Saltar al texto

Marcos · Texto Patriarcal (Antoniades 1904/1912)

Marcos 2 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και εισηλθεν παλιν εις καπερναουμ δι ημερων και ηκουσθη οτι εις οικον εστιν.
1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι᾽ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι.
2 και ευθεως συνηχθησαν πολλοι, ωστε μηκετι χωρειν μηδε τα προς την θυραν· και ελαλει αυτοις τον λογον.
2 καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 και ερχονται προς αυτον παραλυτικον φεροντες, αιρομενον υπο τεσσαρων·
3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων·
4 και μη δυναμενοι προσεγγισαι αυτω δια τον οχλον, απεστεγασαν την στεγην οπου ην, και εξορυξαντες χαλωσιν τον κραβαττον, εφ ω ο παραλυτικος κατεκειτο.
4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾽ ᾧ ὁ παραλυτικὸς κατέκειτο.
5 ιδων δε ο ιησους την πιστιν αυτων λεγει τω παραλυτικω· τεκνον, αφεωνται σοι αι αμαρτιαι σου.
5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
6 ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων·
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
7 τι ουτος ουτως λαλει βλασφημιας; τις δυναται αφιεναι αμαρτιας ει μη εις ο θεος;
7 τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
8 και ευθεως επιγνους ο ιησους τω πνευματι αυτου οτι ουτως αυτοι διαλογιζονται εν εαυτοις, ειπεν αυτοις· τι ταυτα διαλογιζεσθε εν ταις καρδιαις υμων;
8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 τι εστιν ευκοπωτερον, ειπειν τω παραλυτικω, αφεωνται σου αι αμαρτιαι, η ειπειν, εγειρε και αρον τον κραβαττον σου και περιπατει;
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
10 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου αφιεναι επι της γης αμαρτιας— λεγει τω παραλυτικω·
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας — λέγει τῷ παραλυτικῷ·
11 σοι λεγω, εγειρε και αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου.
11 σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
12 και ηγερθη ευθεως, και αρας τον κραβαττον εξηλθεν εναντιον παντων, ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον λεγοντας οτι ουδεποτε ουτως ειδομεν.
12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.
13 και εξηλθεν παλιν παρα την θαλασσαν· και πας ο οχλος ηρχετο προς αυτον, και εδιδασκεν αυτους.
13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 και παραγων ειδεν λευιν τον του αλφαιου, καθημενον επι το τελωνιον, και λεγει αυτω· ακολουθει μοι. και αναστας ηκολουθησεν αυτω.
14 Καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 και εγενετο εν τω κατακεισθαι αυτον εν τη οικια αυτου, και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου· ησαν γαρ πολλοι, και ηκολουθησαν αυτω.
15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ.
16 και οι γραμματεις και οι φαρισαιοι ιδοντες αυτον εσθιοντα μετα των τελωνων και αμαρτωλων ελεγον τοις μαθηταις αυτου· τι οτι μετα των τελωνων και αμαρτωλων εσθιει και πινει;
16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;
17 και ακουσας ο ιησους λεγει αυτοις· ου χρειαν εχουσιν οι ισχυοντες ιατρου, αλλ οι κακως εχοντες· ουκ ηλθον καλεσαι δικαιους, αλλα αμαρτωλους εις μετανοιαν.
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
18 και ησαν οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευοντες. και ερχονται και λεγουσιν αυτω· διατι οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευουσιν, οι δε σοι μαθηται ου νηστευουσιν;
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;
19 και ειπεν αυτοις ο ιησους· μη δυνανται οι υιοι του νυμφωνος, εν ω ο νυμφιος μετ αυτων εστιν, νηστευειν; οσον χρονον μεθ εαυτων εχουσιν τον νυμφιον, ου δυνανται νηστευειν.
19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν.
20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος, και τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις.
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
21 ουδεις επιβλημα ρακους αγναφου επιρραπτει επι ιματιω παλαιω· ει δε μηγε, αιρει το πληρωμα αυτου, το καινον του παλαιου, και χειρον σχισμα γινεται.
21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μήγε, αἴρει τὸ πλήρωμα αὐτοῦ, τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους· ει δε μη, ρησσει ο οινος ο νεος τους ασκους, και ο οινος εκχειται και οι ασκοι απολουνται· αλλα οινον νεον εις ασκους καινους βλητεον.
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
23 και εγενετο παραπορευεσθαι αυτον εν τοις σαββασιν δια των σποριμων, και ηρξαντο οι μαθηται αυτου οδον ποιειν τιλλοντες τους σταχυας.
23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
24 και οι φαρισαιοι ελεγον αυτω· ιδε τι ποιουσιν εν τοις σαββασιν ο ουκ εξεστιν.
24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι.
25 και αυτος ελεγεν αυτοις· ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτος και οι μετ αυτου;
25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
26 πως εισηλθεν εις τον οικον του θεου επι αβιαθαρ αρχιερεως και τους αρτους της προθεσεως εφαγεν, ους ουκ εξεστιν φαγειν ει μη τοις ιερευσιν, και εδωκεν και τοις συν αυτω ουσιν;
26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι;
27 και ελεγεν αυτοις· το σαββατον δια τον ανθρωπον εγενετο, ουχ ο ανθρωπος δια το σαββατον·
27 καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
28 ωστε κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου.
28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Alphaeus

    Father of James (and of Levi)

    Named as father of James, one of the Twelve (Matthew 10:3), and as the father of Levi the tax collector (Mark 2:14); the text does not say whether these are two different men…

    Citado en la guía: Matthew 10:3; Mark 2:14; Mark 3:18

  • Matthew

    Tax collector, apostle

    A tax collector sitting at the tax booth whom Jesus told 'Follow Me'; Matthew calls him Matthew, while Mark and Luke tell the same call and name him Levi, and Mark 2:14 calls Levi…

    Citado en la guía: Matthew 9:9; Matthew 10:3; Mark 2:14

Lugares

  • Capernaum

    Hoy: Northern Israel (Sea of Galilee)

    A fishing and customs town on the Sea of Galilee where Jesus healed, taught, and called disciples. Its ruins include a 4th–5th c. synagogue built over an earlier one.

    Citado en la guía: Matthew 4:13; Mark 2:1; Matthew 11:23

Referencias cruzadas (28)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 5:18; Juan 4:47; Lucas 18:35–38; Mateo 9:1; Marcos 7:24
  2. 2 Marcos 2:13; Marcos 1:45; Marcos 6:34; Marcos 1:33; Marcos 4:1–2
  3. 3 Lucas 5:18–26; Mateo 9:1–8; Mateo 4:24
  4. 4 Lucas 5:19; Deuteronomio 22:8
  5. 5 Mateo 9:2; Santiago 5:15; Marcos 2:9–10; Lucas 7:47–50; Lucas 5:20
  6. 6 Lucas 5:21–22; Marcos 8:17; 2 Corintios 10:5; Mateo 16:7–8
  7. 7 Isaías 43:25; Lucas 5:21; Daniel 9:9; Miqueas 7:18; Lucas 7:49
  8. 8 Salmo 139:2; Ezequiel 38:10; Juan 2:24–25; Juan 6:64; Lucas 24:38
  9. 9 Lucas 5:22–25; Mateo 9:5
  10. 10 Daniel 7:13–14; Mateo 9:6–8; Hechos 5:31; Juan 5:20–27; 1 Timoteo 1:13–16
  11. 11 Marcos 1:41; Juan 5:8–10; Juan 6:63
  12. 12 Mateo 9:33; Mateo 9:8; Lucas 7:16; Juan 9:32; Juan 7:31
  13. 13 Proverbios 1:20–22; Marcos 4:1; Lucas 21:38; Marcos 3:20–21; Marcos 2:2
  14. 14 Lucas 5:27–32; Marcos 1:17–20; Lucas 6:15; Mateo 9:9–13; Marcos 3:18
  15. 15 Lucas 15:1; Mateo 9:10–11; Lucas 5:29–30; Mateo 21:31–32; Lucas 6:17
  16. 16 Lucas 18:11; Lucas 19:7; Lucas 19:10; Hechos 23:9; Isaías 65:5
  17. 17 Lucas 15:7; Mateo 9:12–13; Lucas 19:10; Lucas 5:31–32; 1 Timoteo 1:15–16
  18. 18 Lucas 18:12; Mateo 6:18; Mateo 9:14–17; Mateo 6:16; Lucas 5:33–39
  19. 19 Mateo 25:1–10; Génesis 29:22; Jueces 14:10–11
  20. 20 Lucas 17:22; Apocalipsis 21:9; Isaías 62:5; Apocalipsis 19:7; Zacarías 13:7
  21. 21 Mateo 9:16; 1 Corintios 10:13; Isaías 57:16; Salmo 103:13–15
  22. 22 Mateo 9:17; Salmo 119:83; Lucas 5:37–38; Job 32:19; Josué 9:4
  23. 23 Deuteronomio 23:24–25; Mateo 12:1–8; Lucas 6:1–5
  24. 24 Éxodo 20:10; Hebreos 12:3; Mateo 12:2; Isaías 58:13; Éxodo 31:15
  25. 25 1 Samuel 21:3–6; Lucas 10:26
  26. 26 2 Samuel 8:17; Levítico 24:5–9; 1 Samuel 21:1; 1 Crónicas 24:6; 1 Reyes 2:26–27
  27. 27 Colosenses 2:16; Lucas 6:9; Deuteronomio 5:14; Ezequiel 20:12; Isaías 58:13
  28. 28 Mateo 12:8; Apocalipsis 1:10; Juan 9:14; Juan 5:17; Efesios 1:22

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 2:11 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVIII)

    Thy bed did carry thee, thou carriedst not thy bed, but wast a paralytic inwardly; He cometh who saith to thee, "Take up thy bed, and go thy way into thy house." "The Lord help him on his bed of pain." Then to the Lord Himself He turneth, as though it were asked, Why then, since the Lord helpeth us, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  2. Cita 2:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    Now Matthew indeed saith, that "they brought him," but the others, that they also broke up the roof, and let him down. And they put the sick man before Christ, saying nothing, but committing the whole to Him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 2:19 Gregory of Nazianzus, Theological Orations (The Fourth Theological Oration, Which is the Second Concerning the Son)

    Or in another sense they are used of a thing which is not reasonable; as, Can the Children of the Bridechamber fast while the Bridegroom is with them; whether He be considered as visible in bodily form (for the time of His sojourning among us was not one of mourning, but of gladness), or, as the Word.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Cita 2:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    Upon their murmuring, then, and saying, "This man blasphemeth; who can forgive sins but God only?" let us see what He saith.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 2:14 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXX)

    And we have cause also to admire the self-denial of the evangelist, how he disguises not his own former life, but adds even his name, when the others had concealed him under another appellation. But why did he say he was "sitting at the receipt of custom?" To indicate the power of Him that called him, that it was not …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)