Skip to the text

Numbers · Brenton's Greek Septuagint

Numbers 17 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν,
1 Yahweh spoke to Moses, saying,
2 καὶ πρὸς Ἐλεάζαρ τὸν υἱὸν Ἀαρὼν τὸν ἱερέα, ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων, καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν,
2 “Speak to the children of Israel, and take rods from them, one for each fathers’ house, of all their princes according to their fathers’ houses, twelve rods. Write each man’s name on his rod.
3 καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν· καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ἰσραήλ.
3 You shall write Aaron’s name on Levi’s rod. There shall be one rod for each head of their fathers’ houses.
4 Καὶ ἔλαβεν Ἐλεάζαρ υἱοὶς Ἀαρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
4 You shall lay them up in the Tent of Meeting before the covenant, where I meet with you.
5 μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου· καὶ οὐκ ἔσται ὥσπερ Κορὲ, καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.
5 It shall happen that the rod of the man whom I shall choose shall bud. I will make the murmurings of the children of Israel, which they murmur against you, cease from me.”
6 Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ἰσραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, λέγοντες, ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.
6 Moses spoke to the children of Israel; and all their princes gave him rods, for each prince one, according to their fathers’ houses, a total of twelve rods. Aaron’s rod was among their rods.
7 Καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα Κυρίου.
7 Moses laid up the rods before Yahweh in the Tent of the Testimony.
8 Καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου.
8 On the next day, Moses went into the Tent of the Testimony; and behold, Aaron’s rod for the house of Levi had sprouted, budded, produced blossoms, and bore ripe almonds.
9 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,
9 Moses brought out all the rods from before Yahweh to all the children of Israel. They looked, and each man took his rod.
10 ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ· καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
10 Yahweh said to Moses, “Put back the rod of Aaron before the covenant, to be kept for a token against the children of rebellion; that you may make an end of their complaining against me, that they not die.”
11 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, λάβε τὸ πυρεῖον, καὶ ἐπίθες ἐπʼ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπʼ αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τοτάχος εἰς τὴν παρεμβολὴν, καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν.
11 Moses did so. As Yahweh commanded him, so he did.
12 Καὶ ἔλαβεν Ἀαρὼν καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ.
12 The children of Israel spoke to Moses, saying, “Behold, we perish! We are undone! We are all undone!
13 Καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.
13 Everyone who keeps approaching Yahweh’s tabernacle, dies! Will we all perish?”
14 Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.
14 Not in this translation
15 Καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.
15 Not in this translation
16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
16 Not in this translation
17 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβε παρʼ αὐτῶν ῥάβδον, ῥάβδον κατʼ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπὶγραψον ἐπὶ τῆς ῥάβδου.
17 Not in this translation
18 Καὶ τὸ ὄνομα Ἀαρὼν ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευί· ἔστι γὰρ ῥάβδος μία· κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.
18 Not in this translation
19 Καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
19 Not in this translation
20 Καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἂν ἐκλέξωμαι αὐτὸν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπʼ ἐμοῦ τὸν γογγυσμὸν υἱῶν Ἰσραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφʼ ὑμῖν.
20 Not in this translation
21 Καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον· τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατʼ ἄρχοντα, κατʼ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους· καὶ ἡ ῥάβδος Ἀαρὼν ἀναμέσον τῶν ῥάβδων αὐτῶν.
21 Not in this translation
22 Καὶ ἀπέθηκε Μωυσῆς τὰς ῥάβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
22 Not in this translation
23 Καὶ ἐγενετο τῇ ἐπαύριον, καὶ εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν εἰς οἶκον Λευί, καὶ ἐξήνεγκε βλαστὸν, καὶ ἐξήνθησεν ἄνθη, καὶ ἐβλάστησε κάρυα.
23 Not in this translation
24 Καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς Ἰσραήλ· καὶ εἶδον, καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.
24 Not in this translation
25 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀπόθες τὴν ῥάβδον Ἀαρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων· καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπʼ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.
25 Not in this translation
26 Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν, καθὰ συνέταξε κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
26 Not in this translation
27 Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Μωυσῆν, λέγοντες, ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα.
27 Not in this translation
28 Πᾶς ὁ ἁπτόμενος τῆς σκηυῆς Κυρίου, ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;
28 Not in this translation

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

Cross references (9)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Psalm 110:2; Psalm 125:3; Micah 7:14; Ezekiel 21:13; Genesis 49:10
  2. 3 Numbers 18:7; Exodus 6:16; Exodus 6:20; Numbers 3:2–3; Numbers 18:1
  3. 4 Exodus 30:36; Exodus 29:42–43; Exodus 25:16–22; Numbers 17:7; Exodus 30:6
  4. 5 Numbers 16:5; Hosea 14:5; Numbers 16:11; Numbers 17:8; Ezekiel 16:41
  5. 7 Acts 7:44; Exodus 38:21; Numbers 18:2
  6. 8 Ezekiel 17:24; John 15:1–6; Psalm 132:17–18; Numbers 17:5; Isaiah 4:2
  7. 10 Ephesians 5:6; Hebrews 9:4; Isaiah 1:2; 1 Samuel 2:12; Numbers 16:38
  8. 12 Numbers 26:11; Proverbs 19:3; Psalm 90:7; Hebrews 12:5; Isaiah 6:5
  9. 13 Hebrews 10:19–22; Genesis 3:3; Numbers 18:4–7; 1 Chronicles 13:11–13; 1 Chronicles 15:13

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences