Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 9 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
WEB World English Bible (clásica, con deuterocanónicos)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 συγκαλεσαμενος δε τους δωδεκα μαθητας αυτου εδωκεν αυτοις δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσους θεραπευειν·
1 He called the twelve together and gave them power and authority over all demons, and to cure diseases.
1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν·
2 και απεστειλεν αυτους κηρυσσειν την βασιλειαν του θεου και ιασθαι τους ασθενουντας,
2 He sent them out to preach God’s Kingdom and to heal the sick.
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας,
3 και ειπεν προς αυτους· μηδεν αιρετε εις την οδον, μητε ραβδους μητε πηραν μητε αρτον μητε αργυριον μητε ανα δυο χιτωνας εχειν.
3 He said to them, “Take nothing for your journey—no staffs, nor wallet, nor bread, nor money. Don’t have two tunics each.
3 καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 και εις ην αν οικιαν εισελθητε, εκει μενετε και εκειθεν εξερχεσθε.
4 Into whatever house you enter, stay there, and depart from there.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 και οσοι εαν μη δεξωνται υμας, εξερχομενοι απο της πολεως εκεινης και τον κονιορτον απο των ποδων υμων αποτιναξατε εις μαρτυριον επ αυτους.
5 As many as don’t receive you, when you depart from that city, shake off even the dust from your feet for a testimony against them.”
5 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
6 εξερχομενοι δε διηρχοντο κατα τας κωμας ευαγγελιζομενοι και θεραπευοντες πανταχου.
6 They departed and went throughout the villages, preaching the Good News and healing everywhere.
6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 ηκουσεν δε ηρωδης ο τετραρχης τα γινομενα υπ αυτου παντα, και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννης εγηγερται εκ [των] νεκρων,
7 Now Herod the tetrarch heard of all that was done by him; and he was very perplexed, because it was said by some that John had risen from the dead,
7 Ἤκουσε δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾽ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ [τῶν] νεκρῶν,
8 υπο τινων δε οτι ηλιας εφανη, αλλων δε οτι προφητης τις των αρχαιων ανεστη.
8 and by some that Elijah had appeared, and by others that one of the old prophets had risen again.
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
9 και ειπεν ο ηρωδης· ιωαννην εγω απεκεφαλισα· τις δε εστιν ουτος περι ου εγω ακουω τοιαυτα; και εζητει ιδειν αυτον.
9 Herod said, “I beheaded John, but who is this about whom I hear such things?” He sought to see him.
9 καὶ εἶπεν ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 και υποστρεψαντες οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν. και παραλαβων αυτους υπεχωρησεν κατ ιδιαν εις τοπον ερημον πολεως καλουμενης βηθσαιδα.
10 The apostles, when they had returned, told him what things they had done. He took them and withdrew apart to a desert region of a city called Bethsaida.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾽ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά.
11 οι δε οχλοι γνοντες ηκολουθησαν αυτω, και δεξαμενος αυτους ελαλει αυτοις περι της βασιλειας του θεου, και τους χρειαν εχοντας θεραπειας ιασατο.
11 But the multitudes, perceiving it, followed him. He welcomed them, spoke to them of God’s Kingdom, and he cured those who needed healing.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.
12 η δε ημερα ηρξατο κλινειν· προσελθοντες δε οι δωδεκα ειπον αυτω· απολυσον τον οχλον, ινα πορευθεντες εις τας κυκλω κωμας και τους αγρους καταλυσωσιν και ευρωσιν επισιτισμον, οτι ωδε εν ερημω τοπω εσμεν.
12 The day began to wear away; and the twelve came and said to him, “Send the multitude away, that they may go into the surrounding villages and farms and lodge and get food, for we are here in a deserted place.”
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 ειπεν δε προς αυτους· δοτε αυτοις υμεις φαγειν. οι δε ειπον· ουκ εισιν ημιν πλειον η πεντε αρτοι και ιχθυες δυο, ει μητι πορευθεντες ημεις αγορασομεν εις παντα τον λαον τουτον βρωματα·
13 But he said to them, “You give them something to eat.” They said, “We have no more than five loaves and two fish, unless we should go and buy food for all these people.”
13 εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα·
14 ησαν γαρ ωσει ανδρες πεντακισχιλιοι. ειπεν δε προς τους μαθητας αυτου· κατακλινατε αυτους κλισιας ανα πεντηκοντα.
14 For they were about five thousand men. He said to his disciples, “Make them sit down in groups of about fifty each.”
14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.
15 και εποιησαν ουτως και ανεκλιναν απαντας.
15 They did so, and made them all sit down.
15 καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας.
16 λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας, αναβλεψας εις τον ουρανον ευλογησεν αυτους και κατεκλασεν, και εδιδου τοις μαθηταις παραθειναι τω οχλω.
16 He took the five loaves and the two fish, and looking up to the sky, he blessed them, broke them, and gave them to the disciples to set before the multitude.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
17 και εφαγον και εχορτασθησαν παντες, και ηρθη το περισσευσαν αυτοις κλασματων κοφινοι δωδεκα.
17 They ate and were all filled. They gathered up twelve baskets of broken pieces that were left over.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 και εγενετο εν τω ειναι αυτον προσευχομενον καταμονας, συνησαν αυτω οι μαθηται, και επηρωτησεν αυτους λεγων· τινα με λεγουσιν οι οχλοι ειναι;
18 As he was praying alone, the disciples were near him, and he asked them, “Who do the multitudes say that I am?”
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
19 οι δε αποκριθεντες ειπον· ιωαννην τον βαπτιστην, αλλοι δε ηλιαν, αλλοι δε οτι προφητης τις των αρχαιων ανεστη.
19 They answered, “‘John the Baptizer,’ but others say, ‘Elijah,’ and others, that one of the old prophets has risen again.”
19 οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 ειπεν δε αυτοις· υμεις δε τινα με λεγετε ειναι; αποκριθεις δε ο πετρος ειπεν· τον χριστον του θεου.
20 He said to them, “But who do you say that I am?” Peter answered, “The Christ of God.”
20 εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ.
21 ο δε επιτιμησας αυτοις παρηγγειλεν μηδενι λεγειν τουτο,
21 But he warned them and commanded them to tell this to no one,
21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο,
22 ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων, και αποκτανθηναι, και τη τριτη ημερα εγερθηναι.
22 saying, “The Son of Man must suffer many things, and be rejected by the elders, chief priests, and scribes, and be killed, and the third day be raised up.”
22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
23 ελεγεν δε προς παντας· ει τις θελει οπισω μου ερχεσθαι, απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου καθ ημεραν και ακολουθειτω μοι.
23 He said to all, “If anyone desires to come after me, let him deny himself, take up his cross, and follow me.
23 Ἔλεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.
24 ος γαρ αν θελη την ψυχην αυτου σωσαι, απολεσει αυτην· ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου, ουτος σωσει αυτην.
24 For whoever desires to save his life will lose it, but whoever will lose his life for my sake will save it.
24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 τι γαρ ωφελειται ανθρωπος κερδησας τον κοσμον ολον, εαυτον δε απολεσας η ζημιωθεις;
25 For what does it profit a man if he gains the whole world, and loses or forfeits his own self?
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 ος γαρ εαν επαισχυνθη με και τους εμους λογους, τουτον ο υιος του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατρος και των αγιων αγγελων.
26 For whoever will be ashamed of me and of my words, of him will the Son of Man be ashamed when he comes in his glory, and the glory of the Father, and of the holy angels.
26 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 λεγω δε υμιν αληθως, εισιν τινες των ωδε εστηκοτων, οι ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου.
27 But I tell you the truth: There are some of those who stand here who will in no way taste of death until they see God’s Kingdom.”
27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.
28 εγενετο δε μετα τους λογους τουτους ωσει ημεραι οκτω και παραλαβων τον πετρον και ιωαννην και ιακωβον ανεβη εις το ορος προσευξασθαι.
28 About eight days after these sayings, he took with him Peter, John, and James, and went up onto the mountain to pray.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 και εγενετο εν τω προσευχεσθαι αυτον το ειδος του προσωπου αυτου ετερον και ο ιματισμος αυτου λευκος εξαστραπτων.
29 As he was praying, the appearance of his face was altered, and his clothing became white and dazzling.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 και ιδου ανδρες δυο συνελαλουν αυτω, οιτινες ησαν μωυσης και ηλιας,
30 Behold, two men were talking with him, who were Moses and Elijah,
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
31 οι οφθεντες εν δοξη ελεγον την εξοδον αυτου ην εμελλεν πληρουν εν ιερουσαλημ.
31 who appeared in glory and spoke of his departure, which he was about to accomplish at Jerusalem.
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ.
32 ο δε πετρος και οι συν αυτω ησαν βεβαρημενοι υπνω· διαγρηγορησαντες δε ειδον την δοξαν αυτου και τους δυο ανδρας τους συνεστωτας αυτω.
32 Now Peter and those who were with him were heavy with sleep, but when they were fully awake, they saw his glory, and the two men who stood with him.
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 και εγενετο εν τω διαχωριζεσθαι αυτους απ αυτου ειπεν ο πετρος προς τον ιησουν· επιστατα, καλον εστιν ημας ωδε ειναι· και ποιησωμεν σκηνας τρεις, μιαν σοι και μιαν μωυσει και μιαν ηλια, μη ειδως ο λεγει.
33 As they were parting from him, Peter said to Jesus, “Master, it is good for us to be here. Let’s make three tents: one for you, one for Moses, and one for Elijah,” not knowing what he said.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
34 ταυτα δε αυτου λεγοντος εγενετο νεφελη και επεσκιασεν αυτους· εφοβηθησαν δε εν τω εισελθειν εκεινους εις την νεφελην·
34 While he said these things, a cloud came and overshadowed them, and they were afraid as they entered into the cloud.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην·
35 και φωνη εγενετο εκ της νεφελης λεγουσα· ουτος εστιν ο υιος μου ο αγαπητος· αυτου ακουετε.
35 A voice came out of the cloud, saying, “This is my beloved Son. Listen to him!”
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
36 και εν τω γενεσθαι την φωνην ευρεθη ο ιησους μονος. και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναις ταις ημεραις ουδεν ων εωρακασιν.
36 When the voice came, Jesus was found alone. They were silent, and told no one in those days any of the things which they had seen.
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.
37 εγενετο δε εν τη εξης ημερα κατελθοντων αυτων απο του ορους συνηντησεν αυτω οχλος πολυς.
37 On the next day, when they had come down from the mountain, a great multitude met him.
37 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 και ιδου ανηρ απο του οχλου ανεβοησεν λεγων· διδασκαλε, δεομαι σου, επιβλεψον επι τον υιον μου, οτι μονογενης μοι εστιν·
38 Behold, a man from the crowd called out, saying, “Teacher, I beg you to look at my son, for he is my only born child.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι·
39 και ιδου πνευμα λαμβανει αυτον, και εξαιφνης κραζει και σπαρασσει αυτον μετα αφρου, και μογις αποχωρει απ αυτου συντριβον αυτον·
39 Behold, a spirit takes him, he suddenly cries out, and it convulses him so that he foams; and it hardly departs from him, bruising him severely.
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν·
40 και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο, και ουκ ηδυνηθησαν.
40 I begged your disciples to cast it out, and they couldn’t.”
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 αποκριθεις δε ο ιησους ειπεν· ω γενεα απιστος και διεστραμμενη, εως ποτε εσομαι προς υμας και ανεξομαι υμων; προσαγαγε τον υιον σου ωδε.
41 Jesus answered, “Faithless and perverse generation, how long shall I be with you and bear with you? Bring your son here.”
41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε.
42 ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν· επετιμησεν δε ο ιησους τω πνευματι τω ακαθαρτω, και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου.
42 While he was still coming, the demon threw him down and convulsed him violently. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father.
42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 εξεπλησσοντο δε παντες επι τη μεγαλειοτητι του θεου. παντων δε θαυμαζοντων επι πασιν οις εποιησεν ο ιησους, ειπεν προς τους μαθητας αυτου·
43 They were all astonished at the majesty of God. But while all were marveling at all the things which Jesus did, he said to his disciples,
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 θεσθε υμεις εις τα ωτα υμων τους λογους τουτους· ο γαρ υιος του ανθρωπου μελλει παραδιδοσθαι εις χειρας ανθρωπων.
44 “Let these words sink into your ears, for the Son of Man will be delivered up into the hands of men.”
44 θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 οι δε ηγνοουν το ρημα τουτο, και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο, και εφοβουντο ερωτησαι αυτον περι του ρηματος τουτου.
45 But they didn’t understand this saying. It was concealed from them, that they should not perceive it, and they were afraid to ask him about this saying.
45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 εισηλθεν δε διαλογισμος εν αυτοις, το τις αν ειη μειζων αυτων.
46 An argument arose among them about which of them was the greatest.
46 Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 ο δε ιησους ιδων τον διαλογισμον της καρδιας αυτων, επιλαβομενος παιδιου εστησεν αυτο παρ εαυτω
47 Jesus, perceiving the reasoning of their hearts, took a little child, and set him by his side,
47 ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
48 και ειπεν αυτοις· ος εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου, εμε δεχεται, και ος εαν εμε δεξηται, δεχεται τον αποστειλαντα με. ο γαρ μικροτερος εν πασιν υμιν υπαρχων, ουτος εστιν μεγας.
48 and said to them, “Whoever receives this little child in my name receives me. Whoever receives me receives him who sent me. For whoever is least among you all, this one will be great.”
48 καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας.
49 αποκριθεις δε ο ιωαννης ειπεν· επιστατα, ειδομεν τινα επι τω ονοματι σου εκβαλλοντα δαιμονια, και εκωλυσαμεν αυτον, οτι ουκ ακολουθει μεθ ημων.
49 John answered, “Master, we saw someone casting out demons in your name, and we forbade him, because he doesn’t follow with us.”
49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
50 και ειπεν προς αυτον ο ιησους· μη κωλυετε· ου γαρ εστιν καθ υμων· ος γαρ ουκ εστιν καθ υμων, υπερ υμων εστιν.
50 Jesus said to him, “Don’t forbid him, for he who is not against us is for us.”
50 καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾽ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
51 εγενετο δε εν τω συμπληρουσθαι τας ημερας της αναληψεως αυτου και αυτος εστηριξεν το προσωπον αυτου του πορευεσθαι εις ιερουσαλημ,
51 It came to pass, when the days were near that he should be taken up, he intently set his face to go to Jerusalem
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,
52 και απεστειλεν αγγελους προ προσωπου αυτου. και πορευθεντες εισηλθον εις κωμην σαμαρειτων, ωστε ετοιμασαι αυτω·
52 and sent messengers before his face. They went and entered into a village of the Samaritans, so as to prepare for him.
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ·
53 και ουκ εδεξαντο αυτον, οτι το προσωπον αυτου ην πορευομενον εις ιερουσαλημ.
53 They didn’t receive him, because he was traveling with his face set toward Jerusalem.
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
54 ιδοντες δε οι μαθηται αυτου ιακωβος και ιωαννης ειπον· κυριε, θελεις ειπωμεν πυρ καταβηναι απο ουρανου και αναλωσαι αυτους, ως και ηλιας εποιησεν;
54 When his disciples, James and John, saw this, they said, “Lord, do you want us to command fire to come down from the sky and destroy them, just as Elijah did?”
54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε;
55 στραφεις δε επετιμησεν αυτοις [και ειπεν· ουκ οιδατε ποιου πνευματος εστε υμεις·]
55 But he turned and rebuked them, “You don’t know of what kind of spirit you are.
55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς [καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς·
56 [ο υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι, αλλα σωσαι.] και επορευθησαν εις ετεραν κωμην.
56 For the Son of Man didn’t come to destroy men’s lives, but to save them.” They went to another village.
56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι]. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 εγενετο δε πορευομενων αυτων εν τη οδω ειπεν τις προς αυτον· ακολουθησω σοι οπου εαν απερχη, κυριε.
57 As they went on the way, a certain man said to him, “I want to follow you wherever you go, Lord.”
57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.
58 και ειπεν αυτω ο ιησους· αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις, ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη.
58 Jesus said to him, “The foxes have holes and the birds of the sky have nests, but the Son of Man has no place to lay his head.”
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 ειπεν δε προς ετερον· ακολουθει μοι. ο δε ειπεν· κυριε, επιτρεψον μοι απελθοντι πρωτον θαψαι τον πατερα μου.
59 He said to another, “Follow me!” But he said, “Lord, allow me first to go and bury my father.”
59 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 ειπεν δε αυτω ο ιησους· αφες τους νεκρους θαψαι τους εαυτων νεκρους· συ δε απελθων διαγγελλε την βασιλειαν του θεου.
60 But Jesus said to him, “Leave the dead to bury their own dead, but you go and announce God’s Kingdom.”
60 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.
61 ειπεν δε και ετερος· ακολουθησω σοι, κυριε· πρωτον δε επιτρεψον μοι αποταξασθαι τοις εις τον οικον μου.
61 Another also said, “I want to follow you, Lord, but first allow me to say good-bye to those who are at my house.”
61 Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 ειπεν δε ο ιησους προς αυτον· ουδεις επιβαλων την χειρα αυτου επ αροτρον και βλεπων εις τα οπισω ευθετος εστιν εις την βασιλειαν του θεου.
62 But Jesus said to him, “No one, having put his hand to the plow and looking back, is fit for God’s Kingdom.”
62 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

  • Bethsaida

    Hoy: Northern Israel (north of the Sea of Galilee)

    Bethsaida lay near the Jordan's inflow to the Sea of Galilee. Its precise site is debated (et-Tell and el-Araj are candidates; approximate location). Jesus rebuked it for unbelief.

    Citado en la guía: Mark 8:22; John 1:44; Luke 9:10

Referencias cruzadas (61)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 14:12; Lucas 10:19; Mateo 16:19; Hechos 4:30; Marcos 16:17–18
  2. 2 Mateo 10:7–8; Lucas 10:9; Mateo 3:2; Lucas 9:11; Mateo 13:19
  3. 3 Lucas 22:35; Salmo 37:3; Lucas 10:4–12; Mateo 10:9–14; Marcos 6:8–11
  4. 4 Mateo 10:11; Marcos 6:10; Lucas 10:5–8; Hechos 16:15
  5. 5 Hechos 18:6; Mateo 10:14–15; Hechos 13:51; Marcos 6:11; Lucas 10:16
  6. 6 Marcos 6:12–13; Marcos 16:20; Hechos 4:30; Hechos 5:15; Lucas 9:1–2
  7. 7 Marcos 6:14–28; Mateo 14:1–12; Lucas 9:19; Job 18:11–12; Salmo 73:19
  8. 8 Juan 1:21; Lucas 9:19; Mateo 17:10; Marcos 8:28; Marcos 6:15
  9. 9 Lucas 23:8; Lucas 13:31–32
  10. 10 Mateo 11:21; Hebreos 13:17; Mateo 14:13–21; Marcos 2:7; Juan 1:44
  11. 11 Lucas 5:31; Mateo 21:43; Marcos 6:33–34; Isaías 61:1; Lucas 8:1
  12. 12 Marcos 6:35–44; Juan 6:5–15; Mateo 15:23; Oseas 13:5; Juan 6:1
  13. 13 Proverbios 11:24–25; 2 Reyes 4:42–43; Juan 6:5–9; Marcos 6:37–38; Mateo 14:16–17
  14. 14 1 Corintios 14:40; Marcos 8:6; Marcos 6:39–40
  15. 16 Mateo 14:19; Lucas 24:30; Mateo 15:36; 1 Timoteo 4:4–5; Salmo 121:1–2
  16. 17 2 Reyes 4:44; Mateo 16:9–10; Filipenses 4:18–19; Mateo 14:20–21; Marcos 8:19–20
  17. 18 Mateo 16:13–16; Marcos 8:27–30; Lucas 11:1; Mateo 26:36; Lucas 22:39–41
  18. 19 Juan 1:21; Malaquías 4:5; Mateo 14:2; Lucas 9:7–8; Marcos 6:15
  19. 20 Mateo 16:15–17; Juan 6:68–69; Juan 7:41; Juan 4:42; Juan 20:31
  20. 21 Mateo 16:20; Mateo 17:9; Marcos 8:30–31
  21. 22 Isaías 53:1–12; Lucas 24:7; Lucas 18:31–34; Lucas 9:44; 1 Pedro 1:11
  22. 23 Mateo 10:38–39; Lucas 14:26–27; Romanos 8:13; Juan 12:25–26; Marcos 8:34–38
  23. 24 Lucas 17:33; Juan 12:25; Hechos 20:23–24; Apocalipsis 2:10; Apocalipsis 12:11
  24. 25 Mateo 16:26; Marcos 8:36; Salmo 49:6–8; Lucas 12:19–21; Lucas 4:5–7
  25. 26 Mateo 10:32–33; 2 Timoteo 2:12; Lucas 12:8–9; Romanos 1:16; Marcos 8:38
  26. 27 Mateo 16:28; Marcos 9:1; Juan 21:22–23; Lucas 2:26; Marcos 14:25
  27. 28 Mateo 26:37–39; Mateo 17:1–13; Lucas 6:12; Salmo 109:4; Marcos 14:33–36
  28. 29 Marcos 9:2–3; Mateo 17:2; Éxodo 34:29–35; 2 Pedro 1:16–18; Isaías 33:17
  29. 30 Hebreos 3:3–6; Juan 1:17; 2 Corintios 3:7–11; Lucas 1:17; Mateo 17:3–4
  30. 31 Filipenses 3:21; 2 Pedro 1:15; 1 Pedro 5:10; 1 Pedro 1:11–12; Juan 1:29
  31. 32 Juan 1:14; Daniel 8:18; Mateo 26:40–43; Daniel 10:9; Juan 17:24
  32. 33 Marcos 9:5–6; Marcos 10:38; Salmo 4:6–7; Juan 14:8; Salmo 73:28
  33. 34 Mateo 17:5–7; Éxodo 40:34–38; Jueces 13:22; Marcos 9:7–8; Salmo 18:9–11
  34. 35 Lucas 3:22; Mateo 3:17; Hechos 3:22–23; Deuteronomio 18:18–19; Hebreos 5:9
  35. 36 Mateo 17:9; Marcos 9:9–10; Eclesiastés 3:7; Marcos 9:6
  36. 37 Mateo 17:14–20; Marcos 9:14–29
  37. 38 Zacarías 12:10; Juan 4:47; Mateo 15:22; Lucas 7:12; Lucas 8:41–42
  38. 39 Marcos 9:20; Marcos 9:26; Lucas 4:35; Lucas 8:29; Marcos 5:4–5
  39. 40 Lucas 9:1; Hechos 19:13–16; 2 Reyes 4:31; Lucas 10:17–19; Mateo 17:20
  40. 41 Deuteronomio 32:5; Juan 20:27; Juan 14:9; Marcos 9:19; Mateo 17:17
  41. 42 Marcos 9:26–27; Marcos 9:20; 2 Reyes 4:36; Lucas 7:15; Apocalipsis 12:12
  42. 43 Lucas 9:43–45; Lucas 5:26; Lucas 8:25; Hechos 3:10–13; Mateo 17:22
  43. 44 Lucas 9:22; Hechos 2:23; Lucas 2:19; Hebreos 2:1; Marcos 9:31
  44. 45 Lucas 18:34; Lucas 2:50; Marcos 9:32; Juan 12:16; Juan 16:17–18
  45. 46 Mateo 18:1–5; Mateo 20:20–22; Marcos 9:33–37; 3 Juan 9; Filipenses 2:3
  46. 47 Lucas 5:22; Juan 16:30; Salmo 139:23; 1 Corintios 14:20; Salmo 139:2
  47. 48 1 Pedro 5:6; Lucas 14:11; Marcos 9:37; Juan 13:20; Lucas 22:26
  48. 49 Marcos 9:38–40; Números 11:27–29; Marcos 10:13–14
  49. 50 Lucas 11:23; Mateo 12:30; Filipenses 1:15–18; 1 Corintios 12:3; Lucas 16:13
  50. 51 Lucas 18:31; Lucas 13:22; Isaías 50:5–9; Marcos 16:19; Hechos 1:9
  51. 52 Mateo 10:5; Lucas 10:1; 2 Reyes 17:24–33; Lucas 17:16; Lucas 10:33
  52. 53 Juan 4:9; Juan 4:40–42; Lucas 9:48
  53. 54 2 Reyes 1:10–14; Santiago 1:19–20; Santiago 3:14–18; Hechos 4:29–30
  54. 55 1 Pedro 3:9; Job 2:10; Apocalipsis 3:19; Job 26:4; Mateo 16:23
  55. 56 Mateo 20:28; Romanos 12:21; Juan 3:17; Lucas 19:10; Juan 10:10
  56. 57 Mateo 8:19–22; Juan 13:37; Lucas 9:57–60; Éxodo 19:8; Lucas 9:51
  57. 58 Mateo 8:20; Lucas 14:26–33; 2 Corintios 8:9; Lucas 18:22–23; Salmo 84:3
  58. 59 Mateo 16:24; 1 Reyes 19:20; Mateo 8:21–22; Mateo 6:33; Hageo 1:2
  59. 60 2 Timoteo 2:3–4; 1 Timoteo 5:6; Juan 21:15–17; Lucas 15:32; Apocalipsis 3:1
  60. 61 Lucas 14:26; 1 Reyes 19:20; Lucas 14:18–20; Mateo 10:37–38; Deuteronomio 33:9
  61. 62 Filipenses 3:13; Hebreos 10:38; 2 Pedro 2:20–22; Lucas 17:31–32; Santiago 1:6–8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 9:57 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon L)

    Give ye ear to that which the Lord hath given me to speak on the lesson of the Gospel. For we have read, that the Lord Jesus acted differently, when one man offered himself to follow Him, and was disallowed; another did not dare this, and was aroused; a third put off, and was blamed.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 9:61 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    … head;"-- the animal, when He said to him that declared, "I will follow Thee, but suffer me first to bid them farewell that are in my house," "No man, putting his hand to the plough, and looking back, is fit for the kingdom of heaven" (for this man they declare to be of the intermediate class, even as they do …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 9:26 Augustine of Hippo, Confessions (Book VIII)

    But after that, from reading and inquiry, he had derived strength, and feared lest he should be denied by Christ before the holy angels if he now was afraid to confess Him before men, and appeared to himself guilty of a great fault in being ashamed of the sacraments of the humility of Thy word, and not being ashamed of …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 9:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIV)

    For that even after his death he had the terror of him in full strength, hear what He saith, "This is John, whom I slew." Now the expression, "I slew," is that of one not exulting, but soothing his own terror, and persuading his troubled soul to call to mind, that he himself slew him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 9:30 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    … on Mount Sinai: Moses was in a clift of the rock, and Elias was once in a clift of the rock: they being present with Him at His Transfiguration on Mount Tabor, spoke to the Disciples of His decease which fire should accomplish at Jerusalem.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)