Skip to the text

Luke · SBL Greek New Testament

Luke 6 SBL Greek New Testament

Leer en español
About SBLGNT
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 2010
  • CC BY 4.0

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

1 Ἐγένετο δὲ ἐν ⸀σαββάτῳ διαπορεύεσθαι αὐτὸν ⸀διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ⸂καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. 2 τινὲς δὲ τῶν Φαρισαίων ⸀εἶπαν Τί ποιεῖτε ὃ οὐκ ⸀ἔξεστιν τοῖς σάββασιν; 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ⸀ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ ⸀ὄντες 4 ⸀ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸀λαβὼν ἔφαγεν καὶ ⸀ἔδωκεν τοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; 5 καὶ ἔλεγεν ⸀αὐτοῖς Κύριός ἐστιν ⸂τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. 6 Ἐγένετο ⸀δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ⸂ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· 7 ⸀παρετηροῦντο ⸀δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ ⸀θεραπεύει ἵνα εὕρωσιν ⸀κατηγορεῖν αὐτοῦ. 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, ⸂εἶπεν δὲ τῷ ⸀ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ⸀Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· ⸀καὶ ἀναστὰς ἔστη. 9 εἶπεν ⸀δὲ ὁ Ἰησοῦς πρὸς αὐτούς· ⸀Ἐπερωτῶ ὑμᾶς, ⸀εἰ ἔξεστιν ⸂τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ⸀ἀπολέσαι 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ. 12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ⸂ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπʼ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ⸀καὶ Ἰάκωβον καὶ Ἰωάννην ⸁καὶ Φίλιππον καὶ Βαρθολομαῖον 15 ⸀καὶ Μαθθαῖον καὶ Θωμᾶν ⸁καὶ ⸀Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν 16 ⸀καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν ⸀Ἰσκαριὼθ ⸀ὃς ἐγένετο προδότης. 17 Καὶ καταβὰς μετʼ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος ⸀πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, 18 οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ⸂ἐνοχλούμενοι ἀπὸ πνευμάτων ⸀ἀκαθάρτων ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ⸀ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρʼ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ⸂τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. 24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι ⸀νῦν ὅτι πεινάσετε. ⸀οὐαί οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26 Οὐαὶ ὅταν ⸂καλῶς ὑμᾶς εἴπωσιν ⸀πάντες οἱ ἄνθρωποι, κατὰ ⸂τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. 27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ⸀ὑμᾶς προσεύχεσθε ⸀περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 ⸀παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ⸀ἄνθρωποι ποιεῖτε αὐτοῖς ὁμοίως. 32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 ⸀καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; ⸁καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν ⸀δανίσητε παρʼ ὧν ἐλπίζετε ⸀λαβεῖν ποία ὑμῖν χάρις ἐστίν; ⸀καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 ⸀γίνεσθε οἰκτίρμονες ⸀καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν· 37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· ⸀καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον ⸀σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ⸂ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν. 39 Εἶπεν δὲ ⸀καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ⸀ἐμπεσοῦνται 40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν ⸀διδάσκαλον κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 ⸀πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ⸂τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν. 43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ ⸀πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου ⸂σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ⸀αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ ⸀πονηρὸς ἐκ τοῦ ⸀πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ ⸀περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ. 46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν ⸂διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ ⸂εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Bartholomew

    One of the Twelve

    Listed among the Twelve after Philip in Matthew 10:3, Mark 3:18 and Luke 6:14; the Gospels say nothing more of him by that name.

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:14

  • James

    Apostle, son of Alphaeus

    One of the Twelve, named son of Alphaeus in every list of the apostles.

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:15

  • Judas Iscariot

    Apostle who betrayed Jesus

    One of the Twelve, son of Simon Iscariot, who betrayed Jesus.

    Cited in the guide: Matthew 10:4; Mark 3:19; Luke 6:16

  • Simon the Zealot

    One of the Twelve

    One of the Twelve, called the Zealot, listed next to Judas Iscariot in each list.

    Cited in the guide: Matthew 10:4; Mark 3:18; Luke 6:15

  • Thaddaeus

    One of the Twelve

    Listed as Thaddaeus in Matthew 10:3 and Mark 3:18 (Lebbaeus in some KJV readings) and as Judas son of James in Luke 6:16 in the same place among the Twelve; John 14:22 names a…

    Cited in the guide: Matthew 10:3; Mark 3:18; Luke 6:16

Cross references (48)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Deuteronomy 23:25; Mark 2:23–28; Matthew 12:1–8; Leviticus 23:7; Exodus 12:15
  2. 2 Matthew 12:2; John 5:16; Exodus 35:2; John 9:14–16; John 5:9–11
  3. 3 1 Samuel 21:3–6; Mark 2:25–26; Matthew 12:3–5; Matthew 21:16; Mark 12:26
  4. 4 Leviticus 24:5–9
  5. 5 Mark 2:27; Revelation 1:10; Mark 9:7; Matthew 11:5–8
  6. 6 Mark 3:1–6; Matthew 12:9–14; Matthew 4:23; John 5:3; Luke 4:31
  7. 7 Luke 20:20; Psalm 38:12; Psalm 37:32–33; Mark 3:2; John 9:26–29
  8. 8 Isaiah 42:4; Matthew 9:4; Revelation 2:23; Philippians 1:28; 1 Peter 4:1
  9. 9 Mark 3:4; Matthew 12:12–13; Luke 14:3; John 7:19–23; Luke 9:56
  10. 10 Mark 3:5; Exodus 4:6–7; 1 Kings 13:6; Psalm 107:20; John 5:8
  11. 11 Psalm 2:1–2; Acts 5:33; Ecclesiastes 9:3; Matthew 21:45; John 11:47
  12. 12 Hebrews 5:7; Mark 6:46; Mark 1:35; Mark 14:34–36; Matthew 14:23–25
  13. 13 Mark 3:13–19; Revelation 21:14; Mark 6:7; Matthew 9:36–10:4; Ephesians 4:11
  14. 14 Acts 1:13; Matthew 4:21; John 1:40–42; 2 Peter 1:1; John 21:15–24
  15. 15 Matthew 9:9; Acts 1:13; Mark 3:18; Matthew 10:3–4; Galatians 2:9
  16. 16 John 6:70–71; Jude 1; Matthew 27:3–5; John 14:22; Matthew 26:14–16
  17. 17 Matthew 11:21; Psalm 107:17–20; Matthew 14:14; Mark 3:7–12; Matthew 12:15
  18. 18 Matthew 15:22; Matthew 17:15; Acts 5:16
  19. 19 Matthew 14:36; Mark 3:10; Acts 5:15–16; Mark 6:56; Mark 5:30
  20. 20 James 2:5; Luke 6:20–24; 2 Corinthians 8:9; Luke 12:32; Matthew 25:34
  21. 21 John 6:35; James 1:12; Matthew 5:6; Isaiah 61:1–3; Revelation 7:16
  22. 22 Matthew 5:10–12; Matthew 10:22; 1 Peter 4:12–16; 1 Peter 3:14; 1 Thessalonians 2:14–15
  23. 23 Acts 5:41; Revelation 21:7; Revelation 3:5; Revelation 3:12; James 1:2
  24. 24 Psalm 49:6–7; Matthew 6:2; 1 Timothy 6:17; Psalm 49:16–19; James 5:1–6
  25. 25 Isaiah 65:13; James 4:9; Proverbs 14:13; Luke 16:14–15; Revelation 3:17
  26. 26 John 15:19; James 4:4; Matthew 7:15; 1 John 4:5–6; Micah 2:11
  27. 27 1 Thessalonians 5:15; Luke 6:35; Proverbs 25:21–22; Proverbs 24:17; Romans 12:17–21
  28. 28 1 Peter 3:9; Romans 12:14; 1 Corinthians 4:12; Luke 23:34; James 3:10
  29. 29 Hebrews 10:34; Matthew 5:39–42; 2 Corinthians 11:20; Isaiah 50:6; 1 Corinthians 6:7
  30. 30 Deuteronomy 15:7–10; Acts 20:35; Isaiah 58:7–10; Psalm 41:1; Matthew 6:12
  31. 31 Matthew 7:12; Galatians 5:14; Matthew 22:39; James 2:8–16
  32. 32 Matthew 5:46–47; 1 Peter 2:19–20
  33. 34 Matthew 5:42; Luke 14:12–14; Luke 6:35; Deuteronomy 15:8–11
  34. 35 Matthew 5:44–45; John 13:35; Proverbs 19:17; Romans 5:8–10; Psalm 145:9
