1 Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραὴλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. 2 Καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς· καὶ ἐγένετο ἐπʼ αὐτῷ πνεῦμα Θεου. 3 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε, φησὶ Βαλαὰμ υἱοῖς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, 4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. 5 Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ· 6 Ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ, καὶ ὡσεὶ, σκηναὶ, ἃς ἔπηξε Κύριος, καί ὡσεὶ κέδροι παρʼ ὕδατα. 7 Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ. 8 Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. 9 Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν· οἱ εὐλογοῦντές σε, εὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται. 10 Καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ, καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο. 11 Νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης. 12 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς με ἐλάλησα, λέγων, 13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἤ πονηρὸν παρʼ ἐμαυτοῦ· ὅσα ἂν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ. 14 Καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο, συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν. 15 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε, 16 Φησὶ Βαλαὰμ υἱὸς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ. 17 Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καῒ προνομεύσει πάντας υἱοὺς Σήθ. 18 Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. 19 Καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως. 20 Καὶ ἰδὼν τὸν Ἀμαλὴκ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. 21 Καὶ ἰδὼν τὸν Κεναῖον, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσίαν σου, 22 καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε. 23 Καὶ ἰδὼν τὸν Ὢγ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ὢ ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός; 24 Καὶ ἐξελεύσεται ἐκ χειρῶς Κιτιαίων, καὶ κακώσουσιν Ἀσσοὺρ, καὶ κακώσουσιν Ἐβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται. 25 Καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.
Numbers · Brenton's Greek Septuagint
Numbers 24 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Balaam
The son of Beor from Pethor, hired by Balak to curse Israel, who could only bless Israel after the angel of the LORD stopped his donkey, and who was later killed by the sword…
Cited in the guide: Numbers 22:5; Numbers 22:12; Numbers 24:3
Beor
The father of the diviner Balaam, whose home was Pethor by the Euphrates.
Cited in the guide: Numbers 22:5; Numbers 24:3; Deuteronomy 23:4
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (24)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Numbers 23:23; Revelation 2:14; Numbers 23:15; Numbers 23:28; Numbers 31:16
- 2 1 Samuel 19:20; 2 Chronicles 15:1; 1 Samuel 10:10; 1 Samuel 19:23; Numbers 2:2–34
- 3 Numbers 23:7; Numbers 24:16; Numbers 23:18; Numbers 24:4; Numbers 22:31
- 4 Revelation 1:17; Revelation 1:10; 2 Corinthians 12:1–4; Numbers 12:6; Ezekiel 1:28
- 6 Psalm 1:3; Isaiah 58:11; Psalm 104:16; Song of Songs 6:11; Psalm 45:8
- 7 2 Samuel 5:12; 1 Chronicles 14:2; Jeremiah 51:13; Revelation 17:1; Revelation 19:16
- 8 Psalm 45:5; Psalm 2:9; Numbers 23:22; Numbers 14:9; Numbers 23:24
- 9 Genesis 12:3; Genesis 27:29; Genesis 49:9; Numbers 23:24; Matthew 25:45
- 10 Ezekiel 21:14; Numbers 23:11; Ezekiel 21:17; Ezekiel 22:13; Nehemiah 13:2
- 11 Numbers 22:17; Numbers 22:37; Acts 8:20; Philippians 3:8; 1 Peter 5:2–3
- 12 Numbers 22:18; Numbers 22:38
- 13 Numbers 16:28; Numbers 22:20; Numbers 22:18
- 14 Micah 6:5; Genesis 49:1; Revelation 2:14; Daniel 2:28; 2 Timothy 3:1
- 15 Numbers 24:3–4; Numbers 23:7; Numbers 23:18; Job 27:1; Matthew 13:35
- 16 Numbers 24:4; 1 Corinthians 13:2; 1 Corinthians 8:1; 2 Samuel 23:1–2
- 17 Revelation 22:16; Luke 1:32–33; Genesis 49:10; Revelation 1:7; Revelation 11:15
- 18 Amos 9:12; 2 Samuel 8:14; Genesis 27:29; Isaiah 63:1; Psalm 60:8–12
- 19 Genesis 49:10; Matthew 28:18; Psalm 2:1–12; Micah 5:2; Revelation 19:16
- 20 Exodus 17:14; Exodus 17:8; Esther 7:9–10; Esther 9:14; 1 Samuel 30:1
- 21 Genesis 15:19; Job 29:18; Judges 1:16
- 22 Psalm 83:8; Genesis 10:11; Genesis 10:22; Ezra 4:2; Hosea 14:3
- 23 Numbers 23:23; Malachi 3:2; 2 Kings 5:1
- 24 Genesis 10:4; Daniel 11:30; Numbers 24:20; Genesis 10:21–25; Daniel 10:20
- 25 Numbers 31:8; Numbers 24:11; Joshua 13:22
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… Gospel; and His Son, who was of the fruit of David's body, that is, of the virgin of [the house of] David, and Emmanuel; whose star also Balaam thus prophesied: "There shall come a star out of Jacob, and a leader shall rise in Israel." But Matthew says that the Magi, coming from the east, exclaimed "For we have seen …
And the similar passage in Numbers, He couched, He lay down as a lion, and as a lion's whelp.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)