Saltar al texto

Mateo · Texto Patriarcal (Antoniades 1904/1912)

Mateo 24 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και εξελθων ο ιησους επορευετο απο του ιερου· και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου.
1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
2 ο δε ιησους ειπεν αυτοις· ου βλεπετε ταυτα παντα; αμην λεγω υμιν, ου μη αφεθη ωδε λιθος επι λιθον, ος ου καταλυθησεται.
2 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
3 καθημενου δε αυτου επι του ορους των ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντες· ειπε ημιν ποτε ταυτα εσται, και τι το σημειον της σης παρουσιας και της συντελειας του αιωνος;
3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;
4 και αποκριθεις ο ιησους ειπεν αυτοις· βλεπετε μη τις υμας πλανηση.
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
5 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες, εγω ειμι ο χριστος, και πολλους πλανησουσιν.
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
6 μελλησετε δε ακουειν πολεμους και ακοας πολεμων· ορατε μη θροεισθε· δει γαρ παντα γενεσθαι, αλλ ουπω εστιν το τελος.
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος.
7 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν, και εσονται λιμοι και λοιμοι και σεισμοι κατα τοπους·
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
8 παντα δε ταυτα αρχη ωδινων.
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 τοτε παραδωσουσιν υμας εις θλιψιν και αποκτενουσιν υμας, και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου.
9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 και τοτε σκανδαλισθησονται πολλοι και αλληλους παραδωσουσιν και μισησουσιν αλληλους.
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.
11 και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλους,
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
12 και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων.
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 ο δε υπομεινας εις τελος, ουτος σωθησεται.
13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 και κηρυχθησεται τουτο το ευαγγελιον της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασιν τοις εθνεσιν, και τοτε ηξει το τελος.
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.
15 οταν ουν ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν δια δανιηλ του προφητου εστως εν τοπω αγιω— ο αναγινωσκων νοειτω—
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ — ὁ ἀναγινώσκων νοείτω —
16 τοτε οι εν τη ιουδαια φευγετωσαν επι τα ορη,
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
17 ο επι του δωματος μη καταβαινετω αραι τα εκ της οικιας αυτου,
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
18 και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι τα ιματια αυτου.
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
19 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις.
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος μηδε σαββατω.
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.
21 εσται γαρ τοτε θλιψις μεγαλη, οια ου γεγονεν απ αρχης κοσμου εως του νυν ουδ ου μη γενηται.
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται.
22 και ει μη εκολοβωθησαν αι ημεραι εκειναι, ουκ αν εσωθη πασα σαρξ· δια δε τους εκλεκτους κολοβωθησονται αι ημεραι εκειναι.
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23 τοτε εαν τις υμιν ειπη, ιδου ωδε ο χριστος η ωδε, μη πιστευσητε·
23 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύσητε·
24 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα, ωστε πλανησαι, ει δυνατον, και τους εκλεκτους.
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
25 ιδου προειρηκα υμιν.
25 ἰδοὺ προείρηκα ὑμῖν.
26 εαν ουν ειπωσιν υμιν, ιδου εν τη ερημω εστιν, μη εξελθητε, ιδου εν τοις ταμειοις, μη πιστευσητε·
26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
27 ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εως δυσμων, ουτως εσται και η παρουσια του υιου του ανθρωπου·
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
28 οπου γαρ εαν η το πτωμα, εκει συναχθησονται οι αετοι.
28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 ευθεως δε μετα την θλιψιν των ημερων εκεινων ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης, και οι αστερες πεσουνται απο του ουρανου, και αι δυναμεις των ουρανων σαλευθησονται.
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30 και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν τω ουρανω, και τοτε κοψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεως και δοξης πολλης.
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
31 και αποστελει τους αγγελους αυτου μετα σαλπιγγος φωνης μεγαλης, και επισυναξουσιν τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εως ακρων αυτων.
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
32 απο δε της συκης μαθετε την παραβολην. οταν ηδη ο κλαδος αυτης γενηται απαλος και τα φυλλα εκφυη, γινωσκετε οτι εγγυς το θερος·
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
33 ουτως και υμεις οταν ιδητε ταυτα παντα, γινωσκετε οτι εγγυς εστιν επι θυραις.
33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
34 αμην λεγω υμιν, ου μη παρελθη η γενεα αυτη εως αν παντα ταυτα γενηται.
34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
35 ο ουρανος και η γη παρελευσονται, οι δε λογοι μου ου μη παρελθωσιν.
35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
36 περι δε της ημερας εκεινης και ωρας ουδεις οιδεν, ουδε οι αγγελοι των ουρανων, ει μη ο πατηρ μου μονος.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατήρ μου μόνος.
37 ωσπερ δε αι ημεραι του νωε, ουτως εσται και η παρουσια του υιου του ανθρωπου.
37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
38 ωσπερ γαρ ησαν εν ταις ημεραις ταις προ του κατακλυσμου τρωγοντες και πινοντες, γαμουντες και εκγαμιζοντες, αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον,
38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν,
39 και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας, ουτως εσται και η παρουσια του υιου του ανθρωπου.
39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
40 τοτε δυο εσονται εν τω αγρω, ο εις παραλαμβανεται και ο εις αφιεται·
40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ εἷς ἀφίεται·
41 δυο αληθουσαι εν τω μυλωνι, μια παραλαμβανεται και μια αφιεται.
41 δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
42 γρηγορειτε ουν, οτι ουκ οιδατε ποια ωρα ο κυριος υμων ερχεται.
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
43 εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια φυλακη ο κλεπτης ερχεται, εγρηγορησεν αν και ουκ αν ειασεν διορυγηναι την οικιαν αυτου.
43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
44 δια τουτο και υμεις γινεσθε ετοιμοι, οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται.
44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 τις αρα εστιν ο πιστος δουλος και φρονιμος, ον κατεστησεν ο κυριος αυτου επι της θεραπειας αυτου του διδοναι αυτοις την τροφην εν καιρω;
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
46 μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως.
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
47 αμην λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον.
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
48 εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδια αυτου, χρονιζει ο κυριος μου ελθειν,
48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν,
49 και αρξηται τυπτειν τους συνδουλους αυτου, εσθιη δε και πινη μετα των μεθυοντων,
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
50 ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει,
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
51 και διχοτομησει αυτον, και το μερος αυτου μετα των υποκριτων θησει· εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Referencias cruzadas (49)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 13:1–37; Lucas 21:5–36; Ezequiel 8:6; Jeremías 6:8; Juan 2:20
  2. 2 Lucas 19:44; Jeremías 26:18; Miqueas 3:12; Ezequiel 7:20–22; Daniel 9:26–27
  3. 3 Marcos 13:3–4; Hechos 1:7; 1 Tesalonicenses 5:1–11; Mateo 24:37; Mateo 13:49
  4. 4 1 Juan 4:1; 2 Tesalonicenses 2:3; Jeremías 29:8; Colosenses 2:8; Efesios 5:6
  5. 5 Mateo 24:24; Mateo 24:11; Jeremías 14:14; 1 Juan 2:18; Hechos 5:36–37
  6. 6 Marcos 13:7–8; Lucas 21:9; Juan 14:1; 1 Pedro 3:14–15; Isaías 8:12–14
  7. 7 Lucas 21:11; Apocalipsis 6:8; Isaías 19:2; Zacarías 14:13; Hechos 11:28
  8. 8 1 Tesalonicenses 5:3; 1 Pedro 4:17–18; Deuteronomio 28:59; Isaías 10:4; Isaías 9:17
  9. 9 Juan 16:2; Juan 15:19–20; Lucas 21:16–17; Apocalipsis 2:10; Lucas 21:12
  10. 10 Miqueas 7:5–6; Marcos 13:12; Mateo 11:6; Lucas 21:16; Marcos 4:17
  11. 11 Mateo 24:24; Mateo 7:15; Mateo 24:5; 1 Timoteo 4:1; Marcos 13:22
  12. 12 Apocalipsis 2:4–5; Santiago 4:1–4; Apocalipsis 3:15; Apocalipsis 2:10; Santiago 5:1–6
  13. 13 Mateo 10:22; Marcos 13:13; Apocalipsis 2:10; Hebreos 10:39; Hebreos 3:14
  14. 14 Apocalipsis 14:6; Romanos 10:18; Romanos 16:25–26; Marcos 16:15–16; Lucas 24:47
  15. 15 Daniel 9:27; Daniel 12:11; Marcos 13:14; Lucas 21:20; Daniel 11:31
  16. 16 Génesis 19:15–17; Hebreos 11:7; Lucas 21:21–22; Proverbios 22:3; Éxodo 9:20–21
  17. 17 Lucas 17:31–33; Marcos 13:15–16; Mateo 10:27; Hechos 10:9; Lucas 12:3
  18. 19 Lucas 23:29–30; Deuteronomio 28:53–56; Lucas 21:23; Marcos 13:17–18; Lamentaciones 4:10
  19. 20 Éxodo 16:29; Hechos 1:12
  20. 21 Daniel 12:1; Joel 2:2; Malaquías 4:1; Zacarías 14:2–3; Lucas 19:43–44
  21. 22 Marcos 13:20; 2 Timoteo 2:10; Mateo 24:24; Mateo 24:31; Lucas 18:7
  22. 23 Lucas 21:8; Lucas 17:23–24; Deuteronomio 13:1–3; Marcos 13:21; Juan 5:43
  23. 24 2 Tesalonicenses 2:9–11; Marcos 13:22; Apocalipsis 13:13–14; Mateo 24:11; 2 Pedro 2:1–3
  24. 25 Juan 16:1; Lucas 21:13; Isaías 44:7–8; Isaías 46:10–11; Isaías 48:5–6
  25. 27 Lucas 17:24–37; Zacarías 9:14; Santiago 5:8; Job 37:3; Malaquías 3:2
  26. 28 Lucas 17:37; Job 39:27–30; Amós 9:1–4; Deuteronomio 28:49; Jeremías 16:16
  27. 29 Amós 8:9; Joel 3:15; Isaías 13:10; Isaías 24:23; Marcos 13:24–25
  28. 30 Apocalipsis 1:7; Daniel 7:13; Lucas 21:27; Hechos 1:11; Mateo 26:64
  29. 31 1 Tesalonicenses 4:16; Marcos 13:27; Isaías 27:13; 1 Corintios 15:52; Isaías 11:12
  30. 32 Marcos 13:28–29; Lucas 21:29–30
  31. 33 Santiago 5:9; Hebreos 10:37; Ezequiel 7:2–14; 1 Pedro 4:7; Apocalipsis 3:20
  32. 34 Marcos 13:30–31; Lucas 21:32–33; Mateo 16:28; Mateo 23:36; Lucas 11:50
  33. 35 Isaías 40:8; 1 Pedro 1:25; Números 23:19; Isaías 55:11; Mateo 5:18
  34. 36 Marcos 13:32; Hechos 1:7; Mateo 24:44; 2 Pedro 3:10; 1 Tesalonicenses 5:2
  35. 37 Lucas 17:26–27; Génesis 6:1–7; Hebreos 11:7; 2 Pedro 2:5; 2 Pedro 3:6
  36. 38 Lucas 17:26–28; Romanos 13:13–14; Lucas 14:18–20; Génesis 6:2; Lucas 12:45
  37. 39 Juan 3:20; Mateo 24:37; Hechos 13:41; Isaías 44:18–19; Proverbios 24:12
  38. 40 Lucas 17:34–37; 2 Pedro 2:7–9; 2 Pedro 2:5
  39. 41 Éxodo 11:5; Lucas 17:35; Isaías 47:2
  40. 42 Lucas 21:36; 1 Tesalonicenses 5:6; Mateo 25:13; Apocalipsis 16:15; 1 Corintios 16:13
  41. 43 Lucas 12:39; Mateo 24:44; 1 Tesalonicenses 5:2–6; 2 Pedro 3:10–11; Mateo 20:11
  42. 44 Mateo 25:10; Mateo 24:42; Mateo 25:13; Lucas 12:40; Filipenses 4:5
  43. 45 Mateo 25:21; 1 Corintios 4:1–2; Mateo 25:23; Lucas 12:41–43; Lucas 16:10–12
  44. 46 Apocalipsis 16:15; Lucas 12:43; Lucas 12:37; 2 Timoteo 4:6–8; 2 Pedro 1:13–15
  45. 47 Mateo 25:23; Mateo 25:21; Lucas 12:37; Lucas 12:44; Lucas 19:17
  46. 48 2 Pedro 3:3–5; Mateo 18:32; Lucas 12:45; Isaías 32:6; Marcos 7:21
  47. 49 Miqueas 3:5; Apocalipsis 17:6; Mateo 7:15; Tito 1:11–12; Ezequiel 34:3
  48. 50 Apocalipsis 3:3; 1 Tesalonicenses 5:2–3; Mateo 24:42–44; Proverbios 29:1
  49. 51 Mateo 8:12; Lucas 12:46; Mateo 22:13; Isaías 33:14; Job 20:29

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 24:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXV)

    For inasmuch as He said, "Your house is left desolate," and had previously forewarned them of many grievous things; therefore the disciples having heard these things, as though marvelling at it, came unto Him, showing the beauty of the temple, and wondering, if so much beauty was to be destroyed, and materials so costly, and variety of workmanship past utterance; …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 24:28 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    … My daughters from the ends of the earth; all, as many as have been called in My name: for in My glory I have prepared, and formed, and made him." Inasmuch as then, "wheresoever the carcase is, there shall also the eagles be gathered together," we do participate in the glory of the Lord, who has both formed us, and …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 24:35 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    Yea, both heaven and earth shall pass away, but Thy Words shall not pass away. Because the scroll shall be rolled together, and the grass over which it was spread shall with its goodliness pass away; but Thy Word remaineth for ever, which now appeareth unto us in the dark image of the clouds, and through the glass of the …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 24:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    Thus also, for example, when His disciples came unto Him as He sat on the Mount of Olives, and sought to learn about His coming, and the taking of Jerusalem: and yet ye know how great is the interval between those several periods.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 24:4 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    … their good words and smooth tongue, deceive the hearts of the innocent, disguising with the name of Christ as it were with honey the poisoned arrows of their impious doctrines: concerning all of whom together the Lord saith, Take heed lest any man mislead you.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)