1 Καὶ ἐβασίλευσε Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν τοῦ Ἰούδα. 2 Καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοῦς λόγους Κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ Ἱερεμίου. 3 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωάχαλ υἱὸν Σελεμίου, καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἱερεμίαν λέγων, πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον. 4 Καὶ Ἱερεμίας ἦλθε καὶ διῆλθε διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς τὸν οἶκον τῆς φυλακῆς. 5 Καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ Ἰερουσαλήμ. 6 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν, λέγων, 7 οὕτως εἶπε Κύριος, οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα πρὸς σὲ, τοῦ ἐκζητῆσαί με, ἰδοὺ δύναμις· Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν· ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, 8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ συλλήψονται αὐτὴν, καὶ καύσουσιν αὐτὴν ἐν πυρί. 9 Ὅτι οὕτως εἶπε Κύριος, μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν, λέγοντες, ἀποτρέχοντες ἀπελεύσονται ἀφʼ ἡμῶν οἱ Χαλδαῖοι· ὅτι οὐ μὴ ἀπέλθωσι. 10 Καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται, καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί. 11 Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἱερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραὼ, 12 ἐξῆλθεν Ἱερεμίας ἀπὸ Ἱερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμεὶν, τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ· 13 Καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμὶν, καὶ ἐκεῖ ἄνθρωπος παρʼ ᾧ κατέλυε, Σαρουΐα υἱὸς Σελεμίου, υἱοῦ Ἀνανίου, καὶ συνέλαβε τὸν Ἱερεμίαν, λέγων, πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις. 14 Καὶ εἶπε, ψεῦδος, οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω· καὶ οὐκ εἰσήκουσεν αὐτοῦ· καὶ συνέλαβε Σαρουΐα τὸν Ἱερεμίαν, καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. 15 Καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἱερεμίαν, καὶ ἐπάταξαν αὐτὸν, καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς. 16 Καὶ ἦλθεν Ἱερεμίας εἰς οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν χερὲθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς. 17 Καὶ ἀπέστειλε Σεδεκίας, καὶ ἐκάλεσεν αὐτὸν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν, εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου; καὶ εἶπεν, ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ. 18 Καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ, τί ἠδίκησά σε, καὶ τοὺς παῖδάς σου, καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; 19 Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν, λέγοντες, ὅτι οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; 20 Καὶ νῦν, Κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωνάθαν τοῦ γραμματέως; καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ. 21 Καὶ συνέταξεν ὁ βασιλεὺς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας, ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 44 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Pharaoh Hophra
Pharaoh king of Egypt whom the LORD said He would give into the hand of his enemies, as He gave Zedekiah to Nebuchadnezzar.
Cited in the guide: Jeremiah 44:30
Cross references (20)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 46:14; Exodus 14:2; Isaiah 11:11; Isaiah 19:13; Jeremiah 46:19
- 2 Jeremiah 9:11; Isaiah 6:11; Jeremiah 34:22; Jeremiah 4:7; Micah 3:12
- 3 Deuteronomy 29:26; Deuteronomy 13:6; Deuteronomy 32:17; Jeremiah 44:8; Jeremiah 2:17–19
- 4 Jeremiah 26:5; Jeremiah 7:13; Jeremiah 7:25; Jeremiah 16:18; Jeremiah 29:19
- 5 Jeremiah 19:13; Jeremiah 11:10; Jeremiah 7:24; Isaiah 48:4; Zechariah 7:11–12
- 6 Jeremiah 7:20; Jeremiah 42:18; Isaiah 6:11; Ezekiel 8:18; Jeremiah 21:5
- 7 Habakkuk 2:10; Jeremiah 51:22; Ezekiel 33:11; Numbers 16:38; Lamentations 2:11
- 8 Jeremiah 42:18; Jeremiah 44:3; Jeremiah 25:6–7; 2 Chronicles 7:20; Jeremiah 18:16
- 9 Jeremiah 7:17–18; Ezra 9:7–15; Joshua 22:17–20; Jeremiah 44:21; Daniel 9:5–8
- 10 Proverbs 28:14; 1 Peter 5:6; Revelation 15:4; Jeremiah 8:12; Ecclesiastes 8:12–13
- 11 Jeremiah 21:10; Amos 9:4; Leviticus 20:5–6; Psalm 34:16; Leviticus 26:17
- 12 Jeremiah 42:15–18; Jeremiah 42:22; Isaiah 65:15; Hosea 4:6; Jeremiah 29:22
- 13 Jeremiah 11:22; Jeremiah 43:11; Jeremiah 44:27–28; Jeremiah 21:9; Jeremiah 24:10
- 14 Jeremiah 22:26–27; Romans 9:27; Isaiah 10:20; Jeremiah 42:17; Jeremiah 44:27–28
- 15 Jeremiah 5:1–5; Proverbs 11:21; Nehemiah 13:26; Matthew 7:13; Genesis 19:4
- 16 Luke 19:27; Job 21:14–15; Luke 19:14; Jeremiah 16:15–17; Isaiah 3:9
- 17 Jeremiah 7:18; Nehemiah 9:34; Ezekiel 20:8; Exodus 16:3; Hosea 2:5–9
- 18 Malachi 3:13–15; Numbers 11:5–6; Jeremiah 40:12; Job 21:14–15; Psalm 73:9–15
- 19 Jeremiah 7:18; Jeremiah 44:15; 1 Kings 21:25; 2 Chronicles 21:6; Genesis 3:11–12
- 21 Jeremiah 44:17; Jeremiah 14:10; Isaiah 64:9; Jeremiah 11:13; Psalm 79:8
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences