1 Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις καὶ σποδῷ ἐπὶ κεφαλῆς αὐτῶν. 2 Καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. 3 Καὶ ἔστησαν ἐπὶ τῇ στάσει αὐτῶν, καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου Κυρίου Θεοῦ αὐτῶν· καὶ ἦσαν ἐξαγορεύοντες τῷ Κυρίῳ καὶ προσκυνοῦντες τῷ Κυρίῳ Θεῷ αὐτῶν. 4 Καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς, καὶ οἱ υἱοὶ Καδμιὴλ, Σεχενία υἱὸς Σαραβία, υἱοὶ Χωνενί· καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν Θεὸν αὐτῶν. 5 Καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιὴλ, ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν Θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου, καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει. 6 Καὶ εἶπεν Ἔσδρας, σὺ εἶ αὐτὸς Κύριος μόνος, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς· καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν· 7 Σὺ εἶ Κύριος ὁ Θεὸς, σὺ ἐξελέξω ἐν Ἅβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων, καὶ ἐπέθηκας αὐτῷ ὄνομα Ἁβραάμ· 8 Καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου, καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Γεργεσαίων, καὶ τῷ σπέρματι αὐτοῦ· καὶ ἔστησας τοὺς λόγους σου, ὅτι δίκαιος σύ. 9 Καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ, καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν. 10 Καὶ ἔδωκας σημεῖα καὶ τέρατα ἐν Αἰγύπτῳ ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς παισὶν αὐτοῦ, καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ, ὅτς ἔγνως ὅτι ὑπερηφάνησαν ἐπʼ αὐτοὺς καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη. 11 Καὶ τὴν θάλασσαν ἔῥῥηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔῤῥιψας εἰς βυθὸν, ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῶ. 12 Καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας, καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα, τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 13 καὶ ἐπὶ ὄρος Σινὰ κατέβης, καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ, καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα, καὶ νόμους ἀληθείας, προστάγματα, καὶ ἐντολὰς ἀγαθάς. 14 Καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς, ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου. 15 Καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδοτίαν αὐτῶν, καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν· καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφʼ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς. 16 Καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου, 17 καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι, καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου ὧν ἐποίησας μετʼ αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν, καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ· καὶ σὺ ὁ Θεὸς ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ οὐκ ἐγκατέλιπες αὐτούς. 18 Ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν, καὶ εἶπαν, οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. 19 Καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ, τὸν στύλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπʼ αὐτῶν ἡμέρας, ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ, καὶ τὸν στύλον τοῦ πυρὸς τὴν νύκτα, φωτίζειν αὐτοῖς τὴν ὁδὸν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ. 20 Καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς· καὶ τὸ μάννα σου οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν, καὶ ὕδωρ ἔδωκας αὐτοῖς ἐν τῷ δίψει αὐτῶν. 21 Καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ, οὐχ ὑστέρησας αὐτοῖς οὐδέν· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διεῤῥάγησαν. 22 Καὶ ἔδωκας αὐτοῖς βασιλείας, καὶ λαοὺς ἐμέρισας αὐτοῖς· καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν βασιλέως Ἐσεβὼν, καὶ τὴν γῆν Ὢγ βασιλέως τοῦ Βασάν. 23 Καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπας τοῖς πατράσιν αὐτῶν, καὶ ἐκληρονόμησαν αὐτήν· 24 καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων, καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς, ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν. 25 Καὶ κατελάβοσαν πόλεις ὑψηλὰς, καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας, καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν, καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ. 26 Καὶ ἤλλαξαν, καὶ ἀπέστησαν ἀπὸ σοῦ, καὶ ἔῤῥιψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν· καὶ τοὺς προφήτας σου ἀπέκτειναν, οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ· καὶ ἐποίησαν παροργισμοὺς μεγάλους. 