  35. 36 Ephesians 5:1–2; Matthew 5:48; 1 Peter 1:15–16; Ephesians 4:31
  36. 37 Ephesians 4:32; James 5:9; Matthew 7:1–5; Mark 11:25; 1 Corinthians 13:4–7
  37. 38 2 Corinthians 9:6–8; Deuteronomy 15:10; Mark 4:24; Proverbs 3:9–10; Matthew 7:2
  38. 39 Matthew 15:14; 2 Timothy 3:13; Isaiah 9:16; Matthew 23:16–26; 1 Timothy 6:3–5
  39. 40 John 13:16; Matthew 10:24–25; John 15:20; Matthew 23:15
  40. 41 John 8:7; James 1:24; Romans 2:1; Romans 2:21–24; Matthew 7:3–5
  41. 42 Romans 2:21–29; 1 Thessalonians 2:10–12; Psalm 51:9–13; Revelation 3:17–18; 2 Timothy 2:21
  42. 43 Matthew 12:33; Matthew 7:16–20; Jeremiah 2:21; Matthew 3:10; Psalm 92:12–14
  43. 44 James 3:12; Matthew 12:33; Galatians 5:19–23; Titus 2:11–13; Jude 12
  44. 45 Proverbs 4:23; Matthew 12:34–37; Ephesians 4:29; John 7:38; Psalm 37:30–31
  45. 46 Galatians 6:7; Matthew 7:21–23; Malachi 1:6; Luke 13:25–27; Matthew 25:44
  46. 47 James 1:22–25; Matthew 7:24–27; Luke 11:28; John 14:15; James 4:17
  47. 48 1 Corinthians 3:10–15; Psalm 62:2; Matthew 7:25–26; Isaiah 28:16; Jude 24
  48. 49 Ezekiel 33:31; James 1:22–26; Matthew 13:20–22; 2 Peter 1:5–9; 1 John 2:3–4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 6:37 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … false witness; "not rendering evil for evil, or railing for railing," or blow for blow, or cursing for cursing, but being mindful of what the Lord said in His teaching: "Judge not, that ye be not judged; forgive, and it shall be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 6:28 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    But I say unto you, Pray for your enemies, and love them that hate you, and bless them that curse you, and pray for them that despitefully use you." And that we should communicate to the needy, and do nothing for glory, He said, "Give to him that asketh, and from him that would borrow turn not away; for if …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 6:13 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve. The other eighteen Æons are made manifest in this way: that the Lord, [according to them,] …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 6:13 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 49–51)

    … they are multiplied above number." This takes place now, since He has spoken, first by the mouth of his forerunner John, and afterward by His own mouth, saying, "Repent: for the kingdom of heaven is at hand." He chose disciples, whom He also called apostles, of lowly birth, unhonored, and illiterate, so that whatever great thing they might be or …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 6:22 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    And again He saith, "When they shall cast out your name as evil, rejoice ye, and leap for joy." For not only of the dangers they underwent, but of the calumny also, He appoints the recompence to be great.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)