Skip to the text

2 Kings · Brenton's Greek Septuagint

2 Kings 14 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐν ἔτει δευτέρῳ τῷ Ἰωὰς υἱῷ Ἰωάχαζ βασιλεῖ Ἰσραὴλ, καὶ ἐβασιλευσεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα. 2 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδὶμ ἐξ Ἱερουσαλήμ. 3 Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησε. 4 Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 5 Καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ. 6 Καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος, λέγων, οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλʼ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται. 7 Αὐτὸς ἐπάταξε τὴν Ἐδὼμ ἐν γεμελὲδ δέκα χιλιάδας, καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Ἰεθοὴλ ἕως τῆς ἡμέρας ταύτης. 8 Τότε ἀπέστειλεν Ἀμεσσίας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰοὺ βασιλέως Ἰσραὴλ, λέγων, δεῦρο ὀφθῶμεν προσώποις. 9 Καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ, καὶ συνεπάτησαν τὴν ἄκανα. 10 Τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ. 11 Καὶ οὐκ ἤκουσεν Ἀμεσσίας· καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Ἀμεσσίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ἰούδα· 12 Καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραὴλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. 13 Καὶ τὸν Ἀμεσσίαν υἱὸν Ἰωὰς υἱοῦ Ὀχοζίου συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμύς· καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ καθεῖλεν ἐν τῷ τείχει Ἱερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις. 14 Καὶ ἔλαβε τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου, καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν. 15 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 16 Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 17 Καὶ ἔζησεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωάχαζ βασιλέα Ἰσραὴλ, πεντεκαίδεκα ἔτη. 18 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσίου καὶ πάντα ἅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 19 Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλὴμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς, καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. 20 Καὶ ῃραν αὐτὸν ἐφʼ ἵππων, καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. 21 Καὶ ἔλαβε πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸς ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσίου. 22 Αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. 23 Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσίου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος. 24 Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. 25 Αὐτὸς ἀπέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰῶνα υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχοφέρ. 26 Ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους, καὶ ἐσπανισμένους, καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. 27 Καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς. 28 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε, καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν, καὶ τὴν Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 29 Καὶ ἐκοιμήθη Ἱεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Amaziah

    King of Judah, son of Joash

    Joash's son, who became king at twenty-five and reigned twenty-nine years, executed his father's murderers, struck down 10,000 Edomites in the Valley of Salt, was routed by…

    Cited in the guide: 2 Kings 12:21; 2 Kings 14:1; 2 Kings 14:7

  • Amittai

    Father of Jonah

    Named as the father of the prophet Jonah.

    Cited in the guide: 2 Kings 14:25; Jonah 1:1

  • Jehoaddan

    Mother of Amaziah

    A woman of Jerusalem named as the mother of King Amaziah of Judah.

    Cited in the guide: 2 Kings 14:2; 2 Chronicles 25:1

  • Jeroboam

    King of Israel, Jeroboam II

    Son of Jehoash, who reigned forty-one years in Samaria, restored Israel's boundary from Lebo-hamath to the Sea of the Arabah according to Jonah's word, and recovered Damascus and…

    Cited in the guide: 2 Kings 13:13; 2 Kings 14:16; 2 Kings 14:23

  • Jonah

    Prophet from Gath-hepher

    The prophet from Gath-hepher, son of Amittai, through whom the LORD spoke that Jeroboam son of Joash would restore Israel's boundary.

