1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων, 2 Καὶ σὺ υἱὲ ἀνθρώπου λάβε ἐπὶ Σὸρ θρῆνον, 3 καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν, ἀπὸ νήσων πολλῶν, τάδε λέγει Κύριος τῇ Σόρ, 4 Σὺ εἶπας, ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου, ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος. 5 Κέδρος ἐν Σενεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν, τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους, 6 ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ. 7 Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ, τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ, καὶ ἐγένετο περιβόλαιά σου. 8 Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα, καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου. 9 Οἱ πρεσβύτεροι Βιβλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. 10 Πέρσαι, καὶ Λυδοὶ, καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου. 11 Υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου· φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ, οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. 12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου. 13 Ἡ Ἑλλὰς, καὶ ἡ σύμπασα, καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου. 14 Ἐξ οἴκου Θογαρμὰ ἵπποι καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου. 15 Υἱοὶ Ῥοδίων ἔμποροί σου, ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου, 16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσὶς, καὶ Ῥαμὸθ, καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου. 17 Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραὴλ, οὗτοι ἔμποροί σου, ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου. 18 Δαμασκὸς ἔμποροί σου, ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν, καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. 19 Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχιὰς ἐν τῷ συμμίκτῳ σου ἐστί. 20 Δαιδὰν ἔμποροί σου, μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. 21 Ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε. 22 Ἔμποροι Σαββὰ, καὶ Ῥαμμὰ, οὗτοι ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λίθων χρηστῶν, καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. 23 Χαῤῥὰ, καὶ Χαναὰ, οὗτοι ἔμποροί σου· 24 Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου, φέροντες ἐμπορίαν ὑάκινθον, καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοίνίοις, καὶ κυπαρίσσινα. 25 Πλοῖα ἔμποροί σου, ἐν τῷ πλήθει, ἐν τῷ συμμίκτῳ σου· καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης. 26 Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου, τὸ πνεῦμα τοῦ Νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης. 27 Ἦσαν δυνάμεις σου, καὶ ὁ μισθός σου, καὶ τῶν συμμίκτων σου, καὶ οἱ κωπηλάται σου, καὶ οἱ κυβερνῆταί σου, καὶ οἱ σύμβουλοί σου, καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοί· καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ θαλάσσης, ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου. 28 Πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται. 29 Καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται, καὶ οἱ ἐπιβάται, καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται. 30 Καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν, καὶ κεκράξονται πικρὸν, καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ σποδὸν στρώσονται. 32 Καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον, θρήνημα Σόρ· 33 Πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; Ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου, καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς. 34 Νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος ὁ σύμμικτός σου, καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου· ἔπεσον πάντες οἱ κωπηλάται σου. 35 Πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν. 36 Ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 27 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 31 in this translation; the verses after it keep their usual numbers.
Cross references (34)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Jeremiah 9:17–20; Ezekiel 19:1; Jeremiah 9:10; Ezekiel 28:12; Ezekiel 26:17
- 3 Ezekiel 27:4; Revelation 18:3; Isaiah 23:2–3; Revelation 18:11–15; Psalm 50:2
- 4 Ezekiel 26:5
- 5 Deuteronomy 3:9; Song of Songs 4:8; Isaiah 14:8; Psalm 29:5; Psalm 104:16
- 6 Isaiah 2:13; Genesis 10:4; Zechariah 11:2; Jeremiah 2:10; Numbers 24:24
- 7 Exodus 25:4; Jeremiah 10:9; Genesis 10:4; Isaiah 19:9; 1 Kings 10:28
- 8 Genesis 10:18; 1 Kings 9:27; Ezekiel 27:11; Genesis 49:13; 1 Kings 5:6
- 9 1 Kings 5:18; Joshua 13:5; Psalm 83:7
- 10 Ezekiel 30:5; Ezekiel 38:5; Jeremiah 46:9; Song of Songs 4:4; Isaiah 66:19
- 11 Ezekiel 27:3–4
- 12 1 Kings 10:22; Genesis 10:4; Isaiah 23:10; Ezekiel 38:13; Jonah 1:3
- 13 Genesis 10:2; Isaiah 66:19; Ezekiel 39:1; 1 Chronicles 1:5; Revelation 18:13
- 14 Genesis 10:3; Ezekiel 38:6; 1 Chronicles 1:6
- 15 Revelation 18:12; 1 Kings 10:22; Genesis 10:7; Ezekiel 27:20; Jeremiah 25:23
- 16 Judges 10:6; Ezekiel 28:13; Genesis 28:5; Genesis 10:22; 2 Samuel 10:6
- 17 Judges 11:33; 1 Kings 5:9; Deuteronomy 32:14; Ezra 3:7; Genesis 43:11
- 18 Isaiah 7:8; 1 Kings 11:24–25; Ezekiel 47:16–18; Genesis 14:15; Genesis 15:2
- 19 Exodus 30:23–24; Psalm 45:8; Judges 18:29; Song of Songs 4:13–14
- 20 Genesis 25:3; Ezekiel 27:15
- 21 Isaiah 60:7; Genesis 25:13; Acts 2:11; Song of Songs 1:5; 2 Chronicles 17:11
- 22 Genesis 10:7; Isaiah 60:6; Psalm 72:15; Psalm 72:10; Ezekiel 38:13
- 23 2 Kings 19:12; Isaiah 37:12; Genesis 10:22; Amos 1:5; Numbers 24:22
- 24 2 Kings 2:8
- 25 Isaiah 2:16; Isaiah 23:14; Psalm 48:7; Isaiah 60:9; 1 Kings 10:22
- 26 Psalm 48:7; Acts 27:14; Ezekiel 26:19; Jeremiah 18:17; Revelation 17:15
- 27 Proverbs 11:4; Ezekiel 27:34; Ezekiel 26:21; Ezekiel 26:14; Ezekiel 27:18–19
- 28 Ezekiel 26:10; Nahum 2:3; Ezekiel 26:15–18; Exodus 15:14; Ezekiel 31:16
- 29 Ezekiel 26:16; Revelation 18:17–24; Ezekiel 32:10
- 30 Jeremiah 6:26; Lamentations 2:10; 2 Samuel 1:2; Jonah 3:6; 1 Samuel 4:12
- 32 Ezekiel 26:17; Ezekiel 27:2; Revelation 18:18; Ezekiel 26:4–5; Ezekiel 27:26
- 33 Revelation 18:19; Revelation 18:12–15; Isaiah 23:3–8; Ezekiel 28:16; Revelation 18:3
- 34 Ezekiel 27:26–27; Zechariah 9:3–4; Ezekiel 26:19–21; Ezekiel 26:12–15
- 35 Isaiah 23:6; Ezekiel 32:10; Ezekiel 26:15–18; Revelation 18:9–10; Ezekiel 28:17–19
- 36 Jeremiah 18:16; Ezekiel 26:21; Psalm 37:10; Psalm 37:36; Zephaniah 2:15
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences