Skip to the text

2 Kings · Brenton's Greek Septuagint

2 Kings 13 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη. 2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη ἀπʼ αὐτῆς. 3 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ υἱοῦ Ἄδερ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας. 4 Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλίψιν Ἰσραὴλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας. 5 Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραὴλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης. 6 Πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ. 7 Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαὸς, ἀλλʼ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺ Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν. 8 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 9 Καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 10 Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. 11 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ· ἐν αὐτῇ ἐπορεύθη. 12 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 13 Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἰεροβοὰμ ἐκάθισεν ἐτὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ. 14 Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. 15 Καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ, λάβε τόξον καὶ βέλη· καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη. 16 Καὶ εἶπε τῷ βασιλεῖ, ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπέθηκεν Ἑλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως, 17 καὶ εἶπεν, ἄνοιξον τὴν θυρίδα κατʼ ἀνατολάς· καὶ ἤνοιξε· καὶ εἶπεν Ἑλισαιὲ, τόζευσον· καὶ ἐτόζευσε· καὶ εἶπε, βέλος σωτηρίας τῷ Κυρίῳ, καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας. 18 Καὶ εἶπεν αὐτῷ Ἑλισαιὲ, λάβε τόξα· καὶ ἔλαβε· καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς, καὶ ἔστη· 19 Καὶ ἐλυπήθη ἐπʼ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπεν, εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας, καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. 20 Καὶ ἀπέθανεν Ἑλισαιὲ, καὶ ἔθαψαν αὐτόν· καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ. 21 Καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον, καὶ ἔῤῥιψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ, καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. 22 Καὶ Ἀζαὴλ ἐξέθλιψε τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωάχαζ. 23 Καὶ ἠλέησε Κύριος αὐτοὺς καὶ ᾠκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπʼ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς, καὶ οὐκ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ. 24 Καὶ ἀπέθανεν Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἄδερ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 25 Καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωάχαζ, καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἄδερ υἱοῦ Ἄζαὴλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωάχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς, καὶ ἐπέστρεψε τὰς πόλεις Ἰσραήλ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ben-hadad son of Hazael

    King of Aram, son of Hazael

    Hazael's son, who reigned in his place and from whom Jehoash of Israel recovered cities, defeating him three times.

    Cited in the guide: 2 Kings 13:3; 2 Kings 13:24; 2 Kings 13:25

  • Jehoahaz

    King of Israel, son of Jehu

    Jehu's son, who reigned seventeen years in Samaria, did evil, was delivered continually into the hands of Hazael and Ben-hadad, and sought the LORD's favor.

    Cited in the guide: 2 Kings 10:35; 2 Kings 13:1; 2 Kings 13:4

  • Jehoash

    King of Israel, son of Jehoahaz

    Jehoahaz's son, who reigned sixteen years in Samaria, wept over the dying Elisha and shot the arrow of victory over Aram, defeated Ben-hadad three times, and captured Amaziah of…

    Cited in the guide: 2 Kings 13:9; 2 Kings 13:10; 2 Kings 13:14

  • Jeroboam

    King of Israel, Jeroboam II

    Son of Jehoash, who reigned forty-one years in Samaria, restored Israel's boundary from Lebo-hamath to the Sea of the Arabah according to Jonah's word, and recovered Damascus and…

    Cited in the guide: 2 Kings 13:13; 2 Kings 14:16; 2 Kings 14:23

Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Kings 11:21; 2 Kings 11:4; 2 Kings 8:26; 2 Kings 10:35–36
  2. 2 1 Kings 12:26–33; 1 Kings 14:16; 2 Kings 10:29; Hosea 5:11; 2 Kings 13:11
  3. 3 2 Kings 13:24–25; 1 Kings 19:17; Judges 2:14; 2 Kings 12:17; Isaiah 10:5–6
  4. 4 2 Kings 14:26; Exodus 3:7; Psalm 78:34; Jeremiah 33:3; Judges 10:15–16
  5. 5 2 Kings 13:25; 2 Kings 14:25; 2 Kings 14:27; Nehemiah 9:27; 1 Chronicles 11:2
  6. 6 1 Kings 16:33; 2 Kings 13:2; 2 Kings 23:4; 2 Kings 17:20–23; 1 Kings 15:3
  7. 7 Amos 1:3; 2 Kings 10:32; Isaiah 41:2; Psalm 18:42; 2 Kings 8:12
  8. 8 2 Kings 10:34–35; 1 Kings 14:29; 1 Kings 14:31; 1 Kings 11:4; 1 Kings 14:19–20
  9. 9 2 Kings 14:8; 2 Kings 13:10; 1 Kings 14:13; 2 Kings 10:35; 2 Kings 13:13
  10. 11 2 Kings 13:2; 2 Kings 3:3; 2 Kings 10:29; 2 Kings 13:6
  11. 12 2 Chronicles 25:17–24; 2 Kings 13:14–25; 2 Kings 14:25; 2 Kings 14:8–16
  12. 13 1 Kings 11:31; 2 Kings 14:28–29; 2 Samuel 7:12; 1 Kings 2:10; 1 Kings 1:21
  13. 14 Philippians 2:26; 2 Kings 2:12; 2 Kings 20:1; Genesis 48:1; John 11:3
  14. 16 Genesis 49:24; 2 Kings 4:34; Psalm 144:1
  15. 17 1 Kings 20:26; 2 Kings 5:10–14; 1 Corinthians 1:18; John 11:39–41; 2 Samuel 5:24
  16. 18 2 Kings 4:6; Ezekiel 12:1–7; Isaiah 20:2–4; Exodus 17:11; Ezekiel 5:1–4
  17. 19 2 Kings 13:25; Leviticus 10:16; 2 Kings 6:9; Mark 10:14; 2 Kings 4:40
  18. 20 2 Kings 24:2; 2 Kings 3:7; 2 Kings 5:2; 2 Kings 3:5; 2 Kings 3:24–27
  19. 21 Acts 19:12; 2 Kings 4:35; Ezekiel 37:1–10; John 5:28–29; Acts 5:15
  20. 22 2 Kings 8:12; Psalm 106:40–42; 2 Kings 13:3–7
  21. 23 Psalm 105:8; Micah 7:18–20; 2 Kings 14:27; Psalm 86:15; Exodus 2:24–25
  22. 24 Psalm 125:3; Luke 18:7
  23. 25 2 Kings 13:18–19; 2 Kings 10:32; 2 Kings 14:25

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences