Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 5 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 μετα ταυτα ην η εορτη των ιουδαιων, και ανεβη ο ιησους εις ιεροσολυμα.
1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2 εστιν δε εν τοις ιεροσολυμοις επι τη προβατικη κολυμβηθρα, η επιλεγομενη εβραιστι βηθεσδα, πεντε στοας εχουσα.
2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα.
3 εν ταυταις κατεκειτο πληθος πολυ των ασθενουντων, τυφλων, χωλων, ξηρων, εκδεχομενων την του υδατος κινησιν.
3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
4 αγγελος γαρ κατα καιρον κατεβαινεν εν τη κολυμβηθρα, και εταρασσετο το υδωρ· ο ουν πρωτος εμβας μετα την ταραχην του υδατος υγιης εγινετο ω δηποτε κατειχετο νοσηματι.
4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.
5 ην δε τις ανθρωπος εκει τριακοντα και οκτω ετη εχων εν τη ασθενεια αυτου.
5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
6 τουτον ιδων ο ιησους κατακειμενον, και γνους οτι πολυν ηδη χρονον εχει, λεγει αυτω· θελεις υγιης γενεσθαι;
6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
7 απεκριθη αυτω ο ασθενων· κυριε, ανθρωπον ουκ εχω, ινα οταν ταραχθη το υδωρ, βαλη με εις την κολυμβηθραν· εν ω δε ερχομαι εγω, αλλος προ εμου καταβαινει.
7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
8 λεγει αυτω ο ιησους· εγειρε, αρον τον κραβαττον σου και περιπατει.
8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
9 και ευθεως εγενετο υγιης ο ανθρωπος, και ηρεν τον κραβαττον αυτου και περιεπατει. ην δε σαββατον εν εκεινη τη ημερα.
9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10 ελεγον ουν οι ιουδαιοι τω τεθεραπευμενω· σαββατον εστιν· ουκ εξεστιν σοι αραι τον κραβαττον.
10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον.
11 απεκριθη αυτοις· ο ποιησας με υγιη, εκεινος μοι ειπεν· αρον τον κραβαττον σου και περιπατει.
11 ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
12 ηρωτησαν ουν αυτον· τις εστιν ο ανθρωπος ο ειπων σοι, αρον τον κραβαττον σου και περιπατει;
12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
13 ο δε ιαθεις ουκ ηδει τις εστιν· ο γαρ ιησους εξενευσεν οχλου οντος εν τω τοπω.
13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
14 μετα ταυτα ευρισκει αυτον ο ιησους εν τω ιερω και ειπεν αυτω· ιδε υγιης γεγονας· μηκετι αμαρτανε, ινα μη χειρον σοι τι γενηται.
14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.
15 απηλθεν ο ανθρωπος και ανηγγειλεν τοις ιουδαιοις οτι ιησους εστιν ο ποιησας αυτον υγιη.
15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
16 και δια τουτο εδιωκον τον ιησουν οι ιουδαιοι και εζητουν αυτον αποκτειναι, οτι ταυτα εποιει εν σαββατω.
16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
17 ο δε ιησους απεκρινατο αυτοις· ο πατηρ μου εως αρτι εργαζεται, καγω εργαζομαι.
17 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
18 δια τουτο ουν μαλλον εζητουν αυτον οι ιουδαιοι αποκτειναι, οτι ου μονον ελυεν το σαββατον, αλλα και πατερα ιδιον ελεγεν τον θεον, ισον εαυτον ποιων τω θεω.
18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
19 απεκρινατο ουν ο ιησους και ειπεν αυτοις· αμην αμην λεγω υμιν, ου δυναται ο υιος ποιειν αφ εαυτου ουδεν, εαν μη τι βλεπη τον πατερα ποιουντα· α γαρ αν εκεινος ποιη, ταυτα και ο υιος ομοιως ποιει.
19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
20 ο γαρ πατηρ φιλει τον υιον και παντα δεικνυσιν αυτω α αυτος ποιει, και μειζονα τουτων δειξει αυτω εργα, ινα υμεις θαυμαζητε.
20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
21 ωσπερ γαρ ο πατηρ εγειρει τους νεκρους και ζωοποιει, ουτως και ο υιος ους θελει ζωοποιει.
21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.
22 ουδε γαρ ο πατηρ κρινει ουδενα, αλλα την κρισιν πασαν δεδωκεν τω υιω,
22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,
23 ινα παντες τιμωσιν τον υιον, καθως τιμωσιν τον πατερα. ο μη τιμων τον υιον ου τιμα τον πατερα τον πεμψαντα αυτον.
23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
24 αμην αμην λεγω υμιν οτι ο τον λογον μου ακουων και πιστευων τω πεμψαντι με εχει ζωην αιωνιον, και εις κρισιν ουκ ερχεται, αλλα μεταβεβηκεν εκ του θανατου εις την ζωην.
24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
25 αμην αμην λεγω υμιν οτι ερχεται ωρα, και νυν εστιν, οτε οι νεκροι ακουσονται της φωνης του υιου του θεου, και οι ακουσαντες ζησονται.
25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται·
26 ωσπερ γαρ ο πατηρ εχει ζωην εν εαυτω, ουτως εδωκεν και τω υιω ζωην εχειν εν εαυτω·
26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ·
27 και εξουσιαν εδωκεν αυτω και κρισιν ποιειν, οτι υιος ανθρωπου εστιν.
27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί.
28 μη θαυμαζετε τουτο· οτι ερχεται ωρα εν η παντες οι εν τοις μνημειοις ακουσονται της φωνης αυτου,
28 μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ,
29 και εκπορευσονται οι τα αγαθα ποιησαντες εις αναστασιν ζωης, οι δε τα φαυλα πραξαντες εις αναστασιν κρισεως.
29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
30 ου δυναμαι εγω ποιειν απ εμαυτου ουδεν. καθως ακουω κρινω, και η κρισις η εμη δικαια εστιν· οτι ου ζητω το θελημα το εμον, αλλα το θελημα του πεμψαντος με πατρος.
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.
31 εαν εγω μαρτυρω περι εμαυτου, η μαρτυρια μου ουκ εστιν αληθης.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.
32 αλλος εστιν ο μαρτυρων περι εμου, και οιδα οτι αληθης εστιν η μαρτυρια ην μαρτυρει περι εμου.
32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
33 υμεις απεσταλκατε προς ιωαννην, και μεμαρτυρηκεν τη αληθεια·
33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ·
34 εγω δε ου παρα ανθρωπου την μαρτυριαν λαμβανω, αλλα ταυτα λεγω ινα υμεις σωθητε.
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
35 εκεινος ην ο λυχνος ο καιομενος και φαινων, υμεις δε ηθελησατε αγαλλιαθηναι προς ωραν εν τω φωτι αυτου.
35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
36 εγω δε εχω την μαρτυριαν μειζω του ιωαννου· τα γαρ εργα α εδωκεν μοι ο πατηρ ινα τελειωσω αυτα, αυτα τα εργα α εγω ποιω, μαρτυρει περι εμου οτι ο πατηρ με απεσταλκεν.
36 ἐγὼ δέ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε.
37 και ο πεμψας με πατηρ, αυτος μεμαρτυρηκεν περι εμου. ουτε φωνην αυτου ακηκοατε πωποτε ουτε ειδος αυτου εωρακατε,
37 καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
38 και τον λογον αυτου ουκ εχετε μενοντα εν υμιν, οτι ον απεστειλεν εκεινος, τουτω υμεις ου πιστευετε.
38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.
39 ερευνατε τας γραφας, οτι υμεις δοκειτε εν αυταις ζωην αιωνιον εχειν· και εκειναι εισιν αι μαρτυρουσαι περι εμου·
39 ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
40 και ου θελετε ελθειν προς με ινα ζωην εχητε.
40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.
41 δοξαν παρα ανθρωπων ου λαμβανω·
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω·
42 αλλ εγνωκα υμας οτι την αγαπην του θεου ουκ εχετε εν εαυτοις.
42 ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
43 εγω εληλυθα εν τω ονοματι του πατρος μου, και ου λαμβανετε με· εαν αλλος ελθη εν τω ονοματι τω ιδιω, εκεινον ληψεσθε.
43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.
44 πως δυνασθε υμεις πιστευσαι, δοξαν παρα αλληλων λαμβανοντες, και την δοξαν την παρα του μονου θεου ου ζητειτε;
44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;
45 μη δοκειτε οτι εγω κατηγορησω υμων προς τον πατερα· εστιν ο κατηγορων υμων μωυσης, εις ον υμεις ηλπικατε.
45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
46 ει γαρ επιστευετε μωυσει, επιστευετε αν εμοι· περι γαρ εμου εκεινος εγραψεν.
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
47 ει δε τοις εκεινου γραμμασιν ου πιστευετε, πως τοις εμοις ρημασιν πιστευσετε;
47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;
Referencias cruzadas (46)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Deuteronomio 16:16; Éxodo 23:14–17; Levítico 23:2–4; Éxodo 34:23; Juan 2:13
  2. 2 Nehemías 12:39; Nehemías 3:1; Isaías 22:11; Nehemías 3:32; Juan 19:13
  3. 3 Marcos 3:1–4; Mateo 15:30; Lucas 7:22; Zacarías 11:17; Lamentaciones 3:26
  4. 5 Hechos 3:2; Lucas 8:43; Marcos 9:21; Lucas 13:16; Hechos 14:8
  5. 6 Lucas 18:41; Hebreos 4:15; Hebreos 4:13; Isaías 65:1; Juan 21:17
  6. 7 Salmo 72:12; Deuteronomio 32:36; 1 Corintios 9:24; Salmo 142:4; 2 Corintios 1:8–10
  7. 8 Lucas 5:24; Mateo 9:6; Marcos 2:11; Hechos 9:34
  8. 9 Hechos 3:7–8; Juan 9:14; Marcos 3:2–4; Lucas 13:10–16; Marcos 5:41–42
  9. 10 Jeremías 17:21; Lucas 6:2; Juan 9:16; Marcos 3:4; Lucas 13:14
  10. 11 Marcos 2:9–11; Juan 9:16
  11. 12 Mateo 21:23; Romanos 10:2; Jueces 6:29; 1 Samuel 14:38
  12. 13 Lucas 4:30; Lucas 24:31; Juan 8:59; Juan 14:9
  13. 14 Juan 8:11; Levítico 26:23–24; Salmo 118:18; Nehemías 9:28; Mateo 12:45
  14. 15 Juan 4:29; Juan 9:25; Juan 9:11–12; Marcos 1:45; Juan 1:19
  15. 16 Hechos 9:4–5; Juan 10:39; Marcos 3:6; Juan 15:20; Mateo 12:13
  16. 17 Juan 9:4; Juan 14:10; Colosenses 1:16; 1 Corintios 12:6; Hebreos 1:3
  17. 18 Juan 10:30; Juan 10:33; Juan 19:7; Juan 8:58; Juan 14:23
  18. 19 Juan 12:49; Juan 8:28; Juan 14:10; Juan 10:18; Juan 5:28–30
  19. 20 Juan 3:35; Mateo 3:17; Proverbios 8:22–31; 2 Pedro 1:17; Juan 15:15
  20. 21 Romanos 8:11; Deuteronomio 32:39; Juan 11:25; Hechos 26:8; Lucas 7:14–15
  21. 22 Juan 5:27; Hechos 17:31; 2 Corintios 5:10; Mateo 28:18; Hechos 10:42
  22. 23 1 Juan 2:23; Lucas 10:16; Mateo 11:27; 2 Juan 9; Juan 15:23–24
  23. 24 Juan 3:36; 1 Juan 5:11–13; Juan 6:40; Juan 3:18; Romanos 8:1
  24. 25 Juan 5:28; Efesios 5:14; Efesios 2:5; Juan 4:23; Colosenses 2:13
  25. 26 Juan 11:26; Juan 1:4; Juan 14:6; Éxodo 3:14; Juan 17:2–3
  26. 27 Hechos 10:42; Juan 5:22; Hechos 17:31; 1 Pedro 3:22; Daniel 7:13–14
  27. 28 Apocalipsis 20:12; 1 Tesalonicenses 4:14–17; Isaías 26:19; Juan 11:24–25; Job 19:25–26
  28. 29 Daniel 12:2–3; Romanos 2:6–10; Hechos 24:15; Mateo 25:31–46; Lucas 14:14
  29. 30 Juan 6:38; Juan 5:19; Juan 4:34; Juan 14:10; Mateo 26:39
  30. 31 Proverbios 27:2; Juan 8:54; Apocalipsis 3:14; Juan 8:13–14
  31. 32 Juan 1:33; 1 Juan 5:6–9; Juan 8:17–18; Mateo 17:5; Juan 12:50
  32. 33 Juan 3:26–36; Juan 1:29–34; Juan 1:6–8; Juan 1:15–27
  33. 34 1 Juan 5:9; 1 Timoteo 4:16; Juan 20:31; Lucas 19:41–42; Juan 5:41
  34. 35 2 Pedro 1:19; Juan 1:7–8; Mateo 11:11; Mateo 3:5–7; Lucas 1:76–77
  35. 36 Juan 10:25; Juan 15:24; Juan 2:23; Juan 10:37–38; 1 Juan 5:9
  36. 37 Juan 8:18; Mateo 3:17; Juan 1:18; 1 Timoteo 1:17; 1 Timoteo 6:16
  37. 38 1 Juan 2:14; Juan 12:44–48; Deuteronomio 6:6–9; Proverbios 7:1–2; Isaías 53:1–3
  38. 39 Lucas 24:27; Lucas 24:44; 2 Pedro 1:19–21; Hechos 26:22–23; Proverbios 8:33–34
  39. 40 Juan 3:19; Juan 1:11; Salmo 81:11; Juan 6:37; Mateo 23:37
  40. 41 Juan 7:18; Juan 8:50; Juan 5:44; Juan 5:34; 1 Tesalonicenses 2:6
  41. 42 1 Juan 4:20; 1 Juan 2:15; 1 Juan 3:17; Juan 2:25; Romanos 8:7
  42. 43 Mateo 24:5; Juan 10:25; Juan 17:4–6; Juan 8:28–29; Hebreos 5:4–5
  43. 44 Juan 12:43; Romanos 2:29; Filipenses 2:3; Mateo 23:5; Romanos 8:7–8
  44. 45 Romanos 3:19–20; Gálatas 3:10; Romanos 2:12; 2 Corintios 3:7–11; Juan 9:28–29
  45. 46 Deuteronomio 18:15; Deuteronomio 18:18–19; Juan 1:45; Lucas 24:27; Números 24:17–18
  46. 47 Lucas 16:31; Lucas 16:29

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 5:2 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXIV)

    The lesson of the Gospel has just sounded in our ears, and made us intent to know what is the meaning of what has been read. This, I suppose, is looked for from me, this I promise, by the Lord's assistance, to explain as well as I can.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 5:19 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter V — 19)

    John the evangelist, among his fellows and companions the other evangelists, received this special and peculiar gift from the Lord (on whose breast he reclined at the feast, hereby to signify that he was drinking deeper secrets from His inmost heart), to utter those things concerning the Son of God which may perhaps rouse the attentive minds of the little …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Comentario 5:6 John Chrysostom, Homilies on the Gospel of John (Homily XXXVII)

    Great is the profit of the divine Scriptures, and all-sufficient is the aid which comes from them. And Paul declared this when he said, "Whatsoever things were written aforetime, were written aforetime for our admonition upon whom the ends of the world are come, that we through patience and comfort of the Scriptures might have hope." ( Rom. xv.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Cita 5:5 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXIII–XXIV)

    But they cannot maintain this; otherwise their primary and original Ogdoad will be included in the number of Æons who suffered together. Moreover, there was also a certain other person healed by the Lord, after he had suffered for eight-and-thirty years: they ought therefore to affirm that the Æon who occupies the thirty-eighth place suffered.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 5:14 Augustine of Hippo, Confessions (Book IV)

    … unto me, heal my soul, for I have sinned against Thee;" and not to abuse Thy goodness for a license to sin, but to remember the words of the Lord, "Behold, thou art made whole; sin no more, lest a worse thing come unto thee." All of which salutary advice they endeavour to destroy when they say, "The cause of …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)