Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 10 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 μετα δε ταυτα ανεδειξεν ο κυριος και ετερους εβδομηκοντα, και απεστειλεν αυτους ανα δυο προ προσωπου αυτου εις πασαν πολιν και τοπον ου ημελλεν αυτος ερχεσθαι.
1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
2 ελεγεν ουν προς αυτους· ο μεν θερισμος πολυς, οι δε εργαται ολιγοι· δεηθητε ουν του κυριου του θερισμου οπως εκβαλη εργατας εις τον θερισμον αυτου.
2 ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
3 υπαγετε· ιδου εγω αποστελλω υμας ως αρνας εν μεσω λυκων.
3 ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4 μη βασταζετε βαλλαντιον, μη πηραν, μηδε υποδηματα, και μηδενα κατα την οδον ασπασησθε.
4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5 εις ην δ αν οικιαν εισερχησθε, πρωτον λεγετε· ειρηνη τω οικω τουτω.
5 εἰς ἣν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ.
6 και εαν η εκει υιος ειρηνης, επαναπαυσεται επ αυτον η ειρηνη υμων· ει δε μηγε, εφ υμας επανακαμψει.
6 καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἐπανακάμψει.
7 εν αυτη δε τη οικια μενετε εσθιοντες και πινοντες τα παρ αυτων· αξιος γαρ ο εργατης του μισθου αυτου εστιν· μη μεταβαινετε εξ οικιας εις οικιαν.
7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8 και εις ην αν πολιν εισερχησθε και δεχωνται υμας, εσθιετε τα παρατιθεμενα υμιν,
8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,
9 και θεραπευετε τους εν αυτη ασθενεις, και λεγετε αυτοις· ηγγικεν εφ υμας η βασιλεια του θεου.
9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
10 εις ην δ αν πολιν εισερχησθε και μη δεχωνται υμας, εξελθοντες εις τας πλατειας αυτης ειπατε·
10 εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·
11 και τον κονιορτον τον κολληθεντα ημιν απο της πολεως υμων εις τους ποδας ημων απομασσομεθα υμιν· πλην τουτο γινωσκετε, οτι ηγγικεν εφ υμας η βασιλεια του θεου.
11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
12 λεγω δε υμιν οτι σοδομοις εν τη ημερα εκεινη ανεκτοτερον εσται η τη πολει εκεινη.
12 λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
13 ουαι σοι, χοραζιν, ουαι σοι, βηθσαιδα· οτι ει εν τυρω και σιδωνι εγενοντο αι δυναμεις αι γενομεναι εν υμιν, παλαι αν εν σακκω και σποδω καθημενοι μετενοησαν.
13 οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
14 πλην τυρω και σιδωνι ανεκτοτερον εσται εν τη κρισει η υμιν.
14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
15 και συ, καπερναουμ, η εως του ουρανου υψωθεισα, εως αδου καταβιβασθηση.
15 καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.
16 ο ακουων υμων εμου ακουει, και ο αθετων υμας εμε αθετει· ο δε εμε αθετων αθετει τον αποστειλαντα με.
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17 υπεστρεψαν δε οι εβδομηκοντα μετα χαρας λεγοντες· κυριε, και τα δαιμονια υποτασσεται ημιν εν τω ονοματι σου.
17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
18 ειπεν δε αυτοις· εθεωρουν τον σαταναν ως αστραπην εκ του ουρανου πεσοντα.
18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
19 ιδου διδωμι υμιν την εξουσιαν του πατειν επανω οφεων και σκορπιων και επι πασαν την δυναμιν του εχθρου, και ουδεν υμας ου μη αδικηση.
19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
20 πλην εν τουτω μη χαιρετε, οτι τα πνευματα υμιν υποτασσεται· χαιρετε δε οτι τα ονοματα υμων εγραφη εν τοις ουρανοις.
20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
21 εν αυτη τη ωρα ηγαλλιασατο τω πνευματι ο ιησους και ειπεν· εξομολογουμαι σοι, πατερ, κυριε του ουρανου και της γης, οτι απεκρυψας ταυτα απο σοφων και συνετων, και απεκαλυψας αυτα νηπιοις· ναι, ο πατηρ, οτι ουτως εγενετο ευδοκια εμπροσθεν σου.
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
22 [και στραφεις προς τους μαθητας ειπεν·] παντα μοι παρεδοθη υπο του πατρος μου· και ουδεις επιγινωσκει τις εστιν ο υιος, ει μη ο πατηρ, και τις εστιν ο πατηρ, ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι.
22 [καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε·] πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23 και στραφεις προς τους μαθητας κατ ιδιαν ειπεν· μακαριοι οι οφθαλμοι οι βλεποντες α βλεπετε.
23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
24 λεγω γαρ υμιν οτι πολλοι προφηται και βασιλεις ηθελησαν ιδειν α υμεις βλεπετε, και ουκ ειδον, και ακουσαι α ακουετε, και ουκ ηκουσαν.
24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
25 και ιδου νομικος τις ανεστη εκπειραζων αυτον και λεγων· διδασκαλε, τι ποιησας ζωην αιωνιον κληρονομησω;
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
26 ο δε ειπεν προς αυτον· εν τω νομω τι γεγραπται; πως αναγινωσκεις;
26 ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
27 ο δε αποκριθεις ειπεν· αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της ισχυος σου και εξ ολης της διανοιας σου, και τον πλησιον σου ως εαυτον.
27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·
28 ειπεν δε αυτω· ορθως απεκριθης· τουτο ποιει και ζηση.
28 εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
29 ο δε θελων δικαιουν εαυτον ειπεν προς τον ιησουν· και τις εστιν μου πλησιον;
29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον;
30 υπολαβων δε ο ιησους ειπεν· ανθρωπος τις κατεβαινεν απο ιερουσαλημ εις ιεριχω, και λησταις περιεπεσεν· οι και εκδυσαντες αυτον και πληγας επιθεντες απηλθον αφεντες ημιθανη τυγχανοντα.
30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
31 κατα συγκυριαν δε ιερευς τις κατεβαινεν εν τη οδω εκεινη, και ιδων αυτον αντιπαρηλθεν.
31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
32 ομοιως δε και λευιτης γενομενος κατα τον τοπον, ελθων και ιδων αντιπαρηλθεν.
32 ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.
33 σαμαρειτης δε τις οδευων ηλθεν κατ αυτον, και ιδων αυτον εσπλαγχνισθη,
33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾽ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη,
34 και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον, επιβιβασας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμεληθη αυτου·
34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ·
35 και επι την αυριον εξελθων, εκβαλων δυο δηναρια εδωκεν τω πανδοχει και ειπεν αυτω· επιμεληθητι αυτου, και ο τι αν προσδαπανησης, εγω εν τω επανερχεσθαι με αποδωσω σοι.
35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
36 τις ουν τουτων των τριων πλησιον δοκει σοι γεγονεναι του εμπεσοντος εις τους ληστας;
36 τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
37 ο δε ειπεν· ο ποιησας το ελεος μετ αυτου. ειπεν ουν αυτω ο ιησους· πορευου και συ ποιει ομοιως.
37 ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 εγενετο δε εν τω πορευεσθαι αυτους και αυτος εισηλθεν εις κωμην τινα. γυνη δε τις ονοματι μαρθα υπεδεξατο αυτον εις τον οικον αυτης.
38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.
39 και τηδε ην αδελφη καλουμενη μαρια, η και παρακαθισασα παρα τους ποδας του ιησου ηκουεν τον λογον αυτου.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ.
40 η δε μαρθα περιεσπατο περι πολλην διακονιαν· επιστασα δε ειπεν· κυριε, ου μελει σοι οτι η αδελφη μου μονην με κατελιπεν διακονειν; ειπε ουν αυτη ινα μοι συναντιλαβηται.
40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 αποκριθεις δε ειπεν αυτη ο ιησους· μαρθα μαρθα, μεριμνας και τυρβαζη περι πολλα·
41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·
42 ενος δε εστιν χρεια· μαρια δε την αγαθην μεριδα εξελεξατο, ητις ουκ αφαιρεθησεται απ αυτης.
42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Martha

    Sister of Lazarus and Mary

    A woman of Bethany who received Jesus into her home, was distracted with serving, and whose brother Lazarus Jesus raised.

    Citado en la guía: Luke 10:38; John 11:1; John 11:5

  • Mary

    Sister of Martha and Lazarus

    Sister of Martha and Lazarus of Bethany, who sat at Jesus' feet to listen and who anointed the Lord's feet with perfume and wiped them with her hair.

    Citado en la guía: Luke 10:39; John 11:1; John 11:2

Lugares

  • Jericho

    Hoy: West Bank (Jordan Valley)

    Jericho guarded the eastern entrance to Canaan. The Old Testament city (Tell es-Sultan) fell to Joshua; Herodian Jericho nearby is where Jesus healed Bartimaeus and called Zacchaeus.

    Citado en la guía: Joshua 6:20; Luke 19:1-10; Luke 10:30

Referencias cruzadas (42)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 6:7–13; Lucas 9:52; Mateo 10:1–4; Números 11:24–26; Lucas 3:4–6
  2. 2 Mateo 9:36–38; Juan 4:35–38; 1 Corintios 3:6–9; Marcos 16:15; 1 Tesalonicenses 5:12
  3. 3 Mateo 10:16; Hechos 20:29; Ezequiel 2:3–6; Juan 15:20; Juan 10:12
  4. 4 Lucas 22:35; 2 Reyes 4:29; Lucas 10:4–12; Marcos 6:8–11; 2 Reyes 4:24
  5. 5 1 Samuel 25:6; Mateo 10:12–13; Isaías 57:19; Efesios 2:17; 2 Corintios 5:18–20
  6. 6 2 Tesalonicenses 3:16; Isaías 9:6; 2 Corintios 2:15–16; Efesios 5:6; 1 Samuel 25:17
  7. 7 1 Timoteo 5:17–18; Mateo 10:10–11; 1 Corintios 9:4–15; 2 Timoteo 2:6; Gálatas 6:6
  8. 8 1 Corintios 10:27; Mateo 10:40; Lucas 9:48; Lucas 10:10; Juan 13:20
  9. 9 Mateo 3:2; Juan 3:5; Lucas 17:20–21; Hechos 28:7–10; Lucas 10:11
  10. 10 Hechos 18:6; Mateo 10:14; Hechos 13:51; Lucas 9:5
  11. 11 Lucas 10:9; Hechos 13:51; Hechos 13:46; Deuteronomio 30:11–14; Mateo 10:14
  12. 12 Mateo 10:15; Mateo 11:24; Marcos 6:11; Lamentaciones 4:6
  13. 13 Isaías 23:1–18; Mateo 11:20–23; Ezequiel 26:1–28:26; Joel 3:4–8; Hechos 28:25–28
  14. 14 Juan 15:22–25; Lucas 12:47–48; Romanos 2:1; Romanos 2:27; Amós 3:2
  15. 15 Isaías 14:13–15; Mateo 4:13; 2 Pedro 2:4; Lucas 13:28; Mateo 11:23
  16. 16 Juan 13:20; 1 Tesalonicenses 4:8; Mateo 10:40; Juan 12:44; Juan 5:22–23
  17. 17 Romanos 16:20; Lucas 9:1; Marcos 16:17; Lucas 10:1; Lucas 10:9
  18. 18 Apocalipsis 12:7–9; Isaías 14:12; Apocalipsis 9:1; Juan 16:11; Juan 12:31
  19. 19 Salmo 91:13; Marcos 16:18; Romanos 16:20; Hechos 28:5; Apocalipsis 11:5
  20. 20 Apocalipsis 20:15; Apocalipsis 20:12; Mateo 7:22–23; Hebreos 12:23; Apocalipsis 21:27
  21. 21 2 Corintios 4:3; Mateo 13:11–16; Mateo 11:25–27; 1 Pedro 2:1–2; 1 Corintios 2:6–8
  22. 22 Mateo 11:27; Juan 1:18; Juan 6:44–46; Juan 10:15; Juan 17:26
  23. 23 Mateo 13:16–17
  24. 24 Juan 8:56; 1 Pedro 1:10–12; Hebreos 11:13; Hebreos 11:39
  25. 25 Mateo 22:34–39; Lucas 18:18; Hechos 16:30–31; Mateo 19:16–19; Gálatas 3:18
  26. 26 Romanos 10:5; Isaías 8:20; Gálatas 3:21–22; Romanos 3:19; Gálatas 3:12–13
  27. 27 Marcos 12:30–31; Mateo 22:37–40; Deuteronomio 6:5; Romanos 13:9; Levítico 19:18
  28. 28 Ezequiel 20:11; Levítico 18:5; Mateo 19:17; Nehemías 9:29; Lucas 7:43
  29. 29 Lucas 16:15; Lucas 18:9–11; Mateo 5:43–44; Levítico 19:34; Gálatas 3:11
  30. 30 Lucas 18:31; Jeremías 51:52; Ezequiel 30:24; Salmo 88:4
  31. 31 1 Juan 3:16–18; Salmo 69:20; Proverbios 21:13; Jeremías 5:31; Oseas 6:9
  32. 32 Hechos 18:17; Proverbios 27:10; 2 Timoteo 3:2; Salmo 109:25
  33. 33 1 Reyes 8:50; Lucas 7:13; Jeremías 38:7–13; Mateo 18:33; Proverbios 27:10
  34. 34 Romanos 12:20; Salmo 147:3; Génesis 42:27; Lucas 2:7; Marcos 14:8
  35. 35 Proverbios 19:17; Lucas 14:13; Romanos 16:23; Mateo 20:2
  36. 36 Lucas 7:42; Mateo 21:28–31; Mateo 17:25; Mateo 22:42
  37. 37 1 Juan 3:16–18; Miqueas 6:8; 1 Pedro 2:21; 2 Corintios 8:9; 1 Juan 4:10–11
  38. 38 Juan 11:19–20; Juan 12:1–3; Juan 11:1–5; Lucas 8:2–3; Hechos 16:15
  39. 39 Proverbios 8:34; Lucas 8:35; Juan 12:3; Hechos 22:3; Deuteronomio 33:3
  40. 40 Juan 6:27; Lucas 12:29; Mateo 16:22; Mateo 14:15; Jonás 4:1–4
  41. 41 Filipenses 4:6; Marcos 4:19; Lucas 21:34; Mateo 6:25–34; Lucas 8:14
  42. 42 Salmo 27:4; Salmo 16:5–6; Juan 10:27–28; Juan 4:14; Salmo 73:25

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 10:2 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LI)

    By the lesson of the Gospel which has just been read, we are reminded to search what that harvest is of which the Lord says, "The harvest truly is great, but the labourers are few.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 10:16 Justin Martyr, First Apology (Chapters LXII–LXV)

    And He is called Angel and Apostle; for He declares whatever we ought to know, and is sent forth to declare whatever is revealed; as our Lord Himself says, "He that heareth Me, heareth Him that sent Me." From the writings of Moses also this will be manifest; for thus it is written in them, "And the Angel of God …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 10:19 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIX)

    For the Lord, through means of suffering, "ascending into the lofty place, led captivity captive, gave gifts to men," and conferred on those that believe in Him the power "to tread upon serpents and scorpions, and on all the power of the enemy," that is, of the leader of apostasy.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 10:35 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapter XVI)

    This, therefore, is the counsel of Him whom I regard as having spoken the words, "Whatsoever thou spendest more, when I come again, I will repay thee."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Cita 10:20 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    Hearken also unto Christ, saying, "Rejoice not that the demons obey you, but that your names are written in Heaven." And again before this, "Many will say to me in that day, Have we not prophesied in Thy name, and cast out devils, and done many mighty works, and then I will profess unto them, I know you not." And …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)