    Cited in the guide: 2 Kings 14:25; Jonah 1:1; Jonah 1:3

  • Zechariah

    King of Israel for six months

    Jeroboam's son, who reigned six months in Samaria and was struck down by Shallum son of Jabesh, fulfilling the word that four generations of Jehu's sons would sit on Israel's…

    Cited in the guide: 2 Kings 14:29; 2 Kings 15:8; 2 Kings 15:10

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Kings 13:10; 2 Chronicles 25:1–4; 1 Chronicles 3:12; 2 Kings 14:15
  2. 3 2 Chronicles 25:2–3; 1 Kings 11:4; Zechariah 1:4–6; 1 Peter 1:18; 2 Chronicles 24:17
  3. 4 2 Kings 12:3; 2 Kings 16:4; 2 Kings 15:35; 2 Kings 15:4
  4. 5 2 Chronicles 25:3–4; 2 Kings 12:20–21; Numbers 35:33; Genesis 9:6; Exodus 21:12–14
  5. 6 Deuteronomy 24:16; Ezekiel 18:20; Ezekiel 18:4; Jeremiah 31:30
  6. 7 2 Samuel 8:13; 1 Chronicles 18:12; Joshua 15:38; Psalm 60:1; Isaiah 16:1
  7. 8 2 Chronicles 25:17–24; 2 Kings 14:11; 2 Samuel 2:14–17; Proverbs 18:6; Proverbs 20:18
  8. 9 Judges 9:8–15; Proverbs 26:9; 2 Chronicles 25:10–13; 2 Chronicles 25:18; Song of Songs 2:2
  9. 10 2 Chronicles 26:16; Deuteronomy 8:14; 2 Chronicles 32:25; Proverbs 3:30; Proverbs 20:3
  10. 11 Joshua 19:38; 2 Chronicles 25:20; Joshua 21:16; 1 Samuel 6:9–19; 2 Chronicles 25:16
  11. 12 2 Samuel 18:17; 1 Samuel 4:10; 1 Kings 22:36
  12. 13 Nehemiah 8:16; Nehemiah 12:39; Zechariah 14:10; Jeremiah 31:38; 2 Chronicles 25:23–24
  13. 14 1 Kings 14:26; 1 Kings 7:51; 1 Kings 15:18; 2 Kings 18:23; 2 Kings 24:13
  14. 15 2 Kings 13:12–13; 2 Kings 10:34–35; 1 Kings 14:19–20
  15. 16 2 Kings 13:9; 1 Kings 1:21; Amos 1:1; Amos 7:10–11; 2 Kings 13:13
  16. 17 2 Chronicles 25:25–28; 2 Kings 14:1–2; 2 Kings 13:10; 2 Kings 14:23
  17. 18 2 Kings 13:8; 1 Kings 11:41; 2 Kings 13:12; 1 Kings 14:29
  18. 19 Joshua 10:31; 2 Kings 18:17; 2 Kings 18:14; 2 Kings 15:10; 2 Chronicles 25:27–28
  19. 20 2 Kings 9:28; 2 Chronicles 21:20; 2 Chronicles 33:20; 2 Kings 12:21; 2 Chronicles 26:23
  20. 21 1 Chronicles 3:12; Matthew 1:8–9; 2 Kings 15:13; 2 Kings 21:24; 2 Chronicles 26:1
  21. 22 2 Kings 16:6; 1 Kings 9:26; Deuteronomy 2:8; 2 Chronicles 8:17; 2 Chronicles 26:2
  22. 23 Hosea 1:1; Amos 7:9–11; Amos 1:1; 2 Kings 14:27
  23. 24 2 Kings 13:2; 1 Kings 12:28–31; Genesis 38:7; 2 Kings 13:11; Deuteronomy 9:18
  24. 25 Deuteronomy 3:17; Jonah 1:1; Numbers 13:21; 1 Kings 8:65; Joshua 19:13
  25. 26 Deuteronomy 32:36; 2 Kings 13:4; Exodus 3:7; Psalm 106:43–45; Isaiah 63:9
  26. 27 2 Kings 13:23; 2 Kings 13:5; Deuteronomy 9:14; Deuteronomy 29:20; Psalm 69:28
  27. 28 1 Kings 11:24; 2 Samuel 8:6; 1 Chronicles 18:5–6; 2 Chronicles 8:3–4
  28. 29 2 Kings 15:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences