1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἑζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. 2 Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαβσάκην ἐκ Λάχης εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς· καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. 3 Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σόμνᾶς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. 4 Καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης, εἴπατε Ἐζεκίᾳ, Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς Ἀσσυρίων, τί πεποιθὼς εἶ; 5 Μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι; 6 Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὡς ἂν ἐπιστηρισθῇ ἀνὴρ ἐπʼ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτὴν. οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ. 7 Εἰ δὲ λέγετε, ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν, 8 νῦν μίχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπʼ αὐτούς. 9 Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν· οἰκέται εἰσὶν, οἱ πεποιθότες ἐπʼ Αἴγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην. 10 Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρὸς μὲ, ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν. 11 Καὶ εἶπε πρὸς αὐτὸν Ἑλιακεὶμ, καὶ Σομνᾶς, καὶ Ἰωὰχ, λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; 12 Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαβσάκης, μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου, λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον, καὶ πίωσιν οὖρον μεθʼ ὑμῶν ἅμα; 13 Καὶ ἔστη Ῥαβσάκης, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ, καὶ εἶπεν, ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ἀσσυρίων. 14 Τάδε λέγει ὁ βασιλεύς, μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οὐ δύνηται ῥύσασθαι ὑμᾶς. 15 Καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. 16 Μὴ ἀκούετε Ἐζεκίου· τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων, εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκὰς, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλθω, καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. 18 Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, λέγων, ὁ Θεὸς ῥύσεται ὑμᾶς· μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν, ἕκαστος τὴν ἑαῦτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 19 Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; 20 Τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐῤῥύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου; 21 Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι. 22 Καὶ εἰσῆλθεν Ἑλιακεὶμ ὁ τοῦ Χελκίου, οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος, πρὸς Ἐζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου.
Isaiah · Brenton's Greek Septuagint
Isaiah 36 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Asaph
Named as the father of Joah, Hezekiah's recorder.
Cited in the guide: 2 Kings 18:18; 2 Kings 18:37; Isaiah 36:3
Hezekiah
A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.
Cited in the guide: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Chronicles 32:1; 2 Kings 18:13; Isaiah 10:28–32; 2 Kings 18:17; Isaiah 1:7–8
- 2 2 Chronicles 32:9–23; Isaiah 7:3; 2 Kings 18:17–37; Isaiah 22:9–11
- 3 2 Samuel 20:24–25; 2 Samuel 8:16–17; Isaiah 22:15–21
- 4 2 Kings 18:19–37; Psalm 42:10; Isaiah 37:11–15; Psalm 42:3; 2 Kings 19:10
- 5 2 Kings 18:7; Ezekiel 17:15; Proverbs 21:30–31; Proverbs 24:5–6; Jeremiah 52:3
- 6 Ezekiel 29:6–7; 2 Kings 18:21; Isaiah 30:1–7; Isaiah 31:3; Jeremiah 37:5–8
- 7 2 Kings 18:4–5; Psalm 42:10–11; 1 Corinthians 2:15; Psalm 42:5; Deuteronomy 12:13–14
- 8 1 Samuel 17:40–43; Psalm 20:7–8; 2 Kings 18:23; 1 Kings 20:10; Nehemiah 4:2–5
- 9 Isaiah 10:8; Isaiah 31:3; Isaiah 36:6; Isaiah 30:16–17; Isaiah 30:7
- 10 Isaiah 10:5–7; 2 Kings 18:25; 1 Kings 13:18; 2 Chronicles 35:21; Isaiah 37:28
- 11 Ezra 4:7; Daniel 2:4; 2 Kings 18:26–27
- 12 2 Kings 18:27; Leviticus 26:29; Deuteronomy 28:53–57; 2 Kings 6:25–29; Isaiah 9:20
- 13 2 Chronicles 32:18; Isaiah 36:4; Psalm 73:8–9; Psalm 82:6–7; Psalm 17:10–13
- 14 2 Thessalonians 2:4; Revelation 13:5–6; 2 Chronicles 32:13–19; 2 Kings 19:22; Isaiah 37:10–13
- 15 Isaiah 37:10; Matthew 27:43; Psalm 22:7–8; Psalm 71:9–11; Isaiah 37:23–24
- 16 Zechariah 3:10; 1 Kings 4:25; Micah 4:4; 2 Corinthians 9:5; 1 Samuel 25:27
- 17 2 Kings 18:32; 2 Kings 17:6–23; 2 Kings 24:11; 2 Kings 18:9–12; Exodus 3:8
- 18 Isaiah 37:17–18; Isaiah 36:15; Jeremiah 10:10–12; Isaiah 36:7; 2 Chronicles 32:13–17
- 19 Isaiah 10:9–11; Jeremiah 49:23; 2 Kings 17:24; 2 Kings 17:5–7; 2 Samuel 8:9
- 20 2 Chronicles 32:19; Psalm 50:21; Daniel 3:15; 2 Kings 19:22–37; Isaiah 37:23–29
- 21 Proverbs 26:4; Matthew 7:6; Psalm 39:1; 2 Kings 18:26; Psalm 38:13–15
- 22 Isaiah 36:3; Isaiah 33:7; Matthew 26:65; Ezra 9:3; 2 Kings 5:7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences