2 Καὶ εἶπε, τάδε λέγει Κύριος, ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ, λέγει Κύριος. 3 Ὁ ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ, ἀρχὴ γεννημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπʼ αὐτοὺς, φησὶ Κύριος. 4 Ἀκούσατε λόγον Κυρίου οἶκος Ἰακὼβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. 5 Τάδε λέγει Κύριος, τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπʼ ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν; 6 Καὶ οὐκ εἶπαν, ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνὴρ εὐθὲν, καὶ οὐ κατῴκησεν ἄνθρωπος ἐκεῖ; 7 Καὶ ἤγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθετε, καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. 8 Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. 9 Διατοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. 10 Διότι ἔλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα· 11 εἰ ἀλλάξωνται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται. 12 Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος. 13 Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. 14 Μὴ δοῦλός ἐστιν Ἰσραὴλ, ἢ οἰκογενής ἐστι; διατί εἰς προνομὴν ἐγένετο; 15 Ἐπʼ αὐτὸν ὠρύοντο λέοντες, καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν, παρὰ τὸ μὴ κατοικεῖσθαι. 16 Καὶ υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιζόν σου. 17 Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου. 18 Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν; 19 Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμὲ, λέγει Κύριος ὁ Θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου. 20 Ὅτι ἀπʼ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέσπασας τοὺς δεσμούς σου, καὶ εἶπας, οὐ δουλεύσω σοι ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου. 21 Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; 22 Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθυνῇς σεαυτῇ ποίαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει Κύριος. 23 Πῶς ἐρεῖς, οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας· ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξε· 24 Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφʼ ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη, τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν. 25 Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους· ἡ δὲ εἶπεν ἀνδριοῦμαι, ὅτι ἠγαπήκει ἀλλοτρίους, καὶ ὀπίσω αὐτῶν ἐπορεύετο. 26 Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν. 27 Τῷ ξύλῳ εἶπαν, ὅτι πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, σὺ ἐγέννησάς με· καὶ ἔστρεψαν ἐπʼ ἐμὲ νῶτα, καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, ἀνάστα καὶ σῶσον ἡμᾶς. 28 Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατʼ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ. 29 Ἱνατί λαλεῖτε πρὸς μέ; πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος. 30 Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε, μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε. 31 Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου, οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι; 32 Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός. 33 Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιάναι τὰς ὁδούς σου, 34 καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλʼ ἐπὶ πάσῃ δρυΐ. 35 Καὶ εἶπας, ἀθῶός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπʼ ἐμοῦ. Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ, ἐν τῷ λέγειν σε, οὐχ ἥμαρτον· 36 Ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου· καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ· 37 ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 1 in this translation; the verses after it keep their usual numbers.
Cross references (36)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Ezekiel 16:60; Ezekiel 16:8; Jeremiah 11:6; Deuteronomy 2:7; Isaiah 63:7–14
- 3 Revelation 14:4; James 1:18; Isaiah 41:11; Deuteronomy 7:6; Romans 11:16
- 4 Jeremiah 31:1; Micah 6:1; Jeremiah 44:24–26; Isaiah 51:1–4; Jeremiah 34:4
- 5 2 Kings 17:15; Romans 1:21; Jonah 2:8; Jeremiah 10:14–15; Psalm 115:8
- 6 Deuteronomy 32:10; Deuteronomy 8:14–16; Hosea 13:4; Isaiah 63:11–13; Jeremiah 2:8
- 7 Deuteronomy 8:7–9; Jeremiah 16:18; Numbers 13:27; Ezekiel 36:17; Jeremiah 3:9
- 8 Habakkuk 2:18; Jeremiah 10:21; Jeremiah 5:31; 2 Corinthians 4:2; Romans 2:17–24
- 9 Ezekiel 20:35–36; Exodus 20:5; Jeremiah 2:35; Micah 6:2; Leviticus 20:5
- 10 Psalm 120:5; Numbers 24:24; Genesis 10:4–5; 1 Corinthians 5:1; 1 Chronicles 23:1
- 11 Romans 1:23; Isaiah 37:19; Psalm 106:20; Jeremiah 16:20; Micah 4:5
- 12 Isaiah 1:2; Deuteronomy 32:1; Micah 6:2; Jeremiah 6:19; Jeremiah 22:29
- 13 John 4:14; John 7:37; Revelation 21:6; Jeremiah 17:13; Psalm 36:9
- 14 Exodus 4:22; Genesis 15:3; Isaiah 50:1; Ecclesiastes 2:7
- 15 Jeremiah 4:7; Jeremiah 50:17; Jeremiah 9:11; Isaiah 5:29; Isaiah 1:7
- 16 Jeremiah 46:14; Jeremiah 43:7–9; Isaiah 19:13; Jeremiah 44:1; Deuteronomy 33:20
- 17 Jeremiah 4:18; Jeremiah 2:19; Jeremiah 2:13; Deuteronomy 28:15–68; Leviticus 26:15–46
- 18 Joshua 13:3; Jeremiah 2:36; Isaiah 31:1; Hosea 7:11; 2 Chronicles 28:20–21
- 19 Isaiah 3:9; Jeremiah 4:18; Jeremiah 2:17; Psalm 36:1; Hosea 5:5
- 20 Deuteronomy 12:2; Leviticus 26:13; Jeremiah 17:2; Hosea 3:3; Jeremiah 30:8
- 21 Isaiah 5:4; Exodus 15:17; John 15:1; Psalm 80:8; Psalm 44:2
- 22 Jeremiah 17:1; Job 14:17; Hosea 13:12; Psalm 130:3; Job 9:30–31
- 23 Jeremiah 7:31; Proverbs 30:12; Jeremiah 3:2; Proverbs 30:20; Romans 3:19
- 24 Jeremiah 14:6; Hosea 5:15; Job 39:5–8; Jeremiah 2:27; Job 11:12
- 25 Deuteronomy 32:16; Jeremiah 18:12; Jeremiah 3:13; Romans 8:24; Lamentations 4:4
- 26 Ezra 9:7; Nehemiah 9:32–34; Jeremiah 32:32; Proverbs 6:30–31; Daniel 9:6–8
- 27 Isaiah 26:16; Hosea 7:14; Isaiah 46:6–8; Habakkuk 2:18–19; Ezekiel 8:16
- 28 Deuteronomy 32:37; Jeremiah 11:13; Isaiah 45:20; Judges 10:14; 2 Kings 17:30–31
- 29 Daniel 9:11; Jeremiah 6:13; Jeremiah 5:1; Jeremiah 2:35; Jeremiah 3:2
- 30 Nehemiah 9:26; 1 Thessalonians 2:15; Acts 7:52; Jeremiah 5:3; Jeremiah 26:20–24
- 31 2 Samuel 12:7–9; Deuteronomy 32:15; Isaiah 45:19; Micah 6:9; Hosea 13:6
- 32 Psalm 106:21; Jeremiah 13:25; Jeremiah 2:11; Jeremiah 3:21; Isaiah 17:10
- 33 Isaiah 57:7–10; Ezekiel 16:47; Hosea 2:5–7; Jeremiah 2:23; Jeremiah 3:1–2
- 34 2 Kings 21:16; 2 Kings 24:4; Jeremiah 19:4; Exodus 22:2; Isaiah 57:5
- 35 Proverbs 28:13; 1 John 1:8–10; Romans 7:9; Isaiah 58:3; Jeremiah 2:9
- 36 Jeremiah 31:22; Hosea 5:13; 2 Chronicles 28:16; Hosea 12:1; 2 Chronicles 28:20–21
- 37 2 Samuel 13:19; Jeremiah 37:7–10; Ezekiel 17:15–20; Jeremiah 17:5; Jeremiah 2:36
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Those, therefore, who do not partake of Him, are neither nourished into life from the mother's breasts, nor do they enjoy that most limpid fountain which issues from the body of Christ; but they dig for themselves broken cisterns out of earthly trenches, and drink putrid water out of the mire, fleeing from the faith of the Church lest they …
She then started up with a pious fear and trembling; and, although I had not yet been baptized, she feared those crooked ways in which they walk who turn their back to Thee, and not their face.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
This God also did unto the Jews, when He said, "Go ye forth unto the Isles of Chittim, and send unto Kedar, and know if nations will change their gods; which yet are no gods." And to the brutes likewise He sends us oftentimes, saying on this wise, "Go to the ant, thou sluggard, and emulate her ways:" and "go …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For that we sin of our own free will the Prophet says plainly in a certain place: Yet I planted thee a fruitful vine, wholly true: how art thou turned to bitterness, (and become) the strange vine?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… of my mouth;" and Isaiah, "Hear, O heavens, and give ear, O earth;" and Jeremiah describes astonishment in heaven at the tidings of the unholy deeds of the people: "The heaven was astonished at this, and was horribly afraid, because my people committed two evils." And so the apostle, knowing the angels to be set over men as tutors and …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)