1 Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, λέγων, 2 ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3 Καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων. 4 Καὶ ἔπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι. 5 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 6 Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος Ἰσραήλ; ἰδοὺ, ὡς ὁ πηλὸς τοῦ κεραμέως, ὑμεῖς ἐστε ἐν χερσί μου. 7 Πέρας λαλήσω ἐπὶ ἔθνος, ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς, καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην, τοῦ ποιῆσαι αὐτοῖς. 9 Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, 10 καὶ ποιήσωσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα, τοῦ ποιῆσαι αὐτοῖς. 11 Καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν. 12 Καὶ εἶπαν, ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν. 13 Διατοῦτο τάδε λέγει Κύριος, ἐρωτήσατε δὴ ἐν ἔθνεσι, τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ; 14 Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλίνῃ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; 15 Ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν ἐθυμίασαν καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους, τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, 16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι διʼ αὐτῆς ἐκστήσονται, καὶ κινήσουσι τὴν κεφαλὴν αὐτῶν. 17 Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν. 18 Καὶ εἶπεν, δεῦτε καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. 19 Εἰσάκουσόν μου Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου. 20 Εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακὰ, ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου, τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπʼ αὐτῶν. 21 Διατοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν, καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ, καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ. 22 Γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν· ἐπάξεις ἐπʼ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλληψίν μου, καὶ παγίδας ἔκρυψαν ἐπʼ ἐμέ. 23 Καὶ σὺ, Κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπʼ ἐμὲ εἰς θάνατον· μὴ ἀθωώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 18 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (21)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Hebreos 1:1; Hechos 9:6; Jeremías 23:22; Jeremías 19:1–2; Ezequiel 4:1–5
- 3 Juan 15:14; Jonás 1:3; Hechos 26:19
- 4 Romanos 9:20–23; Jeremías 18:6; Isaías 45:9
- 6 Isaías 64:8; Romanos 9:20–21; Jeremías 18:4; Isaías 45:9; Mateo 20:15
- 7 Jeremías 1:10; Jeremías 12:14–17; Jeremías 45:4; Jonás 3:4; Amós 9:8
- 8 Ezequiel 18:21; Jeremías 26:13; Jonás 3:9–10; Oseas 11:8; Jeremías 26:3
- 9 Jeremías 31:28; Amós 9:11–15; Jeremías 1:10; Jeremías 11:17; Jeremías 30:18
- 10 1 Samuel 2:30; Ezequiel 33:18; 1 Samuel 13:13; Ezequiel 18:24; 1 Samuel 15:11
- 11 2 Reyes 17:13; Isaías 55:6–7; Jeremías 35:15; Jeremías 7:3; Isaías 1:16–19
- 12 Jeremías 2:25; Jeremías 16:12; Jeremías 7:24; Deuteronomio 29:19; Isaías 57:10
- 13 Jeremías 5:30; Isaías 66:8; Jeremías 23:14; Oseas 6:10; Jeremías 2:10–13
- 14 Juan 6:68
- 15 Jeremías 6:16; Jeremías 2:32; Isaías 57:14; Oseas 11:2; Malaquías 2:8
- 16 Salmo 22:7; Jeremías 25:9; Jeremías 19:8; Miqueas 6:16; Jeremías 50:13
- 17 Jeremías 13:24; Jeremías 2:27; Oseas 13:15; Job 27:21; Salmo 48:7
- 18 Salmo 52:2; Jeremías 11:19; Malaquías 2:7; Jeremías 18:11; Jeremías 13:13–14
- 19 Nehemías 6:9; Salmo 55:16–17; Miqueas 7:8; Salmo 109:28; Jeremías 20:12
- 20 Salmo 35:7; Salmo 57:6; Salmo 106:23; Salmo 35:12; 1 Samuel 24:17–19
- 21 Salmo 109:9–20; Deuteronomio 32:25; Jeremías 9:21; Jeremías 16:3–4; Amós 4:10
- 22 Jeremías 6:26; Salmo 140:5; Sofonías 1:10–11; Jeremías 25:34–36; Isaías 10:30
- 23 Salmo 35:4; Salmo 69:22–28; Salmo 109:14–15; Isaías 2:9; Nehemías 4:4–5
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
) power, of the same lump to make one vessel unto honor, and another unto dishonor?" Here it is not to do away with free-will that he says this, but to show, up to what point we ought to obey God.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
… what instant I shall speak concerning a nation and kingdom to build and to plant it; and if they do evil in my sight, that they obey not my voice, I also will repent of the good, which I said I would do unto them." For the same custom do I observe with respect to the good things as well, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)