27 Καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτούς· καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας, καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας, καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς. 28 Καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς· καὶ πάλιν ἀνεβόησαν πρὸς σὲ, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας, καὶ ἐῤῥύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς. 29 Καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου· καὶ οὐκ ἤκουσαν, ἀλλʼ ἐν ταῖς ἐντολαῖς σου καὶ κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα, καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν. 30 Καὶ εἵλκυσας ἐπʼ αὐτοὺς ἔτη πολλὰ, καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου, καὶ οὐκ ἐνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς. 31 Καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς εἰς συντέλειαν, καὶ οὐκ ἐγκατέλιπες αὐτοὺς, ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων. 32 Καὶ νῦν ὁ Θεὸς ἡμῶν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς, καὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ τοὺς ἄρχοντας ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν, καὶ τοὺς προφήτας ἡμῶν, καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ἀσσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης. 33 Καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφʼ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας· καὶ ἡμεῖς ἐξημάρτομεν, 34 καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, καὶ οἱ ἱερεῖς ἡμῶν, καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου, καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου, καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς. 35 Καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ ᾗ ἔδωκας αὐτοῖς, καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ ᾗ ἔδωκας ἐνώπιον αὐτῶν, οὐκ ἐδούλευσάν σοι, καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν. 36 Ἰδοὺ σήμερον ἐσμὲν δοῦλοι, καὶ ἡ γῆ ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς καὶ τὰ ἀγαθὰ αὐτῆς, ἰδοὺ ἐσμὲν δοῦλοι ἐπʼ αὐτῆς, καὶ οἱ καρποὶ αὐτῆς πολλοὶ 37 τοῖς βασιλεῦσιν οἷς ἔδωκας ἐφʼ ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσι, καὶ ἐν κτήνεσιν ἡμῶν, ὡς ἀρεστὸν αὐτοῖς, καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν.
Nehemiah · Brenton's Greek Septuagint
Nehemiah 9 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Bani
Levite named Bani in the Levites who taught the Law, led confession and sealed the covenant (Nehemiah 8:7, 9:4-5, 10:13). The lists do not say whether same-named Levites in…
Cited in the guide: Nehemiah 8:7; Nehemiah 9:4; Nehemiah 9:5
Bunni
Levite named Bunni in the Levites who stood on the raised platform and cried out to the LORD (Nehemiah 9:4). The lists do not say whether same-named Levites in different lists are…
Cited in the guide: Nehemiah 9:4
Chenani
Levite named Chenani in the Levites who stood on the raised platform and cried out to the LORD (Nehemiah 9:4). The lists do not say whether same-named Levites in different lists…
Cited in the guide: Nehemiah 9:4
Hashabneiah
Levite named Hashabneiah in the Levites who called the people to bless the LORD (Nehemiah 9:5). The lists do not say whether same-named Levites in different lists are one man.
Cited in the guide: Nehemiah 9:5
Hodiah
Levite named Hodiah in the Levites who taught the Law, led prayer and sealed the covenant. The lists do not say whether same-named Levites in different lists are one man.
Cited in the guide: Nehemiah 8:7; Nehemiah 9:5; Nehemiah 10:10
Kadmiel
Levite whose family returned and who, with Jeshua and the sons of Henadad, oversaw the temple builders; he later joined in the Levites’ prayer and the covenant.
Cited in the guide: Ezra 2:40; Ezra 3:9; Nehemiah 9:4
Pethahiah
Levite named Pethahiah in the Levites who called the people to bless the LORD (Nehemiah 9:5). The lists do not say whether same-named Levites in different lists are one man.
Cited in the guide: Nehemiah 9:5
Shebaniah
Levite named Shebaniah in the Levites who led the prayer and sealed the covenant (the name appears twice in Neh 10:10-12). The lists do not say whether same-named Levites in…
Cited in the guide: Nehemiah 9:4; Nehemiah 9:5; Nehemiah 10:10
Places
Ur
Traditionally the southern Sumerian city (Tell el-Muqayyar) with its famous ziggurat, though some scholars argue for a northern Ur (location debated). Abraham set out from here.
Cited in the guide: Genesis 11:31; Genesis 15:7; Nehemiah 9:7
Cross references (37)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezra 8:23; Nehemiah 8:2; Joshua 7:6; Acts 13:2–3; 1 Samuel 4:12
- 2 Nehemiah 13:3; Daniel 9:3–10; Ezra 10:11; Nehemiah 13:30; Daniel 9:20
- 3 Nehemiah 8:3–4; Nehemiah 8:7–8
- 4 Nehemiah 8:7; Nehemiah 12:8; 2 Chronicles 20:19; Nehemiah 9:5; Nehemiah 10:9–13
- 5 Psalm 103:1–2; 2 Corinthians 4:6; 1 Peter 1:3; Psalm 106:2; Matthew 11:25
- 6 Isaiah 37:16; Genesis 1:1; Revelation 4:11; Deuteronomy 10:14; Deuteronomy 6:4
- 7 Genesis 11:31; Genesis 17:5; Isaiah 51:2; Acts 7:2–4; Deuteronomy 10:15
- 8 Hebrews 6:18; Genesis 15:18–21; Genesis 15:6; Joshua 23:14; Genesis 12:7
- 9 Exodus 3:7–9; Exodus 2:25; Exodus 14:10–14; Exodus 3:16; Acts 7:34
- 10 Daniel 9:15; Jeremiah 32:20; Exodus 5:2; Exodus 14:1–31; Isaiah 63:12
- 11 Psalm 78:13; Exodus 14:21–22; Exodus 14:27–28; Isaiah 63:11–13; Psalm 66:6
- 12 Exodus 13:21–22; Nehemiah 9:19; Psalm 107:7; Psalm 78:14; Psalm 105:39
- 13 Psalm 119:160; Exodus 20:1; Exodus 19:11; Psalm 119:127–128; Ezekiel 20:11–13
- 14 Exodus 20:8–11; Genesis 2:3; Ezekiel 20:12; Ezekiel 20:20; Exodus 16:29
- 15 1 Corinthians 10:3–4; Deuteronomy 1:8; Exodus 17:6; Exodus 16:14–15; Exodus 16:4
- 16 Nehemiah 9:29; Psalm 81:11–14; Hebrews 3:15; Deuteronomy 31:27; Nehemiah 9:10
- 17 Joel 2:13; Psalm 86:5; Psalm 145:8–9; Psalm 86:15; Exodus 34:6–7
- 18 Psalm 106:19–23; Exodus 32:4–8; Exodus 32:31–32; Ezekiel 20:7–44; Deuteronomy 9:12–16
- 19 Psalm 106:45; Nehemiah 9:27; Malachi 3:6; Nehemiah 9:12; Numbers 14:14
- 20 Psalm 143:10; Numbers 11:17; Isaiah 63:11–14; John 4:10; 2 Peter 1:21
- 21 Deuteronomy 2:7; Deuteronomy 8:4; Deuteronomy 29:5; Psalm 34:10; Numbers 14:33–34
- 22 Numbers 21:21–35; Psalm 105:44; Joshua 11:23; Psalm 78:65; Deuteronomy 3:1–17
- 23 Genesis 22:17; Genesis 15:5; Genesis 15:18; Genesis 17:8; Genesis 12:7
- 24 Joshua 18:1; Joshua 21:43; 1 Chronicles 22:18; Psalm 44:2–3; Joshua 11:23
- 25 Deuteronomy 32:15; Deuteronomy 3:5; Nehemiah 9:35; 1 Kings 8:66; Deuteronomy 32:13
- 26 1 Kings 14:9; Judges 2:11–12; Nehemiah 9:18; Acts 7:52; 1 Kings 19:10
- 27 Psalm 106:41–45; 2 Kings 14:27; Daniel 9:10–14; 2 Kings 13:5; Judges 2:18
- 28 Judges 5:31–6:1; 1 Kings 8:33–34; 1 Kings 8:39; Judges 4:1; Judges 3:11–12
- 29 Nehemiah 9:16; Leviticus 18:5; Nehemiah 9:26; Nehemiah 9:10; James 4:6–10
- 30 Romans 2:4; 2 Chronicles 36:15–16; Isaiah 63:10; Isaiah 42:24; Acts 7:51
- 31 Lamentations 3:22; Psalm 103:8–9; Nehemiah 9:17; Jeremiah 4:27; Exodus 34:6–7
- 32 Deuteronomy 7:9; Nehemiah 1:5; Daniel 9:4; Daniel 9:8; Micah 7:18–20
- 33 Psalm 106:6; Daniel 9:5–14; Genesis 18:25; Job 34:23; Psalm 119:137
- 34 Jeremiah 29:19; 2 Kings 17:13; Deuteronomy 31:21; 2 Kings 17:15; Nehemiah 9:30
- 35 Deuteronomy 28:47; Deuteronomy 32:12–15; Jeremiah 5:19; Deuteronomy 8:7–10; Deuteronomy 31:21
- 36 Ezra 9:9; Deuteronomy 28:48; 2 Chronicles 12:8
- 37 Deuteronomy 28:33; Deuteronomy 28:48; Ezra 7:24; Deuteronomy 28:39; Nehemiah 5:8
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And Ezra says, Thou gavest also Thy good Spirit to instruct them.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)