaim, who came out against Israel at Edrei and was struck down with his sons and his whole army.

    Cited in the guide: Numbers 21:33–35; Deuteronomy 3:1; Deuteronomy 3:11

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Numbers 21:33–35; Deuteronomy 1:4; Deuteronomy 29:7; Psalm 136:20; Psalm 135:10–11
  2. 2 Revelation 2:10; Numbers 21:23–25; Numbers 21:34; 2 Chronicles 20:17; Acts 18:9
  3. 3 Numbers 21:35; Joshua 13:30; Joshua 13:12; Deuteronomy 2:33–34
  4. 4 1 Kings 4:13; Joshua 12:4; Numbers 32:33–42; Joshua 13:30–31
  5. 5 Numbers 13:28; Deuteronomy 1:28; Hebrews 11:30
  6. 6 Deuteronomy 2:34; Psalm 135:10–12; Deuteronomy 2:24; Joshua 11:14; Deuteronomy 20:16–18
  7. 7 Deuteronomy 2:35; Joshua 11:11–14; Joshua 8:27
  8. 8 Joshua 13:9–12; Joshua 12:2–6; Numbers 32:33–42
  9. 9 1 Chronicles 5:23; Psalm 29:6; Psalm 133:3; Song of Songs 4:8; Ezekiel 27:5
  10. 10 Joshua 13:31; Numbers 21:33; Deuteronomy 4:49; Joshua 13:11–12; Joshua 12:4–5
  11. 11 Genesis 14:5; 2 Samuel 12:26; Jeremiah 49:2; Deuteronomy 2:20; Ezekiel 21:20
  12. 12 Deuteronomy 2:36; Numbers 32:32–38; 2 Kings 10:33; Deuteronomy 4:48; Joshua 12:2–6
  13. 13 Numbers 32:39–42; 1 Chronicles 5:23–26; Joshua 13:29–32
  14. 14 Numbers 32:41; 2 Samuel 10:6; 2 Samuel 13:37; Joshua 13:13; 2 Samuel 3:3
  15. 15 Numbers 32:39–40; Joshua 22:7; Joshua 17:1–3; Genesis 50:23; Numbers 26:29
  16. 16 Numbers 21:24; 2 Samuel 24:5; Deuteronomy 2:37; Genesis 32:22; Joshua 12:2–3
  17. 17 Joshua 12:3; Genesis 14:3; Joshua 3:16; Deuteronomy 4:49; Joshua 13:27
  18. 18 Numbers 32:20–24; Joshua 4:12–13; Joshua 1:12–15; Joshua 22:1–9
  19. 20 Joshua 22:4; Joshua 22:8
  20. 21 Numbers 27:18–23; Joshua 10:25; 2 Corinthians 1:10; 1 Samuel 17:36–37; 2 Timothy 4:17–18
  21. 22 Exodus 14:14; Deuteronomy 20:4; Deuteronomy 1:30; 2 Chronicles 20:17; Joshua 10:42
  22. 23 2 Corinthians 12:8–9
  23. 24 Exodus 15:11; Psalm 71:19; Deuteronomy 11:2; Psalm 86:8; 2 Samuel 7:22
  24. 25 Deuteronomy 4:21–22; Ezekiel 20:6; Deuteronomy 11:11–12; Exodus 3:8
  25. 26 Deuteronomy 1:37; Deuteronomy 31:2; 1 Chronicles 22:7–9; Matthew 26:39; Psalm 106:32–33
  26. 27 Numbers 27:12; Deuteronomy 34:1–4; Genesis 13:14–15
  27. 28 Deuteronomy 31:3; Deuteronomy 31:7; Deuteronomy 1:38; Deuteronomy 31:23; Acts 7:45
  28. 29 Deuteronomy 4:46; Deuteronomy 34:6; Numbers 25:3; Deuteronomy 4:3; Numbers 33:48–49